ὡς θεῖον τὸ χρῆμα τῆς ἀρχῆς· αὐτὴ γὰρ ἑαυτὴν σώζει. ὥσπερ γὰρ ἐν τοῖς ἰδίοις οἴκοις ἑνὶ μὲν καὶ δυοῖν οἰκέταιν χαλεπὸν χρήσασθαι, οἱ δὲ πολλοὶ κατὰ ἀλλήλων ὑπάρχουσιν, οὕτω κἀν ταῖς δυναστείαις τὸ πλῆθος τῶν δεδουλωμένων βεβαιοῖ τὴν ἰσχὺν τοῖς προειληφόσι· πάντες γὰρ ἐν κύκλῳ δεδίασιν ἀλλήλους. οὕτω δὴ καὶ ἡ Σικελία τοῖς ἐνταῦθʼ ἡμῖν οὖσι προσγενομένη αὐτή τε διὰ τούτων σωθήσεται καὶ τἀνταῦθα ἀκριβώσει καὶ σύνδεσμος, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τῆς ἀρχῆς καθεστήξει. χειρωθέντες γὰρ ἄνθρωποι πολλοὶ καὶ παντοδαποὶ γένος, οὐχ ἕξουσιν ἀποστροφὴν, ἀλλὰ πᾶν τὸ μὴ περαιτέρω τοῦ παρόντος κακὸν ὥσπερ ἕρμαιον ἡγήσονται τοῖς ὅλοις ἀπειπόντες. ἀλλʼ ἐνταῦθα γὰρ ἤδη τῶν φόβων εἴημεν· ἐγὼ δὲ ἑτέρους ἐγγυτέρω τούτων ὁρῶ, τὸ ναυτικὸν εἰ κινήσαιμεν, ὦ Ἀθηναῖοι, νῦν ἐκ Σικελίας. καὶ οὐκ ἐκ τῶν Βάκιδος χρησμῶν οὐδʼ Ἀμφιλύτου μαθεῖν δεῖ με, ἀλλʼ αὐτὸς εὖ εἰδὼς ὑμῖν προλέγω Συρακοσίους καὶ Σελινουντίους καὶ πάντας τοὺς ἐκεῖθεν πολεμίους δεῦρʼ ἥξοντας, ἂν αὐτοὺς καλέσωμεν. τούτους γὰρ οὐχ ἧττον καλοῦμεν ἢ τοὺς ἡμετέρους αὐτῶν, ἂν ἅ τινες κελεύουσι ψηφιζώμεθα. οὐ γὰρ ἐξαρκέσει Συρακοσίοις, εἴ γε μηδὲν πεπόνθασιν, ἀλλὰ τοῦτο μὲν τῇ τύχῃ καὶ Λακεδαιμονίοις λογιοῦνται τοῖς ἀφῃρημένοις, ἡμᾶς δὲ ἐχθροὺς μὲν ὁμοίως ὥσπερ ἂν εἰ παρεστησάμεθα αὐτοὺς, δυνατὸν δʼ εἶναι νῦν μόνως ἀμύνασθαι, κρινοῦσι. καίτοι θαυμαστὸν εἴ τις, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐν τῷ Συρακοσίων λιμένι τριήρεις ἡμετέρας εἶναι φοβερὸν κρίνει τῇ πόλει, τὸ δὲ τὰς τῶν Συρακοσίων καὶ τῶν συμμάχων εἰς τὸν Πειραιᾶ καταπλεῦσαι, τοῦθʼ ὥσπερ σωτήριον τοῖς πράγμασι προσδοκᾷ. εἰ μὲν γὰρ ἔστι τις ἡμῖν ἐγγυητὴς, ὡς ἐκεῖνοι τὴν ἡσυχίαν ἄξουσι, καὶ οὐκ ἐθελήσουσι τὴν αὐτὴν ἀποδοῦναι χάριν Λακεδαιμονίοις ἧσπερ οὗτοι νῦν ὑπῆρξαν εἰς αὐτοὺς, ἐφʼ ἡμῖν εἶναι νομίζωμεν ὁπότερʼ ἂν βουλώμεθα τούτων. εἰ δʼ οὐχ οὕτω φευξόμεθα αὐτοὺς, ὡς μὴ ὅποι ποτʼ ἂν ἡμῖν ἐπίωσιν, ἐνταῦθα ἀναγκαίως ἔχειν ἀμύνασθαι, τί τὴν Ἀττικὴν ταραχῆς