διεκίνησεδʼ αὐτὰ καλῶς ὁ πόλεμος. νῦν μὲν οὖν πρὸς τὴν ἐξαίφνης εὐημερίαν αὐτῶν καὶ τὸ παρʼ ἐλπίδα δοκεῖν ἀνενηνοχέναι συνεσταλμένοι σχηματίζονται. εἰ δʼ αὖθις ἄλλος στόλος φανείη, διʼ ὀλίγου εὑρήσετε, ὦ Ἀθηναῖοι, τὴν Σικελίαν τὴν πολλὴν καὶ πολυάνθρωπον ὑμετέραν οὖσαν. τὸ μὲν τοίνυν ἐξ ἀρχῆς πείθειν ὑμᾶς πλεῖν λόγου ἐδεῖτο ἴσως καὶ πλείονος τῆς ἐξετάσεως· νῦν δʼ εἰς τὰ πράγματʼ αὐτὰ βλέψας ἄν τις εὕροι πανταχῆ καὶ συμφέροντα καὶ οὐ μείζονα ἢ καταπρᾶξαι δύνασθαι καὶ οὐκ ἀδύνατα εἰς τὸ πραχθῆναι βεβουλευμένους ὑμᾶς. τῆς τε γὰρ θαλάττης κεκρατήκαμεν τοσοῦτον ὅσον πλεῖστον ἐξῆν, κατὰ γῆν τε μάχην ἥντινα οὐ πολλῷ νενικήκαμεν οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσούτων τῶν πασῶν ἄχρι τούτου γεγενημένων. καίτοι πῶς οὐκ ἄτοπον εἰ διότι μὲν τοσαῦτα νενικήκαμεν ἑξῆς μὴ θαρρεῖν οἰησόμεθα χρῆναι, ὅτι δʼ ἡ νῦν οὐ κατὰ νοῦν ἐχώρησε μάχη μία, τοῦτʼ εἰς ἄφυκτον θήσομεν; καὶ Συρακόσιοι μὲν ἴσασι θαρρεῖν οὕτω πολλὰ καὶ συνεχῆ δυστυχήσαντες, ἡμεῖς δʼ οἷς τοσαῦτα ἀπʼ ἐκείνων ἕστηκε τρόπαια, ταυτὸν τοῦτʼ οὐχὶ ποιήσομεν; οὐδʼ ἀπʼ αὐτῶν ὧν προσπταῖσαι δοκοῦμεν εἰσόμεθα ὡς οὐκ ἀγαθὸν τὸ ῥᾳδίως ὑφίεσθαι; φέρε γὰρ πρὸς Διὸς, εἴ τις ἐν Συρακοσίοις λέγων, ὅτε πάντʼ ἐφεξῆς ἀπετύγχανον, ὡς δεῖ καταλύσασθαι τὸν πόλεμον καὶ παραδοῦναι τὴν πόλιν ἡμῖν, εἶτʼ ἔπεισεν, ἔσθʼ ὅπως ἂν ἢ Γύλιππος ἦλθεν αὐτοῖς πρῶτον, ἢ νὴ Δίʼ ἐπελθὼν εἶχεν ὃ ποιοίη; καὶ πῶς ἄν; οὐδαμῶς. νῦν δʼ οἶμαι τὰς ἐλπίδας ἐκτείναντες καὶ τῶν ἐν ποσὶ δυσκόλων ἀεὶ κρείττους ταῖς δόξαις γενόμενοι τοσοῦτον γοῦν κεκερδάκασιν, ὅσον δοκεῖν ἤδη περὶ τῶν ἴσων αὐτοῖς εἶναι τὸν λόγον. οὐ τοίνυν τὸ κεχωρηκέναι τι τῶν πάντων κατὰ νοῦν αὐτοῖς φοβητέον μᾶλλον ἢ τοῦτʼ αὐτὸ ποιησαμένους παράδειγμα τοῖς πράγμασι βοηθητέον ἐρρωμένως, ὡς μήτε χείρους ἐκείνων ἐλπίζειν φανείημεν, καὶ ταῦτα πάντων ἀνθρώπων οὐ μόνον καταπρᾶξαι τὰ δοκοῦντα κρατίστους ἡμᾶς ὑπειληφότων, ἀλλὰ κἀν τοῖς δεινοῖς ἐπὶ πλεῖστον διαφέρειν, μήθʼ ἃ τοῦ παρελθόντος ἡμῖν κέρδη γέγονε χρόνου, ταῦτʼ εἰκῆ διαφθείραιμεν. καὶ μὴν ὅτε Νικίου γε