σύλλογος. χρονιζομένης δὲ τῆς διατριβῆς καὶ χαίροντός μου καὶ τῷ χωρίῳ καὶ τοῖς παροῦσι πᾶσιν, ἄλλα τε δὴ ὀνείρατα γίγνεται ἀνιστάντα καὶ διαρρήδην ἐγένετο ὡς τὸ ἀνωτέρω τοῦ Ἑλλησπόντου οὐκ ἐπιτήδειον πρὸς διατριβήν. ἐπανῄειμεν οὖν· καὶ γὰρ δὴ Διὸς Ὀλυμπίου θυσία πάνδημος προσῆγε, καὶ παρεδείκνυτο πανταχόθεν ὅτι παρεῖναι δέοι καὶ θύειν. συνέβη τοίνυν καὶ τὰ τοῦ σώματος τοῦτον δὴ τὸν χρόνον ῥᾷστα καὶ φαιδρότατα σχεῖν ἐξ οὗ πρῶτον ἔκαμον. ὅσον τε γὰρ χρόνον ἦμεν ἐν τῇ Κυζίκῳ καὶ μετὰ τοῦτο ὡς ἐπανήλθομεν, ἓξ μῆνας ἑξῆς τοὺς ἅπαντας ἐρρωμενέστατα ἐμαυτοῦ διετέθην, ἐξ ἕω τε ἀνιστάμενος καὶ βαδίζων μακρὰ καὶ πολλάκις τῆς ἡμέρας, καὶ τῆς ἀρχαίας φύσεως ὅτι ἐγγυτάτω γενόμενος. καὶ δὴ καὶ τῆς συνήθους μελέτης οὐδὲν παρελείπετο, ὥστε συγχαίρειν ἅπαντας καὶ ἰδίᾳ καὶ δημοσίᾳ. ὅσον δὲ κἀν τούτῳ συνέβη καμεῖν ἡμέρας τινὰς, θαυμαστῶς ὡς ὁ θεὸς καὶ ἅμα εἰωθότως ἰάσατο. βορέας μὲν γὰρ ὀπωρινὸς ἦν, εἶχον δὲ ἀδυνάτως κινεῖσθαι, ὥστε καὶ τὰς ἀναστάσεις ὤκνουν· ὁ δʼ ἐπιτάττει. βέλτιον δʼ ἴσως αὐτὸ τὸ ὄναρ διηγήσασθαι, καὶ γὰρ ἔναυλόν τέ ἐστι καὶ οὐκ ἀνάγκη παραλιπεῖν. ἡκέτην ἰατρὼ δύο καὶ διελεγέσθην ἐν τῷ προθύρῳ ἄλλα τέ μοι δοκεῖν καὶ περὶ ψυχροῦ λουτροῦ ἠρώτα μὲν ὁ ἕτερος, ὁ δʼ ἀπεκρίνετο, τί λέγει, ἔφη, Ἱπποκράτης; τί δʼ ἄλλο γε ἢ δραμόντα δέκα σταδίους ἐπὶ θάλατταν οὕτως ῥῖψαι; ταῦτα μὲν δὴ ὡς ὄναρ πεφάνθαι ἐδόκουν. μετὰ δὲ τοῦτο ἐπελθεῖν ὡς ἀληθῶς αὐτοὺς τοὺς ἰατροὺς, θαυμάσαι τε δὴ τοῦ ἐνυπνίου τὴν ἀκρίβειαν καὶ πρὸς αὐτοὺς εἰπεῖν, ἄρτι γε ὑμᾶς ἐδόκουν ὁρᾶν καὶ ἄρτι ἥκετε, καὶ δῆτα ὁπότερος μὲν ὑμῶν, ἔφην, ὁ ἐρωτῶν ἦν καὶ ὁπότερος ὁ ἀποκρινόμενος οὐκ ἔχω λέγειν· ἡ δʼ ἀπόκρισις οὕτως εἶχεν, ὡς ἄρα Ἱπποκράτης κελεύοι δέκα σταδίους θεῖν τὸν μέλλοντα λοῦσθαι ψυχρῷ. ἅμα δὲ ἐμαυτῷ μετέβαλον τὸ ἐπὶ θάλατταν, ὡς δηλοῦν τὸ κατὰ φύσιν τῷ ποταμῷ, καὶ οὕτως εἶπον, δέκα