τὸ μὲν κατηγορεῖν, ὦ Ἀθηναῖοι, Νικίου καὶ λέγειν ὡς οὔτʼ ἐξ ἀρχῆς ἐκπλεῖν ἐνθένδε ἐβούλετο νῦν τε δυοῖν θάτερον, ἢ πλείω καὶ μείζω τὰ δυσχερῆ ποιεῖ τῷ λόγῳ, ἢ εἰ τὰ μάλιστα ταῦθʼ οὕτως ἔχει, πάντως αὐτός ἐστʼ αἴτιος, ἄλλῳ παρίημι. καὶ γὰρ οὔτε φύσει πρὸς ἀνδρὸς σώφρονος προχείρως ἐθέλειν αἰτιᾶσθαι καὶ ὁντιναοῦν τῶν πολιτῶν, Νικίᾳ τε εἰς εὔνοιαν πλείων μερὶς παρὰ πάντων ἡμῶν ἐκ τῶν ὑπαρχόντων, ἂν τὰ δίκαια ποιῶμεν, ὀφείλεται. καὶ ὅπως γε εἰδῆτε, ὦ Ἀθηναῖοι, ὅσον φιλονεικίας ἢ τοῦ βασκαίνειν τὸν ἄνδρα ἀφέστηκα, τὴν ἀρχὴν ἀπὸ τούτου ποιήσομαι. δυοῖν γὰρ ὄντοιν ὑπὲρ ὧν βουλεύεσθε, ἑνὸς μὲν καὶ πρώτου πότερα χρὴ μεταπέμπεσθαι τὴν στρατιὰν, ἢ πέμπειν βοήθειαν, ἑτέρου δὲ τοῦ παραλύειν ἢ μὴ Νικίαν τῆς ἀρχῆς, ἐὰν τὸ πέμπειν κρατῇ, φημὶ χρῆναι Νικίαν ἄρχειν πρὸς οἷς ἂν προέλησθε νυνὶ καὶ μηδὲν πράττειν ἐκείνου χωρίς. ὡς δὲ οὔτʼ ἐγχωρεῖ τοὺς ἐκεῖθεν καλεῖν, πέμπειν τε ἀνάγκη τοὺς βοηθήσοντας, ταῦτα ἀκούσατε. ἔστι δὴ πρῶτον, ὦ Ἀθηναῖοι, τῆς συμβουλῆς ἐπανεῖναι τὴν παροῦσαν ἀθυμίαν, λογιζομένους ὡς οὐδενὶ τῶν παρʼ ἡμῶν οὕτω τἀκεῖ διάκειται. οὔτε γὰρ ταῖς παρασκευαῖς ἡττήμεθα τῶν πολεμίων οὔτε τὰς φύσεις δή που χείρους ἂν εἶναι φήσαιμεν, ἀλλʼ ἕνεκα μὲν τούτων κἂν πάλαι πέρας εἶχε τὰ πράγματα, καὶ οὐ χεῖρον ἤ τις ἂν ηὔξατο ἦν. τὸ δὲ μήτε ταχεῖαν τὴν ἐπιχείρησιν γενέσθαι μήτʼ ἐπʼ αὐτὰς εὐθὺς πλεῦσαι τοὺς στρατηγοὺς τὰς Συρακούσας, συμβῆναί τε νεώτερα ἐν τῷ στρατοπέδῳ, Ἀλκιβιάδου μὲν ἀπελθόντος, Λαμάχου δὲ τελευτήσαντος, Γυλίππου δὲ ἐπελθόντος, ταῦτʼ ἐστὶν ἃ τὴν τοῦ χρόνου τριβὴν ἐμπεποίηκεν. οὐ γὰρ πλέον γε οὐδὲν, σὺν θεοῖς εἰρῆσθαι, φοβοῦμαι. ποῦ γὰρ ἂν ἢ τὸ παρατείχισμα τοῦτο τὸ νῦν ἐνοχλοῦν ἐξῳκοδόμητο, μὴ τῆς ἐκ Λακεδαίμονος βοηθείας ἐπελθούσης; ἢ τὴν βοήθειαν μὴ ὅτι ταύτην, ἀλλά τινα σχολὴν τοῦ μεταπέμψασθαι Συρακόσιοι πότʼ ἂν ἔσχον, εἴ τις ἢ τότε ἐξ ἀρχῆς ἐπέκειτο, ἢ παραγιγνομένην γε οἱ ταχθέντες ἐκώλυον, εἰ προῄσθοντο καὶ μὴ παρεῖσάν τι τοῖς ἡμετέροις, ἐξ ἴσου τῶν ἐν Σικελίᾳ; νῦν δὲ τὰ μὲν βραδυτὴς ἑνὸς ἀνδρὸς καὶ δυοῖν, τὰ δὲ καιροῦ τύχη βουλεύεσθαι περὶ τῶν ἑτοίμων ἡμᾶς πεποίηκεν· ἐπεὶ τοῖς γε ὅλοις ὁπόσῳ τινὶ κρείττους γεγενήμεθα καὶ Νικίας αὐτὸς μαρτυρεῖ. τίνος οὖν ἕνεκα ταῦτα λέγω νῦν; οὐ κατηγορίας ἕνεκα Νικίου, οὐδʼ ὅτι ἧττον ἔχει τὰ πράγματα ὡς ἔχει, εἴθʼ οὕτως εἴθʼ ἑτέρως ἐνταῦθα ἐλήλυθεν, ἀλλʼ ὅτι παμπόλλῳ πρός γε τὸ μέλλον διαφέρει. εἰ μὲν γὰρ ὅλως ἡμῶν ὑπερεῖχον οἱ πολέμιοι, κἂν αὐτὸς ὤκνουν· ἐπεὶ δʼ ἐν ἅπασι καὶ πανταχοῦ κεκρατήκαμεν αὐτῶν καλῶς ποιοῦντες, τά γʼ ἐν μέρει ταῦτʼ ἔνι δή που τοῦ λοιποῦ καὶ φυλάξασθαι καὶ διορθώσασθαι. ἐνθυμηθῶμεν δὲ ὡς πόλλʼ ἄττα τῶν ἐκεῖ πραγμάτων ἐστὶν οὐκ ἐῶνθʼ ἡμᾶς ἀποστῆναι. πρῶτον μὲν, ὦ Ἀθηναῖοι, καὶ πᾶσιν ἰδεῖν κοινότατον τὸ μὴ χρῆναι καταλύειν τὰ δεδογμένα, μηδʼ ὥσπερ παῖδας ῥᾳδίως μὲν ἐπιθυμοῦντας, προχείρως δὲ καταλείποντας. ἴσως μὲν γὰρ καὶ παρὰ τουτοισὶ Μεγαρεῦσι καὶ Βοιωτοῖς καὶ πᾶσιν ὅσοι μικρὰς ἢ μείζους πόλεις οἰκοῦσιν ἰσχυρὸν τὸ δεῖν τοῖς ἐγνωσμένοις ἐμμένειν, καὶ πέρας εἶναι τῶν ἀμφισβητησίμων ἁπάντων τὸ ψηφίσασθαι, οὐ μὴν οὐδέσι μᾶλλον ἢ ὑμῖν τοῦτο προσῆκον φανεῖται. ὅσῳ γάρ ἐστε σοφώτατοι τῶν Ἑλλήνων αὐτοί τε ἐφʼ ὑμῶν αὐτῶν ἄριστοι λογίσασθαι τὰ δέοντα καὶ ἑτέρου λέγοντος κρῖναι τοσούτῳ πλέονος κληρονομεῖν ἀνάγκη τῆς αἰσχύνης, εἴ τι φαίνοισθε λύοντες ὧν ἐγνώκατε. δεῖ γὰρ δυοῖν θάτερον, ἢ τὸ πρῶτον ψηφιζομένους ἔξω τοῦ φρονεῖν εἶναι δοκεῖν, ἢ τὰ δεύτερα ἁμαρτάνειν. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν, ὡς ἄρα ὀλίγοι περὶ τούτων ἐξ ἀρχῆς ἐγένοντο λόγοι παρʼ ἡμῖν, ἢ μιᾶς ἡμέρας μέρει μικρῷ τὸ πᾶν ἐπετρέψαμεν. ἀλλʼ ὡς μὲν καὶ κατʼ ἀρχὰς ἔτι τοῦ πολέμου καὶ Συρακοσίους ἐχθροὺς εἶναι καὶ τῶν Ἑλλήνων τῶν ἐκεῖ τοῖς δεομένοις βοηθεῖν ἐψηφίσασθε, καὶ τοὺς ἀποστόλους οὓς ἐπέμψατε πείρας ἕνεκα τοῦ παντὸς, ἐάσω· ἀλλʼ ἡνίκα τὸν μέγαν τουτονὶ στόλον πέμπειν διενοούμεθα, τίς λόγος οὐκ ἐρρήθη παρʼ ἡμῖν; ἢ τίς οὐκ ἐτρίβη χρόνος; ἢ τίνι τῶν πάντων εἰπεῖν οὐκ ἀπεδώκαμεν; οἳ καὶ τὸ τελευταῖον περὶ τῆς παρασκευῆς αὐτῆς ἐκκλησίαν ποιοῦντες, παρελθόντος Νικίου καὶ πάλιν ἀντιλέγοντος ἐξ ἀρχῆς σχεδὸν ταῦθʼ ἅπερ καὶ νῦν ἐν τοῖς γράμμασιν, ὡς ἡ Σικελία πολλὴ καὶ οὔτε λαβεῖν ῥᾳδία οὔτε κατασχεῖν, ἐὰν ἄρα κτησώμεθα, * * ἀμφότερʼ εἰπεῖν ἔστιν, ὦ Ἀθηναῖοι· οὔτε γὰρ ὀργὴν οὐδʼ ἡντινοῦν ἐποιησάμεθʼ, ὥστʼ εἰπεῖν τὰ δοκοῦντα κωλῦσαι, καὶ διὰ πάντων ἀκούσαντες ἔτʼ ἄμεινον ἔγνωμεν ὡς χρὴ πλεῖν. εἰκότως, ὦ Ἀθηναῖοι. πολὺ γὰρ μᾶλλον προτρεπόντων καὶ κινούντων οἱ τοιοῦτοι λόγοι πάντες ἢ κωλυόντων εἰσὶν ὡς οἷόν τε. τό τε γὰρ μέγεθος τῆς νήσου καὶ ὁ περίπλους ἆθλόν ἐστι τοῦ τολμήματος ἄξιον τό τε συμμίκτους εἶναι τοὺς ἔχοντας αὐτὴν καὶ μὴ ταυτὸν φρονεῖν πρὸς ἡμῶν ἐστιν. ἓν μὲν γὰρ ὄντες γένος πάντες χαλεποὶ καὶ παραπεῖσαι καὶ βιάσασθαι διὰ τέλους ἂν ἦσαν, σύγκλυδες δὲ καὶ πανταχόθεν συμπεφορημένοι συμμάχων οὐχ ἧττον ἡμῖν ἔχουσι τάξιν ἢ πολεμίων. οὐ γὰρ ἂν γένοιντο καθʼ ἓν, ὥστε ὑπάρχειν τοὺς ἑτέρους κατὰ τῶν ἑτέρων ἔχειν. ὥσπερ γὰρ πόλιν οἶμαι στασιάζουσαν ῥᾷόν ἐστι παραστήσασθαι, οὕτω καὶ νῆσον, ἥτις ἐξ ἀρχῆς διῄρηται. ἔτι δʼ, ὦ Ἀθηναῖοι, πρὶν μὲν παραβαλεῖν ἡμέτερον ναυτικὸν εἰς Σικελίαν, ἦν τις ἀφορμὴ Συρακοσίοις ἀπὸ τῶν συμμάχων, παρούσης δὲ ἀποστροφῆς οἱ πρότερον κατʼ ἀνάγκας ἐκείνων ἀκούοντες σφαλεροὶ μὲν, εἰ παραμένοιεν, κοινωνοὶ τῶν πραγμάτων αὐτοῖς, χαλεποὶ δʼ, εἰ μετασταῖεν, γίγνονται πολέμιοι· διεκίνησεδʼ αὐτὰ καλῶς ὁ πόλεμος. νῦν μὲν οὖν πρὸς τὴν ἐξαίφνης εὐημερίαν αὐτῶν καὶ τὸ παρʼ ἐλπίδα δοκεῖν ἀνενηνοχέναι συνεσταλμένοι σχηματίζονται. εἰ δʼ αὖθις ἄλλος στόλος φανείη, διʼ ὀλίγου εὑρήσετε, ὦ Ἀθηναῖοι, τὴν Σικελίαν τὴν πολλὴν καὶ πολυάνθρωπον ὑμετέραν οὖσαν. τὸ μὲν τοίνυν ἐξ ἀρχῆς πείθειν ὑμᾶς