παραπομπὴν ἡμῖν ἔχει, ἡ δʼ ἀντʼ ἀμφοῖν τῶν χωρίων τούτων γίγνεται· τῶν γὰρ ἐξ ἁπάσης τῆς Σικελίας τὴν κομιδὴν ἀσφαλῆ μέχρι τοῦ Πειραιῶς ἔχει. πρὸς δὲ τοὺς βαρέως ἔχοντας τοῖς ἐνθάδε πράγμασι καὶ τῷ Δεκέλειαν τετειχίσθαι πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι, ὅτι πάντων ἔστʼ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς ὅλης παραχωρῆσαι, ὑπὲρ δὲ τοῦ Δεκελείας τείχους ἀγανακτεῖν, ὥσπερ οὐ τοὺς ἐκ τοῦ τείχους πλείω πράγματα ἔχοντας ἡμῶν. ἔπειτʼ ἐνθυμηθῶμεν, τρέποιτο δʼ εἰς ἑτέρους ἡ βλασφημία, πότερον νῦν χεῖρον ἔχει τὰ πράγματα τῇ πόλει καὶ φόβων ἔστʼ ἀξία πλειόνων, ἢ κατʼ ἐκεῖνον τὸν χρόνον, ἡνίχʼ ἧκον μὲν Πελοποννήσιοι πάντες αὐτοὶ καὶ οἱ σύμμαχοι καὶ τὴν χώραν ἐδῄουν, ἐνέκειτο δὲ ὁ λοιμὸς, εἰρήνην τὰ πρὸς τοὺς πολεμίους εἶναι δοκεῖν ποιῶν, πάντα δʼ ἦν μεστὰ καπνοῦ, πυρκαϊᾶς, φθορᾶς τῆς μὲν ἔξω, τῆς δὲ ἔνδον κατὰ τὴν πόλιν. ἐγὼ μὲν γὰρ οὐδʼ ἐν ἅπαντι τῷ πολέμῳ τοσούτους ἡμῶν εὑρίσκω τοὺς τεθνεῶτας, μηδέ γʼ ἄλλοτε συμβαίη, Ζεῦ σῶτερ, ὅσους ἡ νόσος αὕτη διέφθειρεν. εἰ τοίνυν τότʼ ἀπαλγήσαντες κατελυσάμεθα, ὥσπερ τινὲς ἡμᾶς ἔπειθον, ἔσθʼ ὅπως ἄν τι τῶν μετὰ ταῦτα ἔργων πολλῶν καὶ καλῶν ἐπέπρακτο; οὐχ οἷόν τε. ἀλλʼ οἶμαι τὰ μὲν παρόντα λογισμῷ διενεγκόντες, τὸ δὲ μέλλον ταῖς ἀμείνοσι τῶν ἐλπίδων ἐπιτρέψαντες, πολλὰς μὲν ναυμαχίας αὐτοὺς κατεναυμαχήσαμεν, τελευτῶντες δὲ ἐν Πύλῳ ζῶντας λαβόντες ἠγάγομεν δεῦρο αὐτοῖς ὅπλοις. τοιαῦτα ὁ πόλεμος τοῖς ἐθέλουσι πονεῖν καὶ ταλαιπωρεῖν ἐθέλει χαρίζεσθαι. καὶ ταῦτʼ οὐ μόνον ἡμεῖς οἱ νῦν οὕτως ἔγνωμεν, ἀλλὰ καὶ τὸ τῶν πατέρων ὑπάρχει παράδειγμα παμμέγεθες, οἱ καὶ τέκνα καὶ γυναῖκας καὶ τὴν πόλιν αὐτὴν καὶ τὴν χώραν προεῖντο, οὐδὲν τοῦ παρʼ ἀξίαν εἶξαι νομίσαντες φοβερώτερον. εἰ δέ γε ἢ τὸν Ἄθω ἀκούοντες μεταποιούμενον ἢ τὸν Ἑλλήσποντον εὐθὺς ἐξεπλάγησαν ὥσπερ ἐν τραγῳδίᾳ, ἢ καὶ μετὰ ταῦθʼ ὡς ἐνίκησαν τὰς ἐπʼ Ἀρτεμισίῳ νίκας, ἀναγκαζόμενοι φεύγειν εἰς τὸ εἴσω τῆς Ἑλλάδος διὰ πλῆθος τῶν ἐπιουσῶν νεῶν, ἐνεθυμήθησαν ὡς