τὰς Συρακούσας, συμβῆναί τε νεώτερα ἐν τῷ στρατοπέδῳ, Ἀλκιβιάδου μὲν ἀπελθόντος, Λαμάχου δὲ τελευτήσαντος, Γυλίππου δὲ ἐπελθόντος, ταῦτʼ ἐστὶν ἃ τὴν τοῦ χρόνου τριβὴν ἐμπεποίηκεν. οὐ γὰρ πλέον γε οὐδὲν, σὺν θεοῖς εἰρῆσθαι, φοβοῦμαι. ποῦ γὰρ ἂν ἢ τὸ παρατείχισμα τοῦτο τὸ νῦν ἐνοχλοῦν ἐξῳκοδόμητο, μὴ τῆς ἐκ Λακεδαίμονος βοηθείας ἐπελθούσης; ἢ τὴν βοήθειαν μὴ ὅτι ταύτην, ἀλλά τινα σχολὴν τοῦ μεταπέμψασθαι Συρακόσιοι πότʼ ἂν ἔσχον, εἴ τις ἢ τότε ἐξ ἀρχῆς ἐπέκειτο, ἢ παραγιγνομένην γε οἱ ταχθέντες ἐκώλυον, εἰ προῄσθοντο καὶ μὴ παρεῖσάν τι τοῖς ἡμετέροις, ἐξ ἴσου τῶν ἐν Σικελίᾳ; νῦν δὲ τὰ μὲν βραδυτὴς ἑνὸς ἀνδρὸς καὶ δυοῖν, τὰ δὲ καιροῦ τύχη βουλεύεσθαι περὶ τῶν ἑτοίμων ἡμᾶς πεποίηκεν· ἐπεὶ τοῖς γε ὅλοις ὁπόσῳ τινὶ κρείττους γεγενήμεθα καὶ Νικίας αὐτὸς μαρτυρεῖ. τίνος οὖν ἕνεκα ταῦτα λέγω νῦν; οὐ κατηγορίας ἕνεκα Νικίου, οὐδʼ ὅτι ἧττον ἔχει τὰ πράγματα ὡς ἔχει, εἴθʼ οὕτως εἴθʼ ἑτέρως ἐνταῦθα ἐλήλυθεν, ἀλλʼ ὅτι παμπόλλῳ πρός γε τὸ μέλλον διαφέρει. εἰ μὲν γὰρ ὅλως ἡμῶν ὑπερεῖχον οἱ πολέμιοι, κἂν αὐτὸς ὤκνουν· ἐπεὶ δʼ ἐν ἅπασι καὶ πανταχοῦ κεκρατήκαμεν αὐτῶν καλῶς ποιοῦντες, τά γʼ ἐν μέρει ταῦτʼ ἔνι δή που τοῦ λοιποῦ καὶ φυλάξασθαι καὶ διορθώσασθαι. ἐνθυμηθῶμεν δὲ ὡς πόλλʼ ἄττα τῶν ἐκεῖ πραγμάτων ἐστὶν οὐκ ἐῶνθʼ ἡμᾶς ἀποστῆναι. πρῶτον μὲν, ὦ Ἀθηναῖοι, καὶ πᾶσιν ἰδεῖν κοινότατον τὸ μὴ χρῆναι καταλύειν τὰ δεδογμένα, μηδʼ ὥσπερ παῖδας ῥᾳδίως μὲν ἐπιθυμοῦντας, προχείρως δὲ καταλείποντας. ἴσως μὲν γὰρ καὶ παρὰ τουτοισὶ Μεγαρεῦσι καὶ Βοιωτοῖς καὶ πᾶσιν ὅσοι μικρὰς ἢ μείζους πόλεις οἰκοῦσιν ἰσχυρὸν τὸ δεῖν τοῖς ἐγνωσμένοις ἐμμένειν, καὶ πέρας εἶναι τῶν ἀμφισβητησίμων ἁπάντων τὸ ψηφίσασθαι, οὐ μὴν οὐδέσι μᾶλλον ἢ ὑμῖν τοῦτο προσῆκον φανεῖται. ὅσῳ γάρ ἐστε σοφώτατοι τῶν Ἑλλήνων αὐτοί τε ἐφʼ ὑμῶν αὐτῶν ἄριστοι λογίσασθαι τὰ δέοντα καὶ ἑτέρου λέγοντος κρῖναι τοσούτῳ πλέονος κληρονομεῖν ἀνάγκη τῆς αἰσχύνης, εἴ τι φαίνοισθε λύοντες ὧν ἐγνώκατε. δεῖ γὰρ δυοῖν θάτερον, ἢ τὸ πρῶτον ψηφιζομένους ἔξω τοῦ φρονεῖν εἶναι δοκεῖν, ἢ τὰ δεύτερα ἁμαρτάνειν. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν, ὡς ἄρα ὀλίγοι περὶ τούτων ἐξ ἀρχῆς ἐγένοντο λόγοι παρʼ ἡμῖν, ἢ μιᾶς ἡμέρας μέρει μικρῷ τὸ πᾶν ἐπετρέψαμεν. ἀλλʼ ὡς μὲν καὶ κατʼ ἀρχὰς ἔτι τοῦ πολέμου καὶ Συρακοσίους ἐχθροὺς εἶναι καὶ τῶν Ἑλλήνων τῶν ἐκεῖ τοῖς δεομένοις βοηθεῖν ἐψηφίσασθε, καὶ τοὺς ἀποστόλους οὓς ἐπέμψατε πείρας ἕνεκα τοῦ παντὸς, ἐάσω· ἀλλʼ ἡνίκα τὸν μέγαν τουτονὶ στόλον πέμπειν διενοούμεθα, τίς λόγος οὐκ ἐρρήθη παρʼ ἡμῖν; ἢ τίς οὐκ ἐτρίβη χρόνος; ἢ τίνι τῶν πάντων εἰπεῖν οὐκ ἀπεδώκαμεν; οἳ καὶ τὸ τελευταῖον περὶ τῆς παρασκευῆς αὐτῆς ἐκκλησίαν ποιοῦντες, παρελθόντος Νικίου καὶ πάλιν ἀντιλέγοντος ἐξ ἀρχῆς σχεδὸν ταῦθʼ ἅπερ καὶ νῦν ἐν τοῖς γράμμασιν, ὡς ἡ Σικελία πολλὴ καὶ οὔτε λαβεῖν ῥᾳδία οὔτε κατασχεῖν, ἐὰν ἄρα κτησώμεθα, * * ἀμφότερʼ εἰπεῖν ἔστιν, ὦ Ἀθηναῖοι· οὔτε γὰρ ὀργὴν οὐδʼ ἡντινοῦν ἐποιησάμεθʼ, ὥστʼ εἰπεῖν τὰ δοκοῦντα κωλῦσαι, καὶ διὰ πάντων ἀκούσαντες ἔτʼ ἄμεινον ἔγνωμεν ὡς χρὴ πλεῖν. εἰκότως, ὦ Ἀθηναῖοι. πολὺ γὰρ μᾶλλον προτρεπόντων καὶ κινούντων οἱ τοιοῦτοι λόγοι πάντες ἢ κωλυόντων εἰσὶν ὡς οἷόν τε. τό τε γὰρ μέγεθος τῆς νήσου καὶ ὁ περίπλους ἆθλόν ἐστι τοῦ τολμήματος ἄξιον τό τε συμμίκτους εἶναι τοὺς ἔχοντας αὐτὴν καὶ μὴ ταυτὸν φρονεῖν πρὸς ἡμῶν ἐστιν. ἓν μὲν γὰρ ὄντες γένος πάντες χαλεποὶ καὶ παραπεῖσαι καὶ βιάσασθαι διὰ τέλους ἂν ἦσαν, σύγκλυδες δὲ καὶ πανταχόθεν συμπεφορημένοι συμμάχων οὐχ ἧττον ἡμῖν ἔχουσι τάξιν ἢ πολεμίων. οὐ γὰρ ἂν γένοιντο καθʼ ἓν, ὥστε ὑπάρχειν τοὺς ἑτέρους κατὰ τῶν ἑτέρων ἔχειν. ὥσπερ γὰρ πόλιν οἶμαι στασιάζουσαν ῥᾷόν ἐστι παραστήσασθαι, οὕτω καὶ νῆσον, ἥτις ἐξ ἀρχῆς διῄρηται. ἔτι δʼ, ὦ Ἀθηναῖοι, πρὶν μὲν παραβαλεῖν ἡμέτερον ναυτικὸν εἰς Σικελίαν, ἦν τις ἀφορμὴ Συρακοσίοις ἀπὸ τῶν συμμάχων, παρούσης δὲ ἀποστροφῆς οἱ πρότερον κατʼ ἀνάγκας ἐκείνων ἀκούοντες σφαλεροὶ μὲν, εἰ παραμένοιεν, κοινωνοὶ τῶν πραγμάτων αὐτοῖς, χαλεποὶ δʼ, εἰ μετασταῖεν, γίγνονται πολέμιοι· διεκίνησεδʼ αὐτὰ καλῶς ὁ πόλεμος. νῦν μὲν οὖν πρὸς τὴν ἐξαίφνης εὐημερίαν αὐτῶν καὶ τὸ παρʼ ἐλπίδα δοκεῖν ἀνενηνοχέναι συνεσταλμένοι σχηματίζονται. εἰ δʼ αὖθις ἄλλος στόλος φανείη, διʼ ὀλίγου εὑρήσετε, ὦ Ἀθηναῖοι, τὴν Σικελίαν τὴν πολλὴν καὶ πολυάνθρωπον ὑμετέραν οὖσαν. τὸ μὲν τοίνυν ἐξ ἀρχῆς πείθειν ὑμᾶς πλεῖν λόγου ἐδεῖτο ἴσως καὶ πλείονος τῆς ἐξετάσεως· νῦν δʼ εἰς τὰ πράγματʼ αὐτὰ βλέψας ἄν τις εὕροι πανταχῆ καὶ συμφέροντα καὶ οὐ μείζονα ἢ καταπρᾶξαι δύνασθαι καὶ οὐκ ἀδύνατα εἰς τὸ πραχθῆναι βεβουλευμένους ὑμᾶς. τῆς τε γὰρ θαλάττης κεκρατήκαμεν τοσοῦτον ὅσον πλεῖστον ἐξῆν, κατὰ γῆν τε μάχην ἥντινα οὐ πολλῷ νενικήκαμεν οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσούτων τῶν πασῶν ἄχρι τούτου γεγενημένων. καίτοι πῶς οὐκ ἄτοπον εἰ διότι μὲν τοσαῦτα νενικήκαμεν ἑξῆς μὴ θαρρεῖν οἰησόμεθα χρῆναι, ὅτι δʼ ἡ νῦν οὐ κατὰ νοῦν ἐχώρησε μάχη μία, τοῦτʼ εἰς ἄφυκτον θήσομεν; καὶ Συρακόσιοι μὲν ἴσασι θαρρεῖν οὕτω πολλὰ καὶ συνεχῆ δυστυχήσαντες, ἡμεῖς δʼ οἷς τοσαῦτα ἀπʼ ἐκείνων ἕστηκε τρόπαια, ταυτὸν τοῦτʼ οὐχὶ ποιήσομεν; οὐδʼ ἀπʼ αὐτῶν ὧν προσπταῖσαι δοκοῦμεν εἰσόμεθα ὡς οὐκ ἀγαθὸν τὸ ῥᾳδίως ὑφίεσθαι; φέρε γὰρ πρὸς Διὸς, εἴ τις ἐν Συρακοσίοις λέγων, ὅτε πάντʼ ἐφεξῆς ἀπετύγχανον, ὡς δεῖ καταλύσασθαι τὸν πόλεμον καὶ παραδοῦναι τὴν πόλιν ἡμῖν, εἶτʼ ἔπεισεν, ἔσθʼ ὅπως ἂν ἢ Γύλιππος ἦλθεν αὐτοῖς πρῶτον, ἢ νὴ Δίʼ ἐπελθὼν εἶχεν ὃ ποιοίη; καὶ πῶς ἄν; οὐδαμῶς. νῦν δʼ οἶμαι τὰς ἐλπίδας ἐκτείναντες καὶ τῶν ἐν ποσὶ δυσκόλων ἀεὶ κρείττους ταῖς δόξαις γενόμενοι τοσοῦτον γοῦν κεκερδάκασιν, ὅσον δοκεῖν ἤδη περὶ τῶν ἴσων αὐτοῖς εἶναι τὸν λόγον. οὐ τοίνυν τὸ κεχωρηκέναι τι τῶν πάντων κατὰ νοῦν αὐτοῖς φοβητέον μᾶλλον ἢ τοῦτʼ αὐτὸ ποιησαμένους παράδειγμα τοῖς πράγμασι βοηθητέον ἐρρωμένως, ὡς μήτε χείρους ἐκείνων ἐλπίζειν φανείημεν, καὶ ταῦτα πάντων ἀνθρώπων οὐ μόνον καταπρᾶξαι τὰ δοκοῦντα κρατίστους ἡμᾶς ὑπειληφότων, ἀλλὰ κἀν τοῖς δεινοῖς ἐπὶ πλεῖστον διαφέρειν, μήθʼ ἃ τοῦ παρελθόντος ἡμῖν κέρδη γέγονε χρόνου, ταῦτʼ εἰκῆ διαφθείραιμεν. καὶ μὴν ὅτε Νικίου γε