τὸ μὲν κατηγορεῖν, ὦ Ἀθηναῖοι, Νικίου καὶ λέγειν ὡς οὔτʼ ἐξ ἀρχῆς ἐκπλεῖν ἐνθένδε ἐβούλετο νῦν τε δυοῖν θάτερον, ἢ πλείω καὶ μείζω τὰ δυσχερῆ ποιεῖ τῷ λόγῳ, ἢ εἰ τὰ μάλιστα ταῦθʼ οὕτως ἔχει, πάντως αὐτός ἐστʼ αἴτιος, ἄλλῳ παρίημι. καὶ γὰρ οὔτε φύσει πρὸς ἀνδρὸς σώφρονος προχείρως ἐθέλειν αἰτιᾶσθαι καὶ ὁντιναοῦν τῶν πολιτῶν, Νικίᾳ τε εἰς εὔνοιαν πλείων μερὶς παρὰ πάντων ἡμῶν ἐκ τῶν ὑπαρχόντων, ἂν τὰ δίκαια ποιῶμεν, ὀφείλεται. καὶ ὅπως γε εἰδῆτε, ὦ Ἀθηναῖοι, ὅσον φιλονεικίας ἢ τοῦ βασκαίνειν τὸν ἄνδρα ἀφέστηκα, τὴν ἀρχὴν ἀπὸ τούτου ποιήσομαι. δυοῖν γὰρ ὄντοιν ὑπὲρ ὧν βουλεύεσθε, ἑνὸς μὲν καὶ πρώτου πότερα χρὴ μεταπέμπεσθαι τὴν στρατιὰν, ἢ πέμπειν βοήθειαν, ἑτέρου δὲ τοῦ παραλύειν ἢ μὴ Νικίαν τῆς ἀρχῆς, ἐὰν τὸ πέμπειν κρατῇ, φημὶ χρῆναι Νικίαν ἄρχειν πρὸς οἷς ἂν προέλησθε νυνὶ καὶ μηδὲν πράττειν ἐκείνου χωρίς. ὡς δὲ οὔτʼ ἐγχωρεῖ τοὺς ἐκεῖθεν καλεῖν, πέμπειν τε ἀνάγκη τοὺς βοηθήσοντας, ταῦτα ἀκούσατε. ἔστι δὴ πρῶτον, ὦ Ἀθηναῖοι, τῆς συμβουλῆς ἐπανεῖναι τὴν παροῦσαν ἀθυμίαν, λογιζομένους ὡς οὐδενὶ τῶν παρʼ ἡμῶν οὕτω τἀκεῖ διάκειται. οὔτε γὰρ ταῖς παρασκευαῖς ἡττήμεθα τῶν πολεμίων οὔτε τὰς φύσεις δή που χείρους ἂν εἶναι φήσαιμεν, ἀλλʼ ἕνεκα μὲν τούτων κἂν πάλαι πέρας εἶχε τὰ πράγματα, καὶ οὐ χεῖρον ἤ τις ἂν ηὔξατο ἦν. τὸ δὲ μήτε ταχεῖαν τὴν ἐπιχείρησιν γενέσθαι μήτʼ ἐπʼ αὐτὰς εὐθὺς πλεῦσαι τοὺς στρατηγοὺς