ἐμπίπλαμεν ἀμελήσαντες τῆς Σικελίας; καὶ τί μεθίσταμεν ἐνταῦθα τὸν πόλεμον, ἐξὸν κατέχειν ἐκείνους, ὅπως μήθʼ ἑκόντες μήτʼ ἄκοντες προΐωσι τῆς αὑτῶν; ἢ τὸ μὲν ἡμᾶς βουλεύεσθαι περὶ ἐκείνων δυσχερὲς, τὸ δʼ ἐκείνοις ἐγγενέσθαι περὶ ἡμῶν οὐκέτʼ ἔσχατον ἁπάντων; καὶ μὴν οὐ μόνον τοὺς ἐκεῖθεν δέος ἐστὶν ἐπισπάσασθαι, ἀλλὰ καὶ τοὺς ἐνταῦθα μηκέθʼ ὅσον πρότερον δοκεῖν ἀξίους εἶναι. ἀγανακτῶ δʼ ἔγωγε, εἰ Πελοποννήσιοι μὲν οὐκ ἀποκνήσουσι ναῦς ἑτέρας πληροῦν ὑπὲρ τῶν ἐν Σικελίᾳ, ἡμεῖς δʼ ὑπὲρ ἡμῶν αὐτῶν οὐ τολμήσομεν. καὶ τῶν μὲν στρατηγῶν φυγὴν κατέγνωμεν Πυθοδώρου καὶ Σοφοκλέους, καὶ τὸν τρίτον αὐτῶν χρήματα ἐπραξάμεθα, ὅτι ἀνέστρεψαν ἐκ Σικελίας καὶ μετέσχον τῶν ἐκεῖ σπονδῶν, αὐτοὶ δὲ τοσαύτην στρατιὰν ἄπρακτον ἀνάξομεν, ἣν οὐ κατὰ σπονδὰς δεήσει κομισθῆναι, ἀλλʼ, αἰσχύνομαι μὲν εἰπεῖν, φεύγουσα δὲ ὀφθήσεται. καίτοι ὅταν, ὦ Ἀθηναῖοι, τοὺς τειχήρεις φεύγωμεν, καὶ ὅταν ἐκ νήσου δραπετεύωμεν, κέρδος τὴν σωτηρίαν ἡγούμενοι, ποῦ λοιπὸν ἰσχυριούμεθα; ἢ τίς λοιπὸν ἔσται πόλεμος; οὐκ ἀναμνησθησόμεθα, ὦ Ἀθηναῖοι, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὰς ναῦς ἀπεστέλλομεν παιᾶνας ᾁδοντες καὶ κρατῆρας ἱστάντες καὶ πομπὴν καὶ χάριν ἔργων τετελεσμένων ἀπομιμούμενοι; οὐκ αἰσχυνούμεθα τουτονὶ τὸν ἥλιον, εἰ δυοῖν οὕτως ἀνομοίων ἡμῖν ἔσται μάρτυς, τότε μὲν τοσαύτης λαμπρότητος καὶ ὑπερηφανίας, νῦν δὲ ταπεινότητος; ποῖα λάφυρα κομίζοντας, ὦ Ἀθηναῖοι, δεξόμεθʼ αὐτοὺς, ἢ ποῖα χαριστήρια τῶν ἔργων τοῖς θεοῖς, ἢ ποίους ἐπινίκους ἅμʼ αὐτοῖς ἐνταῦθα ᾀσόμεθα; ἢ ποίαν ἅμιλλαν ἁμιλλήσονται πρὸς ἀλλήλους ἀναπλέοντες, ὁμοίαν τῇ πρώην; οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ σιωπῇ καὶ τῶν κελευσμάτων κομισθήσονται, μόνον οὐκ αἰσχυνόμενοι τὴν θάλατταν. εἶτα τοὺς μὲν ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸ ὥρας ἀπαγορεύοντας καὶ παρʼ ἀξίαν μικροῦ μισοῦμεν, ἄλλως τε κἂν πρὸς αὐτῷ τῷ στεφάνῳ ποιήσωνται τὴν ἀπόρρησιν· αὐτοὶ δʼ ἀγῶνα τοσοῦτον ἀράμενοι καὶ μικροῦ πάντα κατειργασμένοι