πλεῖν λόγου ἐδεῖτο ἴσως καὶ πλείονος τῆς ἐξετάσεως· νῦν δʼ εἰς τὰ πράγματʼ αὐτὰ βλέψας ἄν τις εὕροι πανταχῆ καὶ συμφέροντα καὶ οὐ μείζονα ἢ καταπρᾶξαι δύνασθαι καὶ οὐκ ἀδύνατα εἰς τὸ πραχθῆναι βεβουλευμένους ὑμᾶς. τῆς τε γὰρ θαλάττης κεκρατήκαμεν τοσοῦτον ὅσον πλεῖστον ἐξῆν, κατὰ γῆν τε μάχην ἥντινα οὐ πολλῷ νενικήκαμεν οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσούτων τῶν πασῶν ἄχρι τούτου γεγενημένων. καίτοι πῶς οὐκ ἄτοπον εἰ διότι μὲν τοσαῦτα νενικήκαμεν ἑξῆς μὴ θαρρεῖν οἰησόμεθα χρῆναι, ὅτι δʼ ἡ νῦν οὐ κατὰ νοῦν ἐχώρησε μάχη μία, τοῦτʼ εἰς ἄφυκτον θήσομεν; καὶ Συρακόσιοι μὲν ἴσασι θαρρεῖν οὕτω πολλὰ καὶ συνεχῆ δυστυχήσαντες, ἡμεῖς δʼ οἷς τοσαῦτα ἀπʼ ἐκείνων ἕστηκε τρόπαια, ταυτὸν τοῦτʼ οὐχὶ ποιήσομεν; οὐδʼ ἀπʼ αὐτῶν ὧν προσπταῖσαι δοκοῦμεν εἰσόμεθα ὡς οὐκ ἀγαθὸν τὸ ῥᾳδίως ὑφίεσθαι; φέρε γὰρ πρὸς Διὸς, εἴ τις ἐν Συρακοσίοις λέγων, ὅτε πάντʼ ἐφεξῆς ἀπετύγχανον, ὡς δεῖ καταλύσασθαι τὸν πόλεμον καὶ παραδοῦναι τὴν πόλιν ἡμῖν, εἶτʼ ἔπεισεν, ἔσθʼ ὅπως ἂν ἢ Γύλιππος ἦλθεν αὐτοῖς πρῶτον, ἢ νὴ Δίʼ ἐπελθὼν εἶχεν ὃ ποιοίη; καὶ πῶς ἄν; οὐδαμῶς. νῦν δʼ οἶμαι τὰς ἐλπίδας ἐκτείναντες καὶ τῶν ἐν ποσὶ δυσκόλων ἀεὶ κρείττους ταῖς δόξαις γενόμενοι τοσοῦτον γοῦν κεκερδάκασιν, ὅσον δοκεῖν ἤδη περὶ τῶν ἴσων αὐτοῖς εἶναι τὸν λόγον. οὐ τοίνυν τὸ κεχωρηκέναι τι τῶν πάντων κατὰ νοῦν αὐτοῖς φοβητέον μᾶλλον ἢ τοῦτʼ αὐτὸ ποιησαμένους παράδειγμα τοῖς πράγμασι βοηθητέον ἐρρωμένως, ὡς μήτε χείρους ἐκείνων ἐλπίζειν φανείημεν, καὶ ταῦτα πάντων ἀνθρώπων οὐ μόνον καταπρᾶξαι τὰ δοκοῦντα κρατίστους ἡμᾶς ὑπειληφότων, ἀλλὰ κἀν τοῖς δεινοῖς ἐπὶ πλεῖστον διαφέρειν, μήθʼ ἃ τοῦ παρελθόντος ἡμῖν κέρδη γέγονε χρόνου, ταῦτʼ εἰκῆ διαφθείραιμεν. καὶ μὴν ὅτε Νικίου γε ἡγουμένου, ἐναντιώτατα τῷ στόλῳ ἔχοντος, καὶ χρόνων τριβέντων, ὅμως τοσαύταις πλεονεξίαις ἐπὶ τῶν πραγμάτων κεχρήμεθα, εὔδηλον ὡς ἐξ ἀρχῆς γε οὐδὲν ἡμάρτομεν