<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg027.perseus-grc2" n="347"><p>θέρους ὥρᾳ πονήρως εἶχεν ὁ στόμαχος καὶ δίψος ἦν νύκτα καὶ ἡμέραν καὶ ἱδρὼς ἀμύθητος καὶ λύσις τοῦ σώματος, καὶ μόλις ἂν δύο καὶ τρεῖς εἷλκον ἀπὸ τῆς κλίνης ἀναστῆναι δεόμενον· καὶ ὁ θεὸς σημαίνει ἔξοδον ἐν Σμύρνῃ ὄντι τὸν χρόνον τοῦτον, καὶ ἔδει ἐξιέναι αὐτίκα. καὶ ἐξῄειν μὲν τὴν ἐπὶ Περγάμου· ἐν ὅσῳ δὲ ὀχήματα ἐπορίζετο καὶ δὴ μεσημβρία τε προσῄει καὶ καῦμα ᾔρετο λαμπρόν. ἔδοξεν οὖν ἡμῖν ἐν τῷ προαστείῳ διατρίψαντας αὐτὴν τὴν ἀκμὴν οὕτως περαίνειν. ἡ δʼ ὁρμὴ ἦν ὡς εἰς Μύριναν καὶ τὰ σκευοφόρα ἐπὶ τούτῳ προῄει. οἷα δὲ πνίγους ὄντος καὶ ἅμα ὑφʼ ἡδονῆς τοῦ χωρίου καὶ προσέτι ἀσχολιῶν τινῶν προείμεθα τῆς ὥρας συχνὸν, ὥστε γιγνόμεθα ἐπὶ τῷ καταγωγίῳ τῷ πρὸ τοῦ Ἑρμοῦ περὶ αὐτὴν δύσιν ἡλίου. καὶ ἠπόρησα μὲν ὅ τι ποιῶ. ὡς δὲ οὔτε τὴν δυσχέρειαν τῶν οἰκημάτων ἔφερον εἰσελθὼν, θεραπεία τε οὐ παρῆν διὰ τὸ προεκπέμψαι, ἐδόκει χρῆναι τὸ πρόσω διώκειν, καὶ διαβάντι τὸν ποταμὸν νύξ τε ἦν ἤδη καθαρὰ καὶ προσέβαλεν αὔρα τις ἐλαφρὰ καὶ ψυχεινὴ, καὶ τό τε σῶμά πως ἀνελάμβανε καὶ τῇ γνώμῃ τόνος τις μετʼ <pb xml:id="v.1.p.535"/> εὐθυμίας ἐνεδύετο, ὡς τῷ τε ἀέρι ὁμιλεῖν καθʼ ἡσυχίαν καὶ ἅμα πρὸς τὴν παρελθοῦσαν ἡμέραν τὰ παρόντα κρίνοντι ὁπόσον τι μεταβεβλήκει. ἤδη δὲ βαθείας ἑσπέρας ἦλθον εἰς Λάρισσαν, καί μοι ἀσμένῳ γίγνεται ὡς τά τε ὀχήματα οὐ κατείληπτο καὶ τὰ τῆς καταγωγῆς οὐδὲν ἀμείνω τῶν πρόσθεν ἦν, ἀλλʼ ἀνάγκη παρῆν ἔχεσθαι τῆς ὁδοῦ καὶ διακαρτερεῖν. καὶ μέσαι τε ἤδη νύκτες ἢ καὶ ἔτι πορρωτέρω, καὶ γιγνόμεθα ἐν Κύμῃ, καὶ πάντα ἀπεκέκλειτο </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg027.perseus-grc2" n="348"><p>καὶ μάλʼ ἀγαπητῶς ἐμοί. παρακαλέσας δὲ τοὺς ἑπομένους, οἳ παρέπεμπόν με ἀπὸ τοῦ χωρίου προσταλαιπωρῆσαι καὶ τὸ λοιπὸν, ὡς οὐκ εἰσόμενον αὐτοῖς, πάντως δὲ ὀλίγον τʼ εἶναι καὶ προφέρειν οὐκ ὀλίγον μοι δοκεῖν τῆς προαιρέσεως διαμαρτεῖν, ἐχώρουν ἔξω πυλῶν, καὶ ψῦχός τε ἤδη ἦν ὑγρότερον, ὥστε καὶ θέρμης δεῖσθαι. καὶ περὶ ἀλεκτρυόνων μάλιστά πως ᾠδὰς ἀνύσας εἰς Μύριναν, ὁρῶ τοὺς ἐμοὺς πρόσθεν τῶν καταγωγίων τινὸς συνεσκευασμένους ὡς εἶχον διὰ τὸ μηδʼ αὐτοὺς, ὡς ἔφασαν, καταλαβεῖν ἀνεῳγμένον μηδέν. ἦν δέ τις ἐν προθύρῳ τοῦ πανδοκείου σκίμπους· τοῦτον περιφέροντες ἄνω καὶ κάτω διατριβὴν εἴχομεν. ὅπου γὰρ τεθείη πανταχοῦ λυπηρὸς ἦν. θύραν δὲ κόπτουσιν ἢ ξένων ἢ ὡντινωνοῦν πλέον οὐδὲν ἦν· οὐ γὰρ ὑπήκουεν οὐδείς. ὀψὲ δέ ποτε εὕρομεν εἰσελθεῖν εἰς οἰκίαν τῶν ἐπιτηδείων τινὸς, κακοδαιμονίᾳ δὲ θυρωρῶν τό τε πῦρ ἀπεσβήκει καὶ ἄλλο γε οὐδὲν ἦν <pb xml:id="v.1.p.536"/> οὐ μικρὸν οὐ μέγα. εἰσῄειμεν δὲ ὑπὸ σκότου καὶ ὑπὸ χειραγωγῷ οὔτε ὁρῶντες οὔτε ὁρώμενοι. ἐν ὅσῳ δὲ πῦρ τε ἐπορίζετο καὶ πορισθέντος ἔμελλον χρίσεσθαί τε καὶ πίεσθαι, καὶ δὴ ἑωσφόρος τε ὑπερεῖχε καὶ φῶς ἡμέρας ὑπέφαινεν, ἐδόκει χρῆναι μὴ μαλθακίζεσθαι μηδὲ καθεύδειν ἡμέρας οὔσης, ἀλλʼ ἔργον ἔργῳ συνάπτειν καὶ βαδίζειν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν, εἰς Γρυνεῖον, εἰωθός μοι καὶ ἰόντι καὶ ἐπανιόντι θύειν τῷ θεῷ.</p><p rend="align(indent)">γενόμενος δὲ ἐν Γρυνείῳ θύσας τῷ Ἀπόλλωνι καὶ τὰ εἰωθότα διατρίψας εἰς Ἐλαίαν ἐλθὼν ἀνεπαυόμην. καὶ ὡς ἐγενόμην ἐν Περγάμῳ τῇ ἐπιούσῃ, ἐγὼ μὲν οἷα εἰκὸς οὕτως εἶχον ὡς ἐνδιατρίψων, ἐνύπνιον δʼ ἐλθὸν, εἴτε δὴ εἰς ἑσπέραν εὐθὺς εἴτε καὶ μιᾷ ὕστερον ἡμέρᾳ ἢ καὶ δευτέρᾳ, ἐπείγεσθαί τε ἐκέλευε καὶ μὴ ἄλλως ποιεῖν· οἵδε γὰρ καὶ δὴ διώκουσι. καὶ ἅμα τούτοις αἵ τε θυρίδες πνεύματος ἐμπεσόντος ἀνεῴγνυντο εὖ καὶ καλῶς ἐσφηκωμέναι ἔνδοθεν καὶ ἔξωθεν, καὶ πρόσθεν οὔπω συμβὰν, </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg027.perseus-grc2" n="349"><p>αἵ τε θύραι παρέσχον ψόφον. ὡς δὲ ἀφυπνίσθην, οὐδὲν ἔτι διέτριψα, ἀλλʼ εἰπὼν τοῖς οἰκέταις μεταδιώκειν ἐπιβὰς τοῦ ὀχήματος ἤλαυνον ὡς ἤνυτον. καὶ ὁ βορέας ἐπέκειτο πάντα κινῶν. ἦν δὲ τὸν χρόνον τοῦτον ἐργώδη τὰ περὶ τὴν φάρυγγα, ὑπό τε φλυκταίνης συνεχοῦς πιεζόμενα καὶ ὑπὸ παντὸς ἀεὶ τοῦ συντυχόντος ἀναξαινόμενα. τότε δὲ τῆς τε ἄμμου πολλῆς ἅμα τῷ ἀνέμῳ φερομένης ἐπὶ τοῦ προσώπου καὶ τοῦ κονιορτοῦ σύρδην ἁπανταχόθεν ἐμπίπτοντος οὐκ ἀγωνιᾶν μᾶλλόν τι παρειστήκει μοι ἢ θαρρεῖν· ἅμα μὲν οἷον ἀπονοίᾳ τινὶ καὶ παρατάξει, οὐ γὰρ ἦν ἀναφυγὴ, ἅμα δʼ ὡς ἀντεῖχον παρὰ πᾶν τὸ εἰκός. οἱ δὲ ἰατροὶ τὰ πρὸ τοῦδε ἀνακογχυλιάζειν τε ἐκέλευον καὶ σκέπην ἀκριβεστάτην καὶ τὰ τοιαῦτα εἰσηγοῦντο. δευτέρᾳ <pb xml:id="v.1.p.537"/> δὲ ἢ τρίτῃ ἡμέρᾳ παρελθὼν τὴν πατρῴαν οἰκίαν γίγνομαι ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου· καὶ θύω πρὶν καταλῦσαι τὴν ὁδὸν, ὥσπερ μοι καὶ τὸ ἐξ ἀρχῆς εὐθὺς ἐν Σμύρνῃ προείρητο, ἐλαύνειν ὀρθὴν εἰς Διὸς χωρίον. καὶ μετὰ τοῦτο ἤδη ῥᾴω τὰ τῆς διαίτης ἐπιφανῶς ἦν. περιιόντι δὲ τῷ ἔτει καὶ μηνὶ μάλιστα θᾶττον ἦγον Κυζικηνοὶ τὴν ἱερομηνίαν τὴν ἐπὶ τῷ νεῷ, ἐμοὶ δὲ ὕπνοι τε ἦσαν ἐργώδεις καὶ πέψις ἀπήντα μόλις ἐν συχνῷ τινι μέρει τῆς ἐπιούσης ἡμέρας ἡσυχάζοντι μὲν, καθεύδοντι δʼ οὔ. τότε δʼ οὖν ἡνίχʼ ἧκε τὸ ὄναρ, ἡμέρα τε ἦν ἐκ πολλοῦ καὶ ὕπνου τοσούτου σχεδὸν ἔλαχον ὅσον δόξαι ἃ ἔδοξα. ταῦτα δʼ ἦν, Πορφυρίων ὁ ἰατρὸς ἐδόκει μοι τοὺς Κυζικηνοὺς ἐπιὼν παραπλήσια τοῖς τῆς Ἀθηνᾶς πρὸς τοὺς Φαίακας λέγειν, μέγαν τε ἄγων ἐμὲ καὶ προμνώμενος συνουσίας περὶ λόγους. οἱ δὲ πείθεσθαι καὶ ἅμα θέατρόν τε εἶναι καὶ αὐτὸς ἐν τῷ θεάτρῳ, καὶ ἄλλʼ ἄττα εἰς τοῦτο φέροντα ἦν. ἀνίσταμαι καὶ συσκευάζεσθαι τοῖς οἰκέταις εἰπὼν, ὡς αὐτίκα ἐξιόντας, ἐξήλαυνον, μεσημβρίας οὐ πολλῷ τινι θᾶττον. οἷα δʼ ἐπαναμένων τοὺς οἰκέτας προῄειν σχολαίτερον, κἀν τούτῳ ἐτρίβη τι τῆς ὥρας. καὶ γίγνομαι περὶ δείλην ὀψίαν ἐπὶ τοῖς ὕδασι τοῖς θερμοῖς, καὶ πάντα ἦν θορύβου μεστὰ καὶ πλήθους</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg027.perseus-grc2" n="350"><p>ἀνθρώπων, ὥστʼ οὐχ οἷόν τʼ ἦν στέγην εὑρεῖν, ἀλλʼ ἔδει παρελαύνειν, καὶ εἵποντο μὲν ὀλίγοι ἤδη. προελθὼν δὲ τετταράκοντα στάδια εἴς τινα κώμην, ὡς οὐδέν με προσίετο τῶν αὐτόθι, ἔγνων τῇ νυκτὶ χρῆσθαι. αὐτῷ μὲν οὖν μοι ἐδέδοκτο ἐλαύνειν εἰς αὐτὴν Κύζικον, οἱ δʼ ἀκόλουθοι ἀπειρήκεσαν, σχεδὸν δύʼ ὄντες οἱ