συγκεκλεικότες Συρακοσίους, ἔχοντες τὴν Σικελίαν, μόνον οὐκ ἐν ταῖς χερσὶ τὸν στέφανον, εἶτα ἀπορρίψομεν; μὴ δῆτα, ὦ Ἀθηναῖοι. εὖ γὰρ ἴστε, ὀφθῆναι μόνον ἀρκέσει τοῖς δευτέροις καὶ πάντʼ οἴχεται τὰ Συρακοσίων πράγματα· καὶ τοσοῦτον ἀπολαύσονται τοῦ Γυλίππου, ὅσον μακροτέραν αὐτοῖς γε γεγενῆσθαι τὴν πολιορκίαν. πάντων δʼ ἀτοπώτατον, εἰ Νικίας μὲν, οὗ τί χρὴ πρὸς τὰ τοιαῦτʼ ἀργότερον ἐξευρεῖν, ὅμως ἐφʼ ὑμῖν τὴν αἵρεσιν πεποίηκε, δυοῖν θάτερον λείπεσθαι φάσκων, ἢ πέμπειν ἑτέρους, ἢ καλεῖν σφᾶς, καὶ οὐκ ἀφῄρηται τὴν καθάπαξ ἐλπίδα, καὶ ταῦτα αὐτὸς ὢν ὁ φοβῶν, προσθήσω δὲ καὶ ὁ φοβούμενος εὐθὺς ἐξ ἀρχῆς, ὑμεῖς δʼ οἱ παρʼ ἐκείνου ταῦτʼ ἀκούοντες καὶ οἱ τότʼ ἐκεῖνον ἄκοντα κινήσαντες προκαταγνώσεσθε μηδὲν ἔτʼ εἶναι τῶν ἐκεῖ κατασχεῖν· μηδαμῶς. ἀλλὰ τῶν τότε εἰρημένων ἀναμνησθέντες καὶ τοὺς ἄγαν ἀσφαλεῖς τοσοῦτον ἐρωτήσαντες, πότερʼ ἐξ ἀρχῆς ταύτην εἶχον τὴν γνώμην, ἢ μεθʼ ὑμῶν ἦσαν, εἰ μὲν τὰ αὐτὰ φρονεῖν ὑμῖν φήσουσι, κατηγόρους αὑτῶν εἶναι νομίζετε τῇ μεταβολῇ, εἰ δʼ ἑτέρως ἐγίγνωσκον, ἐξ ἀμφοτέρων ἁμαρτάνειν ἡγεῖσθε, τοῦτο μὲν εἰ πρὶν ψηφίσασθαι * * συμβουλεύειν δέον ἐξελεῖν, τοῦτο δʼ εἰ περὶ ὧν ἥττηνται βιάζονται. ἵνα δὲ εἰδῆτε ὅσον ἀσφαλείας τῇ γνώμῃ περίεστι, κεφάλαιον ἀκούσατε. ἀπανιστάμενοι μὲν ἐκεῖθεν πάσας καταλύσετε τὰς ἐλπίδας καὶ οὐδὲ ὄναρ ὑμῖν τῶν ἐκεῖ πραγμάτων ἐπιλείπεται· πέμποντες δὲ τὴν βοήθειαν οὐχ ἁμαρτήσεσθε δυοῖν θατέρου· ἢ γὰρ ἕξετε, ὡς ἐγὼ νομίζω, Σικελίαν, ἢ εἰ τοῦτʼ ἀδύνατον, τό γʼ ἐξεῖναι δεῦρʼ ἀναπλεῖν σώζεται. καίτοι ὅτε τοῦ χείρονος νικῶντος μένει τοῦθʼ ὅ τινες νῦν ὡς βέλτιστον εἰσηγοῦνται, πόσον τὸ μεταξὺ χρὴ δοκεῖν εἶναι τῆς γνώμης ἑκατέρας; πέμπειν δὲ στρατηγοὺς, οἵτινες τοῦ Νικίου γήρως καὶ τῆς ἐμπειρίας ἀπολαύσαντες τὴν νωθείαν ὑπερβήσονται· καὶ μὴν ὅ γε ἀρέσκει μοι τῆς ἐπιστολῆς, τὸ δεῖν οὕτως ποιεῖν, ὅπως μὴ δεύτεροι τῶν πολεμίων ἔλθοιμεν· ὡς εἰ φθάσαιμεν αὐτοὺς πρὸς τοῖς πράγμασι γενόμενοι, δυοῖν θάτερον, ἢ οὐ κινήσονται τὸ παράπαν, ἢ πλέον οὐδὲν ἕξουσιν.