ἡγουμένου, ἐναντιώτατα τῷ στόλῳ ἔχοντος, καὶ χρόνων τριβέντων, ὅμως τοσαύταις πλεονεξίαις ἐπὶ τῶν πραγμάτων κεχρήμεθα, εὔδηλον ὡς ἐξ ἀρχῆς γε οὐδὲν ἡμάρτομεν οἷς ἐψηφισάμεθα. εἰ δʼ αὖ μηδενὸς ἡμῖν τοσούτου προκεκομμένου λόγον εἶχεν ἡ πεῖρα, εὔδηλον ὡς αὐταῖς γε ταῖς Συρακούσαις νῦν προσκαθημένων καὶ τῆς ἔξω χώρας ὑφʼ ἡμῖν οὔσης ῥᾳδίως ἕτερος στόλος παρακύψας ἅπαν τὸ λοιπὸν ἐξεργάσεται. μὴ γὰρ οἴεσθε Συρακοσίους μὲν ἐπελθόντος Γυλίππου δυοῖν τριήροιν ἀναθαρρῆσαι, τοὺς δʼ ἡμετέρους στρατιώτας, ὅσην εἰκὸς πεμψάντων ὑμῶν δύναμιν, μὴ πολὺ μείζους τὰς γνώμας ἔσεσθαι, οἷς ἅμα τῇ τῶν οἰκείων ὄψει καὶ τὸ συνειδέναι τὸ πλῆθος ὧν ἐφʼ αὑτῶν κατώρθωσαν μεγάλη πρὸς εὐθυμίαν προϋπάρχει ῥοπή. καὶ μὴν, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐξ ἀρχῆς ἀποψηφίσασθαι τὸν πλοῦν γνώμῃ κεχρημένων, τὸ δʼ οὐ μόνον ἐψηφισμένους, ἀλλὰ καὶ δύναμιν τοσαύτην ἀποστείλαντας καὶ πᾶσι περιφανεῖς ἐφʼ οἷς διενοήθημεν γεγενημένους. εἶτʼ ἀνακαλεῖν, δυοῖν ἅπασιν ἔσται σημεῖον, ἀβουλίας καὶ ἀνανδρείας· ἀβουλίας μὲν, εἰ μηδὲν τούτων ἐξ ἀρχῆς εἴδομεν, ἀνανδρείας δʼ, εἰ φεύγειν Συρακοσίους δόξομεν. καίτοι κέρδος μὲν οὐδὲν οὕτω τῶν πάντων δή που τίμιον ὥσθʼ ἕνεκα αὐτοῦ τοσαύτην αἰσχύνην ὑποστῆναι, καὶ ταῦτʼ Ἀθηναίους ὄντας, οἷς οὐκ εἴ τι πεισόμεθα εἰς πλείω λόγον ἥκει σκοπεῖν, ἀλλὰ τί πράξαντες ἐν καλῷ τοῦ σχήματος εἴημεν ἄν. οὐ μὴν οὐδὲ τοῦτό γʼ ἂν εἴποι τις, ὡς ἔσθʼ ὅ τι κερδανοῦμεν, ταῦτα καὶ τὰ τοιαῦτα ὀνείδη νῦν ὑποστάντες. ἐχθρῶς μὲν γὰρ οὐδὲν ἧττον δή που τούς γε ἐπιβουλευθέντας ἀνάγκη κεκινῆσθαι, ἐάν τε ἐξεργασώμεθα τὴν ἐπιχείρησιν ἐάν τε μὴ, τῇ δὲ ἔχθρᾳ τὸ δοκεῖν χείρους εἶναι προστιθέμεθα. οὐκοῦν αἰσχύνη πλέον, οὐ κέρδος τὸ φυγεῖν γίγνεται· οὐκ, ἐάν γε ἐμοὶ πείθησθε. ἀλλʼ ἐπειδὴ ἀναγκαῖον τὸ τῆς ἔχθρας, ἔργου τινὸς αὐτὸ τιμησόμεθα ἀξίου, κἀκεῖνο εἰσόμεθα ὅτι ἐπεξιόντες μὲν οἷς ἐγνώκαμεν πολεμίων ἡμᾶς αὐτοὺς ἀπαλλάττομεν, ἀποδράντες δὲ ἀπὸ τῶν πραγμάτων πολεμίους ἡμῖν αὐτοῖς