ἀπέραντα πονοῦσι καὶ περισχήσει σφᾶς ὁ πόλεμος, καὶ πολλῷ γε μᾶλλον ὡς εἶδον ἤδη πᾶσαν τὴν Ἀττικὴν πολεμίων καὶ πυρὸς μεστὴν, εἰ μὴ ταῦτα πάντα καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ γνώμῃ γενναίως καὶ περαιτέρω τῆς ἀνθρωπείας, εἰ οἷόν τε εἰπεῖν, φύσεως διήνεγκαν, ποῦ μὲν ἂν τρόπαια τοσαῦτα, ποῦ δʼ ἡγεμονία τῶν Ἑλλήνων, ποῦ δʼ αὐτὸ τὸ τοὺς Ἕλληνας εἶναι; τί τούτων ὑπῆρξεν ἂν ὧν, ὡς ἐπὶ πραχθεῖσιν εἰπεῖν, ζῆν οὐ καλὸν χωρίς; δεῖ τοίνυν τοῖς ὑπάρχουσι παραδείγμασι χρωμένους μὴ χείρους εἶναι πρὸς τὰ μέλλοντα, εἰδότας ὡς ἡ ῥᾳστώνη καὶ τὸ καθʼ ἡδονὴν ἀπὸ τῶν πόνων περιγίγνεται καὶ τὰ μέγιστα τῶν ἔργων τοὺς ἀρίστους μένει. λέγουσι δέ τινες καὶ περὶ τῶν Ἐγεσταίων ὡς ἐψεύσαντο ἃ εἶπον περὶ τῶν χρημάτων. ἐγὼ δʼ εἰ μὲν Ἐγεσταίων χάριν τὸν στόλον τοῦτον ἐποιησάμεθα, ὁμολογῶ δεῖν ἀποδέχεσθαι τοὺς κατʼ ἐκείνων λόγους· εἰ δὲ τὸ μὲν σχῆμα τῆς στρατείας Ἐγεσταῖοι καὶ Λεοντῖνοι παρεῖχον, οἱ δὲ κρατῆρες ἄλλο τι βουλομένων ἦσαν καὶ ἡ μέχρι Αἰγίνης ἅμιλλα, τί ταῦτα ληροῦμεν; οὐ γὰρ εἰ φαῦλοι περὶ ἡμᾶς Ἐγεσταῖοι γεγόνασι, διὰ τοῦτο καὶ ἡμᾶς ἀκολουθῆσαι προσήκει, οὐδʼ ὅτι ἐκεῖνοι κατʼ ἀνάγκας ἐψεύσαντο, διὰ τοῦτο καὶ ἡμᾶς ἐξεπίτηδες ἐναντία ἡμῖν αὐτοῖς ψηφίζεσθαι· οὐδʼ ἐπειδὴ ἐπὶ τῶν ἐν Ἐγέστῃ διημάρτομεν, καὶ τῶν ἄλλων εὐποριῶν τῶν πολλῶν καὶ οὐδὲν ὁμοίων τοῖς παρʼ ἐκείνων ἐλπισθεῖσιν ἑκόντας ἀποστερηθῆναι. τοσοῦτον δʼ εἰπεῖν ἔτι βούλομαι· εἰ τοῖς παρʼ Ἐγεσταίων, ὦ Ἀθηναῖοι, χρήμασι καὶ ταῖς ἐλπίσιν ἃς ἐκεῖνοι παρίστασαν, εἰ τούτοις πιστεύσαντες ἀφορμὴν ἱκανὴν ἔσεσθαι τῷ πολέμῳ στρατεύειν ἐπήρθημεν, ἀφιστώμεθα τῆς Σικελίας, καλῶμεν τοὺς ἐκεῖθεν, ἔστω πᾶς ἀχρεῖος λόγος, ὅστις μὴ ταῦτα συμφήσει. εἰ δʼ ἐκεῖνοι μὲν ἅτε ὄντες βάρβαροι προσυπισχνοῦντο ὑπὲρ τοῦ τινὲς εἶναι δοκεῖν, ἡμῖν δʼ ἑτέρωθεν τὸ ἰσχυρὸν ἦν [ἐστὶν ὁ λόγος λοιπόν]. ἀναμνησθῶμεν δʼ ἡμετέρου τινὸς αὐτῶν ἔργου, φέροντος εἰς τὰ παρόντα. ἦν γάρ ποτε χρόνος, ὦ Ἀθηναῖοι, ὅθʼ οἱ μὲν τὴν βασιλέως κακῶς ἡμῶν ἐποίουν τριήρεσι τριακοσίαις