ὡς θεῖον τὸ χρῆμα τῆς ἀρχῆς· αὐτὴ γὰρ ἑαυτὴν σώζει. ὥσπερ γὰρ ἐν τοῖς ἰδίοις οἴκοις ἑνὶ μὲν καὶ δυοῖν οἰκέταιν χαλεπὸν χρήσασθαι, οἱ δὲ πολλοὶ κατὰ ἀλλήλων ὑπάρχουσιν, οὕτω κἀν ταῖς δυναστείαις τὸ πλῆθος τῶν δεδουλωμένων βεβαιοῖ τὴν ἰσχὺν τοῖς προειληφόσι· πάντες γὰρ ἐν κύκλῳ δεδίασιν ἀλλήλους. οὕτω δὴ καὶ ἡ Σικελία τοῖς ἐνταῦθʼ ἡμῖν οὖσι προσγενομένη αὐτή τε διὰ τούτων σωθήσεται καὶ τἀνταῦθα ἀκριβώσει καὶ σύνδεσμος, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τῆς ἀρχῆς καθεστήξει. χειρωθέντες γὰρ ἄνθρωποι πολλοὶ καὶ παντοδαποὶ γένος, οὐχ ἕξουσιν ἀποστροφὴν, ἀλλὰ πᾶν τὸ μὴ περαιτέρω τοῦ παρόντος κακὸν ὥσπερ ἕρμαιον ἡγήσονται τοῖς ὅλοις ἀπειπόντες. ἀλλʼ ἐνταῦθα γὰρ ἤδη τῶν φόβων εἴημεν· ἐγὼ δὲ ἑτέρους ἐγγυτέρω τούτων ὁρῶ, τὸ ναυτικὸν εἰ κινήσαιμεν, ὦ Ἀθηναῖοι, νῦν ἐκ Σικελίας. καὶ οὐκ ἐκ τῶν Βάκιδος χρησμῶν οὐδʼ Ἀμφιλύτου μαθεῖν δεῖ με, ἀλλʼ αὐτὸς εὖ εἰδὼς ὑμῖν προλέγω Συρακοσίους καὶ Σελινουντίους καὶ πάντας τοὺς ἐκεῖθεν πολεμίους δεῦρʼ ἥξοντας, ἂν αὐτοὺς καλέσωμεν. τούτους γὰρ οὐχ ἧττον καλοῦμεν ἢ τοὺς ἡμετέρους αὐτῶν, ἂν ἅ τινες κελεύουσι ψηφιζώμεθα. οὐ γὰρ ἐξαρκέσει Συρακοσίοις, εἴ γε μηδὲν πεπόνθασιν, ἀλλὰ τοῦτο μὲν τῇ τύχῃ καὶ Λακεδαιμονίοις λογιοῦνται τοῖς ἀφῃρημένοις, ἡμᾶς δὲ ἐχθροὺς μὲν ὁμοίως ὥσπερ ἂν εἰ παρεστησάμεθα αὐτοὺς, δυνατὸν δʼ εἶναι νῦν μόνως ἀμύνασθαι, κρινοῦσι. καίτοι θαυμαστὸν εἴ τις, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐν τῷ Συρακοσίων λιμένι τριήρεις ἡμετέρας εἶναι φοβερὸν κρίνει τῇ πόλει, τὸ δὲ τὰς τῶν Συρακοσίων καὶ τῶν συμμάχων εἰς τὸν Πειραιᾶ καταπλεῦσαι, τοῦθʼ ὥσπερ σωτήριον τοῖς πράγμασι προσδοκᾷ. εἰ μὲν γὰρ ἔστι τις ἡμῖν ἐγγυητὴς, ὡς ἐκεῖνοι τὴν ἡσυχίαν ἄξουσι, καὶ οὐκ ἐθελήσουσι τὴν αὐτὴν ἀποδοῦναι χάριν Λακεδαιμονίοις ἧσπερ οὗτοι νῦν ὑπῆρξαν εἰς αὐτοὺς, ἐφʼ ἡμῖν εἶναι νομίζωμεν ὁπότερʼ ἂν βουλώμεθα τούτων. εἰ δʼ οὐχ οὕτω φευξόμεθα αὐτοὺς, ὡς μὴ ὅποι ποτʼ ἂν ἡμῖν ἐπίωσιν, ἐνταῦθα ἀναγκαίως ἔχειν ἀμύνασθαι, τί τὴν Ἀττικὴν ταραχῆς ἐμπίπλαμεν ἀμελήσαντες τῆς Σικελίας; καὶ τί μεθίσταμεν ἐνταῦθα τὸν πόλεμον, ἐξὸν κατέχειν ἐκείνους, ὅπως μήθʼ ἑκόντες μήτʼ ἄκοντες προΐωσι τῆς αὑτῶν; ἢ τὸ μὲν ἡμᾶς βουλεύεσθαι περὶ ἐκείνων δυσχερὲς, τὸ δʼ