θαυμάζειν ὅπως καὶ ἀπεμνημόνευσε. κεφάλαιον δʼ ἦν, ὡς ἐν αὐτῷ τῷ σώματι τῆς Φιλουμένης καὶ τοῖς ἐντὸς, ὥσπερ ἐν σπλάγχνοις ἱερείων, ἐγγεγραμμένου παντὸς τοῦ περὶ αὐτὴν πράγματος. ἐδόκουν δὲ καὶ κοιναί τινες εἶναι πλείους, καὶ ἅμα πως ἑώρων αὐτὰς, αἱ μὲν ἄνω ὑγιεῖς καὶ εὖ διακείμεναι, ἐν δὲ τῇ τελευταίᾳ τὸ πεπονθὸς ἦν. καὶ ἐδείκνυντο ὑπὸ τοῦ ἐφεστῶτος ὅστις καὶ ἦν. καὶ ἠρόμην γὰρ δὴ αὐτὸν, πόθεν οὖν οἱ ὄκνοι καὶ ἡ δυσεργία; ὁ δὲ ἐδείκνυεν ἐκεῖνον τὸν τόπον. οἱ δʼ οὖν χρησμοὶ τοιοῦτοί τινες ἦσαν. ἐνεγέγραπτο μὲν τὸ ὄνομα τὸ ἐμὸν οὑτωσὶ, Αἴλιος Ἀριστείδης· καὶ σχεδὸν ἐκ διαλειμμάτων ἄλλα καὶ ἄλλα ἐπίσημα τοῦ ὀνόματος· προσενεγέγραπτο δὲ Σωσιμένης καὶ ἕτερα τοιαῦτα σωτηρίαν ἐπαγγελλόμενα, καὶ ὅτι ἡ Φιλουμένη ψυχὴν ἀντὶ ψυχῆς καὶ σῶμα ἀντὶ σώματος ἀντέδωκε, τὰ αὑτῆς ἀντὶ τῶν ἐμῶν. καὶ τἄλλα εἰς ταυτὸν φέροντα ἐνῆν, ἅπαντα ἐν βιβλίοις τισὶν ἐγγεγραμμένα, ἃ πάντα γράψαντος τοῦ Ἀλκίμου ἐδόκει ἀποκομίζειν ὁ Τελεσφόρος οἴκαδε. ἐνῆσαν δὲ καὶ Πορφυρίωνος τοῦ ἰατροῦ παραινέσεις ὡς πρὸς τὴν μητέρα αὑτῆς, μάλιστα μὲν καὶ λούσασθαι, εἰ δὲ μὴ, ἀλλὰ τραφῆναι. ταύτης τῆς κόρης Ἑρμείας ἐκεῖνος ἀδελφὸς ἦν, ὃς ἐν τῇ μεγάλῃ νόσῳ, ὅτε καὶ ἡ θεὸς ἐφάνη μοι, ἀπέθανε καὶ αὐτὸς σχεδὸν ὡς εἰπεῖν ἀντʼ ἐμοῦ. τῇ γὰρ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἐπυθόμην, ἐκεῖνός τε ἐτελεύτα κἀγὼ τοῦ πυρὸς ἀπηλλαττόμην καὶ πάνυ χρονισθέντος. ἄμφω δὲ ἤστην παῖδες ἐμῆς συντρόφου Καλλιτύχης. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. πέντε δὲ ἡμέρας ὑπὸ τῷ ὄρει μείνας καὶ διαιτηθεὶς ὡς παρήγγειλεν, ἕκτῃ κινήσαντος ἐξῄειν ἐπὶ Περγάμου· καὶ ἦσαν μὲν ἐπίβδαι, ἣν Ῥωμαῖοι πρώτην ἄγουσι τοῦ ἔτους. χειμὼν δὲ οὕτω δή τι σφοδρὸς ὥστε μηδʼ οἴκοι μένοντι ῥᾳδίως ἔχειν ὑπενεγκεῖν. καὶ συνέβη τοῦτο δὴ θειότατον τῆς ὁδοῦ, τὸ γὰρ τοῦ Ὁμήρου σαφὲς ἦν ὅτι τις θεῶν ἡγεῖτο καὶ ὅστις γε ὁ θεὸς, ἐξόπισθεν μὲν γὰρ βορέου πνεῦμα ἐπέκειτο οἷον ψυχρότατον, νεφέλας ἐλαῦνον μελαίνας καὶ πυκνὰς, ἐκ δεξιᾶς δὲ ἅπαντα κατενίφετο, ὗε δὲ ἐν ἀριστερᾷ, καὶ ταῦτʼ ἦν παρὰ πᾶσαν τὴν ἡμέραν τε καὶ τὴν ὁδόν. μία τε οἷον ζώνη διὰ παντὸς τοῦ ἀέρος ἦγεν εἰς τὸ ἱερὸν κατʼ αὐτῆς τῆς ὁδοῦ τεταμένη, σκέπην ἅμα καὶ φῶς ἔχουσα. καὶ πάμπολυ δὴ τῶν ἄλλων ἀποσπάσας ἦγον εἰς τὸ ἱερὸν, μεθʼ ἑνὸς ἀκολούθου σταδίους οὐκ ἔλαττον ἢ τριακοσίους διαδραμών. καὶ ἦν μὲν τῆς ὥρας τὸ μετὰ λύχνους τοὺς ἱερούς· ἐν ὅσῳ δὲ τούς τε ὑπολειφθέντας ἐπανέμενον καὶ καταγωγὴ ἐπορίζετο, διέτριψα τούς τε νεὼς περιιὼν ὡς εἶχον ἐκ τῆς ὁδοῦ καὶ βαδίζων ἄνω καὶ κάτω περὶ τὸ ἱερόν. ἤδη δὲ βαθείας ἑσπέρας εὐπορήσας ὑπηρετῶν, αὐτόθι λουσάμενος ὑπὸ λαμπτῆρος ἀπὸ μικρᾶς πάνυ τροφῆς ἀνεπαυόμην. καὶ μὴν τά γε ἄλλα σαφῶς ἐγίγνετο σὺν θεῷ σπουδῇ τῶν ἀνθρώπων, καὶ σύνοδοι κατὰ τοὺς λόγους καὶ δέος μὴ θᾶττον ἀπαλλαγείημεν. ταυτὰ δὲ ταῦτα καὶ ὕστερον ὡς ἐν τῇ Σμύρνῃ ἐγενόμεθα. μᾶλλον δὲ καὶ πρὶν εἰσελθεῖν εἰς τὴν πόλιν ἦσαν οἱ κατὰ τὴν φήμην ἀπαντῶντες, καὶ τῶν τε νέων οἱ γνωριμώτατοι σφᾶς αὐτοὺς ἐδίδοσαν καὶ τύπος τις ἤδη τεταγμένος διατριβῆς ἦν, καὶ διὰ πάντων ἡ κλῆσις ἠκριβοῦτο. Αἰγυπτίου δέ τινος ἀνθρωπίσκου περὶ τὸν χρόνον τοῦτον εἰσκωμάσαντος εἰς τὴν πόλιν καὶ τῶν τε βουλευτῶν ἔστιν οὓς διαφθείραντος καί τισι τῶν πολλῶν καὶ ἰδιωτῶν δόξαν παραστήσαντος ὅτι καὶ πολιτεύσοιτο καὶ φιλοτιμίας θαυμαστὰς οἵας φιλοτιμήσοιτο ἀπὸ χρημάτων, εἰς τὸ θέατρον εἰσπηδῶντος ὅπως τύχοι, καὶ τοιαύτης αἰσχύνης κατεχούσης τὴν πόλιν, ᾔδειν μὲν οὐδʼ ὁτιοῦν τούτων ἐγὼ ἀλλʼ ἢ ὀψέ ποτε ἤκουσα, ἅτε καὶ κατʼ οἰκίαν τὰς συνουσίας πρὸς τοὺς ἐπιτηδείους ποιούμενος. ἄρτι δʼ αὐτοῦ παριέναι μέλλοντος εἰς τὸ ᾠδεῖον τὸ πρὸς τῷ λιμένι καὶ διατριβὴν αὐτόθι καθισταμένου, εἴτε δὴ κατὰ ψήφισμα εἴτε καὶ οὐκ οἶδʼ ὅπη, ἐμοὶ δʼ ὄναρ γίγνεται. ἐδόκουν τοῦτο μὲν τὸν ἥλιον ἐκ τῆς ἀγορᾶς ἰδεῖν ἀνίσχοντα, τοῦτο δὲ ἀνὰ στόμα ἔχειν Ἀριστείδης μελετήσεται τήμερον ἐν τῷ βουλευτηρίῳ ὥρας τετάρτης. ταῦτα φθεγγόμενος καὶ τούτων ἀκούων ἀφυπνιζόμην, ὥστε διεσκόπουν εἴτʼ ὄναρ εἴη εἴθʼ ὕπαρ. καλέσας δὲ τῶν φίλων τοὺς ἐπικαίρους φράζω τὸ πρόσταγμα. καὶ τότε δὴ γράμμα ἐξετίθετο, καὶ γὰρ προσῆγεν ἡ ἐκ τοῦ ὀνείρατος ὥρα, καὶ παρῆμεν εὐθὺς ἐπʼ αὐτῷ. ὅμως δὲ καίπερ οὕτως ἐξ ὑπογυίου τῆς παρόδου γιγνομένης καὶ τῶν πολλῶν ἀγνοησάντων, οὕτω δή τι μεστὸν γίγνεται τὸ βουλευτήριον ὥστε οὐδὲν ἦν πλὴν ἀνθρώπων κεφαλὰς ὁρᾶν καὶ οὐδʼ ἂν τὴν χεῖρα διέωσας μέσην οὐδαμοῦ. καὶ μὴν τό γε τοῦ θορύβου τε καὶ τῆς εὐνοίας, μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐνθουσιασμοῦ, τοσοῦτον παρὰ πάντων συνέβη ὥστε οὐδεὶς ὤφθη καθήμενος οὔτʼ ἐπὶ τοῦ προαγῶνος οὔθʼ ἡνίκα ἀναστὰς ἠγωνιζόμην, ἀλλʼ ἐκ πρώτου ῥήματος εἱστήκεσαν, ὤδινον, ἐγάνυντο, ἐξεπλήττοντο, συμπαρένευον τοῖς λεγομένοις, ἠφίεσαν φωνὰς οὔπω πρόσθεν γενομένας, πᾶς τις αὑτοῦ τὸ κέρδος ποιούμενος, εἴ τι νείμαι τῶν μεγίστων ἐμοί. ὡς δʼ ἀπηλλάγημεν ἀπὸ τοῦ βουλευτηρίου καὶ περὶ λουτρὸν ἦμεν, τότε δή τις ἀγγέλλει μοι ὅτι καὶ ὁ δεῖνα προγράψας πρότριτα εἰς τὴν ἡμέραν ταύτην εἰς τὸ ᾠδεῖον ἑπτακαίδεκα εἴη τοὺς σύμπαντας ἠθροικώς. καὶ μέντοι καὶ ἦρξεν αὐτῷ σωφροσύνης ἐκείνη ἡ ἡμέρα, τὸ πέρα δʼ οὐ λέγω, οὐδʼ ἂν τούτων ἐμνήσθην, εἰ μὴ τό τε ἐνύπνιον ὡς ἐναργὲς ἐξέβη ἐβουλόμην ἐνδείξασθαι καὶ ὅτι καὶ τούτων ἐμέλησε τῷ θεῷ, καὶ ἅμα τοῖς ἐξ ἀρχῆς ὡμολόγει λόγοις ὡς αὐτὸς ἀνέστησέ τε καὶ κατέστησεν εἰς τὴν Σμύρναν. οὐ πολλῷ δʼ ὕστερον εἰς Ἔφεσον κομίζει στεφάνους τε προειπὼν ὡς ἀγωνιστῇ καὶ κατασκευάσας οὕτως ὥστε ἀφυπνιζόμην, Ἔφεσον βοῶν. ἀλλὰ μὴν τά γε ἐκεῖ πραχθέντα ἐμοὶ μὲν οὐκ εὐπρεπέστερόν ἐστι λέγειν, πολλοὶ δὲ οἱ διηγησόμενοι τοῖς δεομένοις εἰδέναι. ἀλλʼ ὅσον μὲν εἰς τὸν θεὸν ἔρχεται τῶν λόγων, ἀνάγκη φράζειν πειρᾶσθαι καὶ μὴ παραλιπεῖν ἐκ τῶν δυνατῶν. ἄτοπον γὰρ εἰ μέν τι τῷ σώματι καὶ κατʼ οἶκον ἔδωκεν ἴαμα, διηγεῖσθαι τοῦτʼ ἂν καὶ αὐτὸν καὶ ἕτερον, ἐκεῖνα δὲ ἃ ὁμοῦ τὸ σῶμα ἀνίστη, τὴν ψυχὴν ἐπερρώννυ, τοὺς λόγους ηὖξε μετʼ εὐδοξίας, ταῦτα δὲ οὑτωσὶ παρελθεῖν σιωπῇ. ὅτι δὲ οὐδὲν πώποτε τῶν ἀνθρωπείων ἔμεγε ἐχαύνωσεν οὐδὲ ἐπῄρθην οὔτʼ ὀλίγους οὔτε πολλοὺς χειρωσάμενος, οὐδʼ οἶμαι δεῖν φιλοτιμεῖσθαι τοῖς τοιούτοις μᾶλλον ἢ αἰσχύνεσθαι φιλοτιμούμενος, ἐμαυτόν τε καλῶς πέπεικα καὶ πολλούς. ἀλλὰ γὰρ θαυμαστὸν τοῦ θεοῦ τὸ διηνεκὲς, οἷον καὶ τὸ τῆς ὕστερον ἐν Σμύρνῃ γενομένης ἐπιδείξεως τῆς μεγάλης ἐκείνης. ἐκέλευε μὲν γὰρ παρελθεῖν εἰς τὸ βουλευτήριον, παρελθεῖν δὲ φαγόντα· καὶ ἐποίουν οὕτως. ἦν δέ τις τοῦ βουλευτηρίου φρουρὸς, ἀνὴρ κατὰ δέρμα θαυμαστὸς οἷος. οὗτος ὡς εἶδε προσιόντας τοὺς ἐμοὺς, ἠξίωσε συγχωρῆσαι ἑαυτῷ πρότερον τὰ εἰωθότα συγγενέσθαι τοῖς μαθηταῖς καὶ διέτριψεν εἰς μεσημβρίαν αὐτήν. εἰσῄειν μὲν δὴ τηνικαῦτα, εἰσελθὼν δὲ ἀπέτεινα τὴν ῥῆσιν τὴν κατὰ τῶν σοφιστῶν, ἡδίστην δὴ ταύτην πασῶν ἡμερῶν ἀγαγὼν ἐπὶ λόγοις. αὐτός τε γὰρ οἷον σχολῆς εἰλημμένος ἐχρώμην ἄσμενος καὶ τὸ θέατρον εἰς ἅμιλλαν κατέστη μὴ λείπεσθαι τῶν λεγομένων. ὅ τι δʼ ἐνθυμηθείης ἢ εἴποις ἔλαττον τῶν τότε συμβάντων ἐρεῖς. ὡς δʼ ἐξεπέρανα, ἐγὼ μὲν ἀνιστάμην ὡς ἀπαλλαξόμενος, νομίζων καὶ ταῦτα ἐπέκεινα παντὸς ἀγῶνος εἶναι, οἱ δʼ οὐκ ἠνέσχοντο, ἀλλʼ ὥσπερ ἐξ ἑνὸς στόματος πάντες παραμένειν τε ἐκέλευον καὶ δέχεσθαι προβλήματα καὶ ἀγωνίσασθαι τὰ δεύτερα πάντως. κἀγὼ τέως μὲν διωθούμην, ἄλλως τε καὶ διὰ τὸ πόρρω τῆς ὥρας εἶναι· βιαιοτέρας δὲ τῆς παρακλήσεως γιγνομένης ἐνεθυμήθην τοῦ ἐνυπνίου, καὶ ὅτι ταῦτʼ ἄρα καὶ ὁ θεὸς προεῖπε, μὴ ἄσιτον εἰσιέναι ὅπως ἀνταρκέσαιμι. τόν τε οὖν ἀγῶνα ὑπέστην καὶ προϊόντος αὐτοῦ κατασχεῖν οὐκ ἠδυνήθην, ἀλλʼ ὡμολόγησα τοῦ θεοῦ τὴν πρόρρησιν, καὶ ὅτι ἥκοιμι παρεσκευασμένος· οἱ δʼ ἐθαύμαζον ἅπαντα. ἀγωνισάμενος δὲ εἰς δύναμιν τὴν ἐμαυτοῦ διὰ τέλους ἀπηλλαττόμην, ἀπολείπων ὀλίγον εἰς ἡλίου δυσμάς. καὶ τῆς ἐπιούσης ἠγωνιζόμην αὖθις ἐν τοῖς αὐτοῖς, ἐπεὶ τοιαῦτα ἡγήσατο ὁ θεὸς κατʼ ἐκείνους τοὺς χρόνους. φέρε δὴ καὶ περὶ τῆς ἔναγχος εἰς Κύζικον ἐξόδου γενομένης ἐξηγήσωμαι, ἣ πέμπτῳ μὲν ἔτει περιόντι μηνὶ τῷ αὐτῷ καὶ ἡμέραις μάλιστα ταῖς αὐταῖς ἐγένετο, Ὀλυμπίων ἐπιόντων. ἔσχε