σταδίους θεῖν τῷ ποταμῷ συμπαραθέοντα. ἐνεθυμήθην δʼ αὐτὸ διὰ τὸ εἶναι ἐν μεσογείᾳ, ἐδόκει σαφὲς εἶναι καὶ χρῆναι οὕτω ποιεῖν. ἔπειτά πως ἐκ τούτων ἔδοξα κατακεῖσθαι μὲν ὡς ἐπʼ ἀρίστῳ, ἀναμνησθεὶς δʼ ὅτι λούσασθαι χρὴ πρότερον τῷ ψυχρῷ κατὰ τὴν πρόρρησιν, αὐτός τε ἀνίστασθαι καὶ τοὺς ἄλλους κελεύειν. ἐρομένου δὲ τοῦ ἑτέρου τῶν ἰατρῶν περὶ τῆς ὥρας τοῦ λουτροῦ, φάναι ὅτι πέμπτην δέοι κινηθῆναι, συμβήσεσθαι γὰρ εἰς τὴν ἕκτην· πάλιν γὰρ αὖ τὸ πρῳαίτερον τοῦ δέοντος ἢ λοῦσθαι ἢ ἐσθίειν ἐργῶδες εἶναι· οὐδὲ γὰρ εἰς αὐτὸ τοῦτο φέρειν ὃ δοκεῖ αὐτοῦ χρήσιμον εἶναι, τὸ πέψαι ῥᾷον, ἀγρυπνίας γὰρ ἀπʼ αὐτοῦ γίγνεσθαι. τί οὖν, ἔφη ὁ ἰατρὸς, οὐκ ἐμελέτησας ἡμῖν ἐν τῷ τέως; ὅτι νὴ Δίʼ, ἔφην ἐγὼ, σπουδαιότερόν μοί ἐστιν ἐπελθεῖν τινα τῶν γεγραμμένων· δεῖ γάρ με καὶ τοῖς ὕστερον ἀνθρώποις διαλέγεσθαι. καὶ ἅμα ἐνεδειξάμην ὅτι ἐπειγοίμην, μὴ ἄρα τι συμβαίη πρότερον. καὶ ὃς οἰωνίζετο ἔτη πολλά μοι. κἀγὼ εἶπον, βουλοίμην ἂν καὶ πολλὰ ἔτη βιῶναι, εἰ μέλλοιμι ἔσεσθαι πρὸς λόγοις. τὸ μὲν δὴ ὄναρ τοιοῦτον ἐγένετο. τὸ δὲ χωρίον οὗ διέτριβον παραρρεῖ μὲν ποταμὸς, κάθοδος δʼ ἐπʼ αὐτόν ἐστι τραχυτέρα καὶ κατάντης μᾶλλον, καὶ ἅμα ἐντὸς τῶν δέκα σταδίων. ἔτι δʼ οὐκ ἐνῆν θεῖν τῷ ποταμῷ συμπαραθέοντα, ἀλλʼ ἐγκάρσιον καὶ εἰς ὄχθην. ἔπειτα μέντοι προϊὼν ὁ ποταμὸς παραρρεῖ χωρίον ἕτερον, ἔμβασίν τε ἔχον παγκάλην καὶ μάλα εὐειδῆ, ἐνταῦθα ἤδη ἐπενόησα τοιόνδε. ἐκέλευσα μετρῆσαι σχοινίῳ ὁπόσον τι ἀπέχει τὸ χωρίον ἀπὸ τοῦ χωρίου, κατὰ δὲ ἕκαστον στάδιον σημεῖον καταλιπεῖν. ὡς δὲ ἐφάνησαν οἱ σύμπαντες ἑκκαίδεκα, δέκα μὲν τοὺς τελευταίους ὑπελειπόμην εἰς τὸν δρόμον, τοὺς δὲ πρώτους προῆλθον ἐπὶ τοῦ ζεύγους. ἔπειτα καταβὰς ἔθεον τούς τε πόδας ἀνέλκων μόλις καὶ ἅμα ὁ βορέας ἐπαιγίζων ἀνέστελλε τὸ εἰς τοὐπίσω, καὶ παρεῖχεν ἱδρῶτα θαυμαστὸν ὅσον. ὥσθʼ ὅτε δὴ ἀπέραντον ἦν, παρεῖχον ψύχειν ὁπόσα βούλοιτο. λαβομένης δὲ τῆς ὄχθης ἄσμενος εἰς τὸ ὕδωρ εμαι, καὶ ὡς ἀνέσχον τε καὶ ἀνέστην, ἔτυχε γὰρ καὶ τῆς ἄμμου πολλὴ περιχυθεῖσα, αὖθις ἐκ μέσου τοῦ ῥείθρου λοῦμαι δεύτερον. ἀνατρίψασθαι δὲ καὶ τἄλλα ἐπὶ τῆς ἀντιπέρας ὄχθης ὑπῆρξεν ἐν καλῷ τοῦ τε ἡλίου καὶ τοῦ πνεύματος. παρελθὼν δὲ εἰς τὸ περιοίκιον καὶ διατρίψας ὅσον ἐπισκέψασθαί τινα τῶν γιγνομένων, ἐπανῄειν πρὶν καὶ πιεῖν, θέρμης τε ἀπολαύων θαυμαστῆς καὶ συγκρίσεως παντάπασιν ἑτέρας. καὶ τὸ ἀπὸ τούτου πάντʼ ἦν εὔκολα εἰς μέσον χειμῶνα. τὰ δʼ ἐν τῷ χειμῶνι διαίτης τισὶ τάξεσι καὶ τύποις ἰᾶτο. ἀναλογιζομένῳ δέ μοι τόν τε χρόνον ὁπόσον τινὰ ἀπείην τῆς Σμύρνης, καὶ ταῦτα ψηφισμάτων ἡκόντων, καὶ ὅτι καὶ ἡλικίας ἤδη μέσως ἔχοιμι, καὶ πρὸς τούτοις τῶν ἄνω χρόνων τὸ πλῆθος, ἐν οἷς ἐξῆν, εἴ τις ἔρρωτο, ἐπελθεῖν τὰς πόλεις, καὶ ὅτι καὶ τῆς ὑπαρχούσης δόξης δέος εἴη ἀφαιρεθῆναί τι διὰ τὴν πολλὴν ἡσυχίαν, ταῦτα δὲ ἐλογιζόμην μὲν οἷα εἰκὸς ἄνθρωπον, εὖ δὲ ᾔδειν ὅτι πάντα λῆρος πρὸς τὸ πείθεσθαι τῷ θεῷ. ἔτι δὲ οὐδʼ ἀπόρως εἶχον ἐμαυτῷ συνεῖναι, ἀλλὰ καὶ τὸ κέρδος αὐτοῦ μᾶλλον ἐποιούμην. ἔχοντι δὲ οὕτω μοι γίγνεται ὄψις ὀνειράτων τοιάδε. ἐδόκουν εἶναι μὲν Ἀθήνησιν ἄρτι κατηρκὼς, οἰκεῖν δὲ ἐξόπισθε τῆς ἀκροπόλεως ἐν οἰκίᾳ Θεοδότου τοῦ ἰατροῦ, εἶναι δʼ αὐτὴν πρώτην πρὸς ἥλιον ἀνίσχοντα· τοῦ δὲ νεὼ τῆς Ἀθηνᾶς ὁρᾶσθαι τὸν ὀπισθόδομον ἀπʼ αὐτῆς, καὶ εἶναι πολὺ κατωτέρω τῆς ἀκροπόλεως τὴν οἰκίαν. τυγχάνειν δὲ πομπὴν Ἔρωτι γιγνομένην ἔξω πυλῶν καὶ τὸν Θεόδοτον περὶ ταῦτα ἔχειν καὶ ἄλλους τινὰς οἷς προσετέτακτο, αὐτὸς δὲ ἐν τούτῳ διατρίβειν ἔνδον. καὶ τυχεῖν Λούκιόν τε παρόντα τῶν ἑταίρων καὶ ἄλλους τῶν περὶ λόγους, καὶ προτρέπειν δή με ὥσπερ εἴωθε, τὸν Λούκιον, τάς τε διατριβὰς συνέχειν τὰς περὶ τοὺς λόγους καὶ προσίεσθαι τοὺς νέους. καὶ δὴ καὶ παῖδά τινα Λούκιον πρὸς αὐτὸν λέγειν περὶ ἐμοῦ ἄλλα τε δὴ εὔφημα καὶ ὡδί πως τὸν ἔπαινον διατίθεσθαι, οὗτος, ἔφη, ἐστὶ Πλάτων καὶ Θουκυδίδης καὶ Πλάτων καὶ ὁ δεῖνα· καὶ πολλοὺς κατέλεξεν οὕτως ἀεὶ τῷ Πλάτωνι συζευγνύς τινα, ὡς τὰς ἁπάντων τούτων δυνάμεις ἔχοντα ἐμέ. κἀγὼ βλέψας πρὸς τὸν παῖδα, πάντα, ἔφην, ἀξιῶ Λουκίῳ πιστεύειν σὲ πλὴν τούτου. καὶ ὁ Λούκιος τὴν μὲν εὐπορίαν τῆς ἀποκρίσεως ἐδόκει μοι ἐπαινέσαι, οὐ μέντοι τήν γε ἀναχώρησιν ἐνεγκεῖν ἡδέως. πάλιν δὲ τοῦ παιδὸς ἀμειβομένου καὶ λέγοντος ἐν μελέτῃ τε καὶ δεξιὰ πρὸς ἐμὲ, ὑπολαβὼν ἅμα παίζων, ἀλλὰ μέντοι, ἔφην, εἰ οὕτως οἷός τʼ εἶ λέγειν, θαυμάσαιμʼ ἂν, εἰ ἐμοῦ γε δέοιο διδασκάλου. μετὰ ταῦτα ἐδόκουν προελθὼν ἔξω τῆς οἰκίας ἅμα νεανίσκῳ τινὶ τῶν ἐπιτηδείων τὴν μὲν λεπτότητα τοῦ ἀέρος γνωρίζειν τε καὶ ἀποδέχεσθαι, μεταβολῶν δὲ πολλῶν διʼ ὀλίγου γιγνομένων καὶ ἅμα καὶ νότου συμπεσόντος, καὶ τοτὲ μὲν ὡς χειμῶνος, τοτὲ δὲ ὡς θέρμης οὔσης, φάναι ἐπισημαινόμενος ὅτι λεπτὸς μὲν ὁ ἀὴρ οὗτος, ὁ δὲ οἴκοι βεβαιότερος. μετὰ ταῦτα ἐχωροῦμεν ᾗ τὸ Λύκειον, καὶ νεώς τις ἐξεδέχετο πάνυ μέγας καὶ καλὸς, οὐχ ἧττον ἢ ἑκατόμπεδος· καὶ ἔδει ἀναβαίνειν ἀναβασμούς τινας πρὸς τὸν νεών. εἱστήκεσαν δὲ ὥσπερ οἱ τοὺς θαλλοὺς ὀρέγοντες ἔνθεν καὶ ἔνθεν μοι δοκεῖν. ἀνιόντι οὖν μοι παιδάριον προὔτεινεν ᾠὰ τρία· κἀγὼ, παρῆλθον γὰρ οὐ λαβὼν, ἐνθύμιον ἐποιησάμην ὅτι χρὴ μέντοι λαβεῖν τοῦ συμβόλου ἕνεκα. ἐπιστραφεὶς οὖν καὶ λαβὼν ᾔειν ἄνω. καὶ ἐπειδὴ πρὸς τῷ ναῷ γίγνομαι, τὰ μὲν ᾠὰ δίδωμί τινι τῶν περὶ τὸ ἱερὸν ἑστῶτι πρός τινι κίονι, ὁ δʼ ἔμελλε παρʼ αὑτοῦ προσθήσειν ἕν. αὐτὸς δὲ ἐν τῷ προνάῳ γενόμενος ὁρῶ τὸν νεὼν Πλάτωνος ὄντα τοῦ φιλοσόφου, καὶ τὸ ἄγαλμα ἐκείνου μέγα καὶ καλὸν ἑστηκὸς, ἐκ δεξιᾶς δʼ αὐτοῦ οὐκ οἶδʼ ὅστις εἱστήκει. καθῆστο δὲ ἐπὶ τοῦ οὐδοῦ γυνὴ μάλʼ εὐσχήμων, ἣ διελέγετο περί τε τοῦ Πλάτωνος καὶ τοῦ ἕδους. συνεπελάμβανον δέ τινες καὶ ἄλλοι τοῦ λόγου καὶ ἅμα ὡς περὶ παλαιοῦ διελέγοντο. κἀγὼ, τοῦτο μὲν, ἔφην, οὐκ ἔνεστιν εἰπεῖν ὅτι καὶ παλαιόν· ὅ τε γὰρ τύπος τῆς ἐργασίας ἐλέγχει νεώτερος ὢν Πλάτωνός τε οὐ πολὺς ἦν λόγος ἐπʼ αὐτοῦ Πλάτωνος, ἀλλʼ ὕστερον, ἔφην, προὔβη δόξα. εἰπόντος δέ τινος ὡς καὶ τρεῖς ἔδει νεὼς εἶναι Πλάτωνός γε, τί δʼ οὐ καὶ Δημοσθένους, ἔφην ὑπερβαλὼν, ὀγδοήκοντα, καὶ Ὁμήρου γε, οἶμαι; καὶ ἔτι ταῦτα λέγων, ἀλλʼ ἴσως, ἔφην, τοὺς μὲν νεὼς τοῖς θεοῖς προσήκει καθιεροῦν, τοὺς δὲ ἄνδρας τοὺς ἐλλογίμους τῇ τῶν βιβλίων ἀναθέσει τιμᾶν, ἐπεὶ καὶ αὐτῶν, ἔφην, ἡμῶν τιμιώτατα ἃ φθεγγόμεθα, ὡς δὴ τοὺς μὲν ἀνδριάντας καὶ τὰ ἀγάλματα τῶν σωμάτων ὄντα ὑπομνήματα, τὰ δὲ βιβλία τῶν λόγων. τοιαῦτα εἰπὼν καὶ ἀκούσας ἐπανῄειν. καὶ κατιδὼν ἐπιόντα τὸν σύντροφον τοὺς χρόνους ἀνενεούμην, ὁπόσοις τισὶ πρότερον γενοίμεθα Ἀθήνησιν ἅμα. ἐπιστρέψαντος δέ μου ὡς πρὸς τὴν ἀκρόπολιν, ἵνʼ οἴκαδε εἰσέλθοιμι, διῇξε σέλας ἐκ δεξιᾶς καὶ κατέσκηψεν οὕτω δή τι παρʼ αὐτὰς ἄκρας μου τὰς κόμας ὥστε ἐθαύμαζον εἰ μὴ ἡμμέναι εἶεν. ἠγωνισάμεθα δή· ἔλαβον δὲ ὡς αἴσιον μᾶλλον τὸ σημεῖον, καὶ γὰρ ὁ νεανίσκος ὁ συνών μοι δόξαν ἔφη φέρειν αὐτὸ ἄλλως τε καὶ ἐπειδὴ ἐκ δεξιᾶς ἐγεγόνει. ἐδόκει δέ μοι τὰ πλείω τῶν οἰκοδομημάτων κλίμακάς τινας προσθέτους ἔχειν, καὶ διὰ τούτων ἀνιέναι δεῖν καὶ κατιέναι· ὥσθʼ ὑπεδυσχέραινον τοῦτό γε, ὅμως δʼ οὖν γίγνομαί πως ἔνδον. κἀν τούτῳ οἱ τὴν πομπὴν τῷ Ἔρωτι πέμποντες ἐπανεληλύθεσαν, καὶ πυθόμενος τὸ σημεῖον ὁ ἐξηγητὴς καὶ οὗτος ἔφασκεν αἴσιον εἶναι καὶ ὀρθῶς ἄρα μοι συμβῆναι τὰς θυσίας. προσγεγενῆσθαι δέ μοι ἐδόκει ὄναρ ὡς ἱερὰ ποιῆσαι Διὶ καὶ Ἀρτέμιδι καὶ εἰ δή τινι ἑτέρῳ θεῶν. καὶ ἐπὶ τούτοις πᾶσιν ἐδόκουν καλεῖν Εὔδοξον ὡς ἀπογραψόμενον διά τε τὸ μακρότερα εἶναι καὶ τὸ βούλεσθαι διʼ ἀκριβείας αὐτὰ σῶσαι. ταυτί μοι καὶ περὶ τῆς ὕστερον δόξης καὶ τοῦ δεῖν κατὰ χώραν μένειν πρὸς πολλοῖς ἄλλοις ἐδηλώθη.