παραπομπὴν ἡμῖν ἔχει, ἡ δʼ ἀντʼ ἀμφοῖν τῶν χωρίων τούτων γίγνεται· τῶν γὰρ ἐξ ἁπάσης τῆς Σικελίας τὴν κομιδὴν ἀσφαλῆ μέχρι τοῦ Πειραιῶς ἔχει. πρὸς δὲ τοὺς βαρέως ἔχοντας τοῖς ἐνθάδε πράγμασι καὶ τῷ Δεκέλειαν τετειχίσθαι πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι, ὅτι πάντων ἔστʼ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς ὅλης παραχωρῆσαι, ὑπὲρ δὲ τοῦ Δεκελείας τείχους ἀγανακτεῖν, ὥσπερ οὐ τοὺς ἐκ τοῦ τείχους πλείω πράγματα ἔχοντας ἡμῶν. ἔπειτʼ ἐνθυμηθῶμεν, τρέποιτο δʼ εἰς ἑτέρους ἡ βλασφημία, πότερον νῦν χεῖρον ἔχει τὰ πράγματα τῇ πόλει καὶ φόβων ἔστʼ ἀξία πλειόνων, ἢ κατʼ ἐκεῖνον τὸν χρόνον, ἡνίχʼ ἧκον μὲν Πελοποννήσιοι πάντες αὐτοὶ καὶ οἱ σύμμαχοι καὶ τὴν χώραν ἐδῄουν, ἐνέκειτο δὲ ὁ λοιμὸς, εἰρήνην τὰ πρὸς τοὺς πολεμίους εἶναι δοκεῖν ποιῶν, πάντα δʼ ἦν μεστὰ καπνοῦ, πυρκαϊᾶς, φθορᾶς τῆς μὲν ἔξω, τῆς δὲ ἔνδον κατὰ τὴν πόλιν. ἐγὼ μὲν γὰρ οὐδʼ ἐν ἅπαντι τῷ πολέμῳ τοσούτους ἡμῶν εὑρίσκω τοὺς τεθνεῶτας, μηδέ γʼ ἄλλοτε συμβαίη, Ζεῦ σῶτερ, ὅσους ἡ νόσος αὕτη διέφθειρεν. εἰ τοίνυν τότʼ ἀπαλγήσαντες κατελυσάμεθα, ὥσπερ τινὲς ἡμᾶς ἔπειθον, ἔσθʼ ὅπως ἄν τι τῶν μετὰ ταῦτα ἔργων πολλῶν καὶ καλῶν ἐπέπρακτο; οὐχ οἷόν τε. ἀλλʼ οἶμαι τὰ μὲν παρόντα λογισμῷ διενεγκόντες, τὸ δὲ μέλλον ταῖς ἀμείνοσι τῶν ἐλπίδων ἐπιτρέψαντες, πολλὰς μὲν ναυμαχίας αὐτοὺς κατεναυμαχήσαμεν, τελευτῶντες δὲ ἐν Πύλῳ ζῶντας λαβόντες ἠγάγομεν δεῦρο αὐτοῖς ὅπλοις. τοιαῦτα ὁ πόλεμος τοῖς ἐθέλουσι πονεῖν καὶ ταλαιπωρεῖν ἐθέλει χαρίζεσθαι. καὶ ταῦτʼ οὐ μόνον ἡμεῖς οἱ νῦν οὕτως ἔγνωμεν, ἀλλὰ καὶ τὸ τῶν πατέρων ὑπάρχει παράδειγμα παμμέγεθες, οἱ καὶ τέκνα καὶ γυναῖκας καὶ τὴν πόλιν αὐτὴν καὶ τὴν χώραν προεῖντο, οὐδὲν τοῦ παρʼ ἀξίαν εἶξαι νομίσαντες φοβερώτερον. εἰ δέ γε ἢ τὸν Ἄθω ἀκούοντες μεταποιούμενον ἢ τὸν Ἑλλήσποντον εὐθὺς ἐξεπλάγησαν ὥσπερ ἐν τραγῳδίᾳ, ἢ καὶ μετὰ ταῦθʼ ὡς ἐνίκησαν τὰς ἐπʼ Ἀρτεμισίῳ νίκας, ἀναγκαζόμενοι φεύγειν εἰς τὸ εἴσω τῆς Ἑλλάδος διὰ πλῆθος τῶν ἐπιουσῶν νεῶν, ἐνεθυμήθησαν ὡς ἀπέραντα πονοῦσι καὶ περισχήσει σφᾶς ὁ πόλεμος, καὶ πολλῷ γε μᾶλλον ὡς εἶδον ἤδη πᾶσαν