μὲν γὰρ ἡμᾶς αὐτοὺς δραπετεύοντας, ἐπιθήσονται καταφρονήσαντες, θαρροῦντας δὲ ἂν αἴσθωνται, τάχʼ ἂν, εἰ τύχοιεν, ἀμείνους τῆς φύσεως γένοιντο. ἔτι δʼ οὓς ἂν κομίζωμεν αὐτῶν ἐν ταῖς ναυσὶν, οὐχ ἕξουσιν ἐκεῖ ποιεῖν ὃ νῦν ἐνταῦθα, ἀλλʼ ὥσπερ νῦν πρὸς τοὺς πολεμίους ἀπέρχονται κρατοῦντας τῆς χώρας, οὕτως ἐκεῖ γε κρατούντων τῆς χώρας πάλιν ἡμῶν καὶ τῶν πολεμίων ταυτὸν τοῦθʼ ὅπερ ἡμεῖς ἐνταῦθα πεπονθότων, οὐχ ἕξουσιν ὅπως μεταστήσονται, ἀλλʼ ἔκ γε τῶν εἰκότων οἱ παρʼ ἐκείνων μᾶλλον ὡς ἡμᾶς ἀφίξονται. χωρὶς δὲ τούτων οὐκ εἴ τι τῶν πάντων ἢ μεῖζον ἢ ἔλαττον ὑπομενοῦμεν, τοῦτο σκεπτέον, ἀλλʼ εἰ ταῦτα πάντα ὑπὲρ μεγάλων καρτερήσαιμεν, καὶ τὸν μισθὸν παρὰ τῶν πραγμάτων κομιούμεθα. πολὺ γάρ τοι βέλτιον οἶμαι τοῖς ὕστερον χρηστοῖς λῦσαι τὰ νῦν δυσχερῆ ἢ ταῦτά τε μή πω δύνασθαι κἀκείνων ἐθελοντὰς ἀποστῆναι. ὅλως δὲ παντὶ τῷ σχήματι τοῦ πολέμου συμβαῖνόν ἐστιν ἡ πρὸς τὴν Σικελίαν ἐξαγωγὴ τῶν πραγμάτων. εἰ μὲν γὰρ τοῦτον τὸν τρόπον ἡμῖν ἐδέδοκτο πολεμεῖν πρὸς Λακεδαιμονίους, ὃν ἐκεῖνοι προὐκαλοῦντο, ἄλλος ἂν ἦν λόγος· νῦν δὲ τί ἡμῖν ἔδοξεν ἀπʼ ἀρχῆς; ἐκείνους μὲν ἐμβάλλειν ἐᾶν, αὐτοὺς δὲ ταῖς ναυσὶ χρῆσθαι, καὶ τῆς μὲν γῆς δῃουμένης μὴ προτιμᾶν, πολλὴν ἔχοντας τὴν ἄλλην, τῇ Πελοποννήσῳ δʼ ἐγκεῖσθαι, ὡς οὐ τὸ τοῖς πρὸ ποδῶν μάχεσθαι τοῦτο σῶσον τὰ πράγματα, ἀλλὰ τὸ τὰς ἔξω δυνάμεις κακοῦν αὐτῶν. μὴ τοίνυν ἧττόν τι τοῖς ὅλοις συμφέρειν νομίσητε τἀν τῇ Σικελίᾳ κατεργασθέντα ἢ τὸ πλεῖν περὶ Πελοπόννησον, μηδʼ ἄλλως ἂν ἄμεινον τοὺς ἐκ Δεκελείας ἀπαγαγεῖν ἢ τὰς ἔξωθεν ἀφορμὰς αὐτῶν εἰ παρελοίμεθα. εἰ γὰρ μήτε πέμπειν εἰς Σικελίαν ἕξουσι μήθʼ ὑποδέχεσθαι τῶν ἐκεῖθεν μηδὲν, ὑμῖν δʼ αὖ διὰ χειρὸς ἅπαντα ταῦτα καταστήσεται, οὐκ ἔσθʼ ὅπως ἂν ἄμεινον καταλυθεῖεν οὐδʼ ὅπως ἂν μᾶλλον ἀπορήσαιεν ὅ τι χρήσαιντο. καὶ μὴν εἰ τὸν Ἑλλήσποντον περὶ πλείονος τῆς Ἀττικῆς ποιούμεθα τῆς σιτοπομπίας ἕνεκα, πόσῳ τοῦ γε Ἑλλησπόντου Σικελίαν εἰκός; ὁ μέν γε τῶν ἐκ τοῦ Πόντου πλοίων τὴν