οἷς ἐψηφισάμεθα. εἰ δʼ αὖ μηδενὸς ἡμῖν τοσούτου προκεκομμένου λόγον εἶχεν ἡ πεῖρα, εὔδηλον ὡς αὐταῖς γε ταῖς Συρακούσαις νῦν προσκαθημένων καὶ τῆς ἔξω χώρας ὑφʼ ἡμῖν οὔσης ῥᾳδίως ἕτερος στόλος παρακύψας ἅπαν τὸ λοιπὸν ἐξεργάσεται. μὴ γὰρ οἴεσθε Συρακοσίους μὲν ἐπελθόντος Γυλίππου δυοῖν τριήροιν ἀναθαρρῆσαι, τοὺς δʼ ἡμετέρους στρατιώτας, ὅσην εἰκὸς πεμψάντων ὑμῶν δύναμιν, μὴ πολὺ μείζους τὰς γνώμας ἔσεσθαι, οἷς ἅμα τῇ τῶν οἰκείων ὄψει καὶ τὸ συνειδέναι τὸ πλῆθος ὧν ἐφʼ αὑτῶν κατώρθωσαν μεγάλη πρὸς εὐθυμίαν προϋπάρχει ῥοπή. καὶ μὴν, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐξ ἀρχῆς ἀποψηφίσασθαι τὸν πλοῦν γνώμῃ κεχρημένων, τὸ δʼ οὐ μόνον ἐψηφισμένους, ἀλλὰ καὶ δύναμιν τοσαύτην ἀποστείλαντας καὶ πᾶσι περιφανεῖς ἐφʼ οἷς διενοήθημεν γεγενημένους. εἶτʼ ἀνακαλεῖν, δυοῖν ἅπασιν ἔσται σημεῖον, ἀβουλίας καὶ ἀνανδρείας· ἀβουλίας μὲν, εἰ μηδὲν τούτων ἐξ ἀρχῆς εἴδομεν, ἀνανδρείας δʼ, εἰ φεύγειν Συρακοσίους δόξομεν. καίτοι κέρδος μὲν οὐδὲν οὕτω τῶν πάντων δή που τίμιον ὥσθʼ ἕνεκα αὐτοῦ τοσαύτην αἰσχύνην ὑποστῆναι, καὶ ταῦτʼ Ἀθηναίους ὄντας, οἷς οὐκ εἴ τι πεισόμεθα εἰς πλείω λόγον ἥκει σκοπεῖν, ἀλλὰ τί πράξαντες ἐν καλῷ τοῦ σχήματος εἴημεν ἄν. οὐ μὴν οὐδὲ τοῦτό γʼ ἂν εἴποι τις, ὡς ἔσθʼ ὅ τι κερδανοῦμεν, ταῦτα καὶ τὰ τοιαῦτα ὀνείδη νῦν ὑποστάντες. ἐχθρῶς μὲν γὰρ οὐδὲν ἧττον δή που τούς γε ἐπιβουλευθέντας ἀνάγκη κεκινῆσθαι, ἐάν τε ἐξεργασώμεθα τὴν ἐπιχείρησιν ἐάν τε μὴ, τῇ δὲ ἔχθρᾳ τὸ δοκεῖν χείρους εἶναι προστιθέμεθα. οὐκοῦν αἰσχύνη πλέον, οὐ κέρδος τὸ φυγεῖν γίγνεται· οὐκ, ἐάν γε ἐμοὶ πείθησθε. ἀλλʼ ἐπειδὴ ἀναγκαῖον τὸ τῆς ἔχθρας, ἔργου τινὸς αὐτὸ τιμησόμεθα ἀξίου, κἀκεῖνο εἰσόμεθα ὅτι ἐπεξιόντες μὲν οἷς ἐγνώκαμεν πολεμίων ἡμᾶς αὐτοὺς ἀπαλλάττομεν, ἀποδράντες δὲ ἀπὸ τῶν πραγμάτων πολεμίους ἡμῖν αὐτοῖς ὑπολείπομεν. οὕτω τὸ μὲν πρέπον αἱρούμενοι καὶ τὴν ὠφέλειαν ἅμʼ αὐτῷ κτώμεθα, τῷ δʼ