Μέγαρα, ὡς ἢ κινήσοντες τοὺς ἐπʼ Αἰγίνης, ἢ Μεγαρέας αἱρήσοντες ἐρήμους βοηθῶν. ἡμεῖς δὲ τρίτην στρατείαν ἐξεύρομεν, ἧς ἦρχε Μυρωνίδης· οὗτοι δʼ ἦσαν οἱ πρεσβύτατοι καὶ νεώτατοι τῶν ἐν τῇ πόλει, καὶ συμβαλόντες Κορινθίοις ἐκρατοῦμεν πρὸ Μεγάρων· καὶ πάλιν ὡς ἠναίνοντο, ἑτέραν τὴν περὶ τοῦ τροπαίου· εἰς ἃ βλέψαντας καὶ δεδόσθαι τῇ πόλει παρὰ τῆς ἀγαθῆς τύχης νομίσαντας τὸ τολμᾶν, οὐ τοὺς ἐκ Σικελίας ἐνταῦθα χρὴ μεταπέμπεσθαι φοβηθέντας· οὐ γὰρ οἱ πρὸς τῷ πρυτανείῳ κάλλιστα τὰς Ἀθήνας φυλάξουσιν· ἀλλʼ εἰ προσδεῖ τοῖς ἐκεῖ βοηθείας, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, πέμπειν ἥτις μετρία, καὶ τάς τε ναῦς τὰς διαβρόχους ἰᾶσθαι ταῖς διαδοχαῖς, αἳ παρέξουσι σχολὴν ἀναψύχειν, καὶ τὸν Γύλιππον μὴ φοβεῖσθαι, στρατιὰν ἐκ τῆς Σικελίας συλλέγοντα, ἀλλʼ οἵτινες ἀντιπρεσβεύσαντες διακωλύσουσιν, ἢ καὶ ἑτέραν ἡμῖν ποριοῦσι, τὴν μὲν ἐξ αὐτῆς Σικελίας, τὴν δʼ ὅθεν ἂν συμβῇ, ταῦτα σκοπεῖσθαι, καὶ τοῖς λόγοις ἐκείνοις ἐρρῶσθαι λέγειν, ὡς οὐδʼ εἰ λάβοιμεν τὴν Σικελίαν, ῥᾳδίως ἂν φυλάξαιμεν. ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, βουλοίμην ἂν οὕτως ἔχειν ἤδη Σικελίαν, ὡς κεκτῆσθαί γε βεβαίως ἐπιτηδειοτάτην ἁπασῶν ὑπολαμβάνω. βλέψωμεν δὲ εἰς τὸ τοῦ βασιλέως παράδειγμα, ὃς ἔχει Κύπρον, τοσοῦτον ἀπέχων οὐ Κύπρου μόνον, ἀλλὰ καὶ θαλάττης ὅλως, καὶ ταῦτα διὰ τοῦ Φοινίκων ναυτικοῦ· καὶ προσέτι γε αὐτοὺς τοὺς Φοίνικας τοὺς ἔχοντας τὰς ναῦς, αὐτὸς οὐκ ἔχων οἰκείαν οὐδεμίαν, ὡς ἔπος εἰπεῖν. καὶ ἐῶ λέγειν Κίλικας καὶ τὸ κύκλῳ τοῦτο πᾶν. τί δὴ τὸ αἴτιον, ὦ Ἀθηναῖοι, ὅτι κἂν μὴ τοῖς ὁμοίοις ἰσχυρὸς ᾖ τις, τῇ δὲ ὅλῃ δυνάμει κρατῇ, πάντα δουλοῦται καὶ κατέχει ῥᾳδίως ἀφορμῇ τῷ φόβῳ χρώμενος; ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐκ ἔσθʼ ἥτις ἂν πώποτε ἀρχὴ μεγάλη συνέστη, εἴ τινες ἐξεφόβουν τοὺς ἐπιχειροῦντας, ὡς οὐδʼ εἰ προχωροίη, κατασχήσουσι. νῦν δʼ ἐνταῦθα δὴ καὶ κάλλιστα ἴδοι τις ἂν