καὶ ἔτι πλείοσιν, οἱ δὲ Αἰγίνῃ προσεκάθηντο, Κορίνθιοι δʼ ἐπαρθέντες ἧκον εἰς Μέγαρα, ὡς ἢ κινήσοντες τοὺς ἐπʼ Αἰγίνης, ἢ Μεγαρέας αἱρήσοντες ἐρήμους βοηθῶν. ἡμεῖς δὲ τρίτην στρατείαν ἐξεύρομεν, ἧς ἦρχε Μυρωνίδης· οὗτοι δʼ ἦσαν οἱ πρεσβύτατοι καὶ νεώτατοι τῶν ἐν τῇ πόλει, καὶ συμβαλόντες Κορινθίοις ἐκρατοῦμεν πρὸ Μεγάρων· καὶ πάλιν ὡς ἠναίνοντο, ἑτέραν τὴν περὶ τοῦ τροπαίου· εἰς ἃ βλέψαντας καὶ δεδόσθαι τῇ πόλει παρὰ τῆς ἀγαθῆς τύχης νομίσαντας τὸ τολμᾶν, οὐ τοὺς ἐκ Σικελίας ἐνταῦθα χρὴ μεταπέμπεσθαι φοβηθέντας· οὐ γὰρ οἱ πρὸς τῷ πρυτανείῳ κάλλιστα τὰς Ἀθήνας φυλάξουσιν· ἀλλʼ εἰ προσδεῖ τοῖς ἐκεῖ βοηθείας, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, πέμπειν ἥτις μετρία, καὶ τάς τε ναῦς τὰς διαβρόχους ἰᾶσθαι ταῖς διαδοχαῖς, αἳ παρέξουσι σχολὴν ἀναψύχειν, καὶ τὸν Γύλιππον μὴ φοβεῖσθαι, στρατιὰν ἐκ τῆς Σικελίας συλλέγοντα, ἀλλʼ οἵτινες ἀντιπρεσβεύσαντες διακωλύσουσιν, ἢ καὶ ἑτέραν ἡμῖν ποριοῦσι, τὴν μὲν ἐξ αὐτῆς Σικελίας, τὴν δʼ ὅθεν ἂν συμβῇ, ταῦτα σκοπεῖσθαι, καὶ τοῖς λόγοις ἐκείνοις ἐρρῶσθαι λέγειν, ὡς οὐδʼ εἰ λάβοιμεν τὴν Σικελίαν, ῥᾳδίως ἂν φυλάξαιμεν. ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, βουλοίμην ἂν οὕτως ἔχειν ἤδη Σικελίαν, ὡς κεκτῆσθαί γε βεβαίως ἐπιτηδειοτάτην ἁπασῶν ὑπολαμβάνω. βλέψωμεν δὲ εἰς τὸ τοῦ βασιλέως παράδειγμα, ὃς ἔχει Κύπρον, τοσοῦτον ἀπέχων οὐ Κύπρου μόνον, ἀλλὰ καὶ θαλάττης ὅλως, καὶ ταῦτα διὰ τοῦ Φοινίκων ναυτικοῦ· καὶ προσέτι γε αὐτοὺς τοὺς Φοίνικας τοὺς ἔχοντας τὰς ναῦς, αὐτὸς οὐκ ἔχων οἰκείαν οὐδεμίαν, ὡς ἔπος εἰπεῖν. καὶ ἐῶ λέγειν Κίλικας καὶ τὸ κύκλῳ τοῦτο πᾶν. τί δὴ τὸ αἴτιον, ὦ Ἀθηναῖοι, ὅτι κἂν μὴ τοῖς ὁμοίοις ἰσχυρὸς ᾖ τις, τῇ δὲ ὅλῃ δυνάμει κρατῇ, πάντα δουλοῦται καὶ κατέχει ῥᾳδίως ἀφορμῇ τῷ φόβῳ χρώμενος; ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐκ ἔσθʼ ἥτις ἂν πώποτε ἀρχὴ μεγάλη συνέστη, εἴ τινες ἐξεφόβουν τοὺς ἐπιχειροῦντας, ὡς οὐδʼ εἰ προχωροίη, κατασχήσουσι. νῦν δʼ ἐνταῦθα δὴ καὶ κάλλιστα ἴδοι τις ἂν