δὲ οὐ πόρρω τῆς πρότερον. καὶ γὰρ ἀσιτία τῇ προτέρᾳ τῶν ἡμερῶν μοχθηρία τε ὕδατος· καὶ ἅμα ὑπὸ πλήθους ἐμπίδων συνέβη πρόδηλον ὂν ὡς ἀγρυπνῆσαι δεήσοι. καὶ τῆς ἐπιούσης ὡδοιπόρουν ἐξ ὄρθρου βαθέος ῥοφήματι χρησάμενος βραχεῖ. καὶ ὡς ἐπανῄειν, κατέλυσα μὲν πρὸς τοῖς ὕδασι τοῖς θερμοῖς ὑσθεὶς, προειρημένον καὶ τοῦτο, τὴν δὲ ἀσιτίαν ἀπέδωκα, ἐπειδὴ ἐπανῆλθον, ἐπιταχθεῖσαν εἰς τὴν ἐπιοῦσαν. καὶ μὴν τά γε τῆς διατριβῆς τῆς ἐν τῇ πόλει σχεδὸν ὥσπερ προείρητο οὕτως ἐχώρησεν. ἦν γὰρ τοιάδε τὰ φανθέντα· αὐτὸς δὲ καὶ ᾔτησα τὸν θεὸν σημῆναι, ἅτε καὶ δικῶν οὐσῶν καὶ τῶν φίλων δεομένων ἥκειν. ἐδόκουν ἐπιτηρεῖν προσόδου καιρὸν πρὸς τὸν βασιλέα, θύοντος δὲ αὐτοῦ τυγχάνειν κατακείμενος. ὡς δὲ πλησίον γενέσθαι τῶν χειρῶν μου ἀλεκτρυόνα ἀσπαίροντα, συλλαβεῖν τε καὶ οἰωνίσασθαι, καὶ ὡς εἶχον ἐν ταῖν χεροῖν ἄρχεσθαι τῆς προρρήσεως. ὥρμητο δέ μοι τοῦτο πᾶν ἀπὸ τοῦ Ὁμηρικοῦ, ὡς Ὀδυσσεὺς τὸ ἔκπωμα πλησάμενος προσαγορεύει τὸν Ἀχιλλέα καὶ λέγει· τὰ δὲ ῥήματα οὕτω πως εἶχεν, ἐπʼ ἀγαθῷ μὲν τῷ βασιλεῖ, ἐπʼ ἀγαθῷ δὲ καὶ ἀμφοτέροις τοῖς βασιλεῦσιν, ὣς δὲ καὶ ἡμῖν ἅπασιν. ὁ δὲ ἐθαύμασέ τε καὶ πειρώμενος τῶν λόγων ἀντὶ πάντων τε ἔφη τιμᾶσθαι χρημάτων αὐτοὺς καὶ ἐπεῖπε τούτοις τοῖς λόγοις εἰ προσῆσαν ἀκροαταὶ καὶ ὅσον πεντήκοντα, κἀγὼ ὑπολαβὼν, σοῦ γε, ἔφην, βουλομένου, βασιλεῦ, καὶ ἀκροαταὶ γενήσονται, καὶ ὅπως γʼ, ἔφην, θαυμάσῃς, ταῦτα ἃ νυνὶ λέγεις ἐμοὶ ὑπὸ τοῦ Ἀσκληπιοῦ προείρηται. καὶ ἕτοιμος ἦν αὐτῷ γεγραμμένα δεικνύναι. μετὰ ταῦτα δὲ ὁ μὲν οὐκ οἶδʼ ὅποι ἐτράπετο, ἐγὼ δʼ ἐνεθυμήθην ὅτι οὗτος ἐκεῖνος ὁ καιρὸς εἴη τῆς ἐπιδείξεως. ἐπὶ τούτοις ἐδόκουν βαδίζειν ἐπὶ Κυζίκου. τοιαῦτʼ ἦν τὰ κινήσαντα. ὡς τοίνυν ἐγενόμην ἐν τῇ πόλει, πολλὴ μὲν ἦν σπουδὴ τῶν ἡγεμόνων, πολλὴ δὲ τῶν ἄλλων ἀνθρώπων, ὅμως δὲ εἰς μὲν τὸ δημόσιον οὐ παρῆλθον, προσδοκώντων ὁσημέραι καὶ θαυμαστὰ ποιούντων, κατʼ οἰκίαν δὲ συνῆν τοῖς ἐπιεικεστάτοις καὶ σχεδὸν ἐξεπληροῦτο ἡ τοῦ ἐνυπνίου φήμη, ἦν γὰρ εἰς τοὺς πεντήκοντα ὁ