ὑπολείπομεν. οὕτω τὸ μὲν πρέπον αἱρούμενοι καὶ τὴν ὠφέλειαν ἅμʼ αὐτῷ κτώμεθα, τῷ δʼ αἰσχρῷ τὴν βλάβην ἐπισπώμεθα. καὶ μηδεὶς ὑμῶν ἐκεῖνο ἐνθυμηθῇ, ὡς οὐχ ὁμοίων τῶν πραγμάτων ὄντων τότε πρῶτον ἐπέμψαμεν καὶ νῦν ἐπανάξομεν, ἂν ταῦτα νικήσῃ. οὐδὲ γὰρ τότε ταῖς σπονδαῖς ταῖς πρὸς Λακεδαιμονίους θαρροῦντες ἐπέμπομεν. μέγα δὲ, ὦ Ἀθηναῖοι, τούτου σημεῖον· ἔτι γὰρ τοῦ πολέμου συνεστηκότος καὶ πολὺ πρότερον τῶν σπονδῶν ἐνεχειρήσαμεν τοῖς πράγμασιν. ἀλλὰ τί δὴ ποιῆσαν ἡμᾶς προθύμους εἰς τὴν στρατείαν ἦν; ὅπερ, ὦ Ἀθηναῖοι, καὶ δικαιότατον καὶ πᾶς τις εὔνους ὢν ὑμῖν συνεύχετο, τὸ θαρρεῖν τοῖς ὑπάρχουσι καὶ τὸ προσήκειν ἡγεῖσθαι τῇ τῆς θαλάττης ἀρχῇ τὴν προσθήκην ταύτην, ἣ τά τε ἡμέτερα αὐξήσειν ἔμελλεν οὐκ ὀλίγῳ τινὶ καὶ τῇ Πελοποννήσῳ πολλὰς ποιήσειν τὰς ἀπορίας. οὐ δὴ τοῦτο σκεπτέον, εἰ τότε εἰρήνην ἤγομεν, ἀλλʼ εἰ τοῖς τοῦ πολέμου πράγμασι συμφέρει τἀκεῖ διʼ ἡμῶν εἶναι, καὶ ὅτι γʼ εἰ τὰ σφόδρα πρῶτα δεῖ ζητεῖν, ἐν ἀκμῇ τοῦ πολέμου ταῦθʼ ὑμῖν ἔδοξε. καὶ μὴν οὐδὲ τὴν ἐπιτείχισιν οὐδὲ τὰς αὐτομολίας ἄξιον ἐμποδὼν θέσθαι. εἰ μὲν γὰρ ἐμέλλομεν παραλαβόντες τοὺς ὄντας ἡμῶν ἐν Σικελίᾳ κατὰ γῆν συμβαλεῖν Πελοποννησίοις, ἦν ἄν τι τοῦτο· εἰ δὲ ἀνάγκη μένειν εἴσω τείχους, κἂν δὶς τοσούτους μεταπεμψώμεθα, οὐχ ὁρῶ τὸ κέρδος ὃ τῇ κλήσει πρόσεστιν, εἰ μὴ καὶ τοῦτο πάντων ἐναντιώτατον τῇ πολιορκίᾳ, ἥν φασί τινες ἡμᾶς πολιορκεῖσθαι, πάντας ἐν ταὐτῷ συνειλεγμένους ἀργεῖν. ἡγοῦμαι δʼ ἔγωγε οὐδὲ τοὺς οἰκέτας τοῦ πλήθους ἡμῶν ὑπερορῶντας νῦν ἀποδιδράσκειν, ἀλλὰ τὰ μὲν τῷ λήσειν ἐξ ἀρχῆς πιστεύοντας, τὰ δʼ εἰ γένοιντο ἅπαξ ἐν τοῖς πολεμίοις, οὐδὲν πείσεσθαι νομίζοντας, ὅλως δὲ τῇ δούλων φύσει χρωμένους, ἣ καθάπερ τῷ προσρήματι τοῖς δεσπόταις ἐναντία, οὕτω κἀν τοῖς βουλήμασιν. ἀντὶ γὰρ ὧν εὖ πάσχουσι μισοῦσι καὶ δίκην ἐθέλουσι λαμβάνειν ὧν χάριν ἐκτίνειν εἰκὸς ἦν. αὕτη δέ ἐστι μὴ παντάπασιν ἔχειν εὐμενῶς τοῖς δεσπόταις. ἐγὼ τοίνυν καὶ πρὸς αὐτὰς τὰς αὐτομολίας ἐπιτηδειότερον τὸν ἀπόστολον εὑρίσκω. ὁρῶντες μὲν γὰρ ἡμᾶς αὐτοὺς δραπετεύοντας, ἐπιθήσονται καταφρονήσαντες, θαρροῦντας δὲ ἂν αἴσθωνται, τάχʼ ἂν, εἰ τύχοιεν, ἀμείνους τῆς φύσεως γένοιντο. ἔτι δʼ οὓς ἂν κομίζωμεν αὐτῶν ἐν ταῖς ναυσὶν, οὐχ ἕξουσιν ἐκεῖ ποιεῖν ὃ νῦν ἐνταῦθα, ἀλλʼ ὥσπερ νῦν πρὸς τοὺς πολεμίους ἀπέρχονται κρατοῦντας τῆς χώρας, οὕτως ἐκεῖ γε κρατούντων τῆς χώρας πάλιν ἡμῶν καὶ τῶν πολεμίων ταυτὸν τοῦθʼ ὅπερ ἡμεῖς ἐνταῦθα πεπονθότων, οὐχ ἕξουσιν ὅπως μεταστήσονται, ἀλλʼ ἔκ γε τῶν εἰκότων οἱ παρʼ ἐκείνων μᾶλλον ὡς ἡμᾶς ἀφίξονται. χωρὶς δὲ τούτων οὐκ εἴ τι τῶν πάντων ἢ μεῖζον ἢ ἔλαττον ὑπομενοῦμεν, τοῦτο σκεπτέον, ἀλλʼ εἰ ταῦτα πάντα ὑπὲρ μεγάλων καρτερήσαιμεν, καὶ τὸν μισθὸν παρὰ τῶν πραγμάτων κομιούμεθα. πολὺ γάρ τοι βέλτιον οἶμαι τοῖς ὕστερον χρηστοῖς λῦσαι τὰ νῦν δυσχερῆ ἢ ταῦτά τε μή πω δύνασθαι κἀκείνων ἐθελοντὰς ἀποστῆναι. ὅλως δὲ παντὶ τῷ σχήματι τοῦ πολέμου συμβαῖνόν ἐστιν ἡ πρὸς τὴν Σικελίαν ἐξαγωγὴ τῶν πραγμάτων. εἰ μὲν γὰρ τοῦτον τὸν τρόπον ἡμῖν ἐδέδοκτο πολεμεῖν πρὸς Λακεδαιμονίους, ὃν ἐκεῖνοι προὐκαλοῦντο, ἄλλος ἂν ἦν λόγος· νῦν δὲ τί ἡμῖν ἔδοξεν ἀπʼ ἀρχῆς; ἐκείνους μὲν ἐμβάλλειν ἐᾶν, αὐτοὺς δὲ ταῖς ναυσὶ χρῆσθαι, καὶ τῆς μὲν γῆς δῃουμένης μὴ προτιμᾶν, πολλὴν ἔχοντας τὴν ἄλλην, τῇ Πελοποννήσῳ δʼ ἐγκεῖσθαι, ὡς οὐ τὸ τοῖς πρὸ ποδῶν μάχεσθαι τοῦτο σῶσον τὰ πράγματα, ἀλλὰ τὸ τὰς ἔξω δυνάμεις κακοῦν αὐτῶν. μὴ τοίνυν ἧττόν τι τοῖς ὅλοις συμφέρειν νομίσητε τἀν τῇ Σικελίᾳ κατεργασθέντα ἢ τὸ πλεῖν περὶ Πελοπόννησον, μηδʼ ἄλλως ἂν ἄμεινον τοὺς ἐκ Δεκελείας ἀπαγαγεῖν ἢ τὰς ἔξωθεν ἀφορμὰς αὐτῶν εἰ παρελοίμεθα. εἰ γὰρ μήτε πέμπειν εἰς Σικελίαν ἕξουσι μήθʼ ὑποδέχεσθαι τῶν ἐκεῖθεν μηδὲν, ὑμῖν δʼ αὖ διὰ χειρὸς ἅπαντα ταῦτα καταστήσεται, οὐκ ἔσθʼ ὅπως ἂν ἄμεινον καταλυθεῖεν οὐδʼ ὅπως ἂν μᾶλλον ἀπορήσαιεν ὅ τι χρήσαιντο. καὶ μὴν εἰ τὸν Ἑλλήσποντον περὶ πλείονος τῆς Ἀττικῆς ποιούμεθα τῆς σιτοπομπίας ἕνεκα, πόσῳ τοῦ γε Ἑλλησπόντου Σικελίαν εἰκός; ὁ μέν γε τῶν ἐκ τοῦ Πόντου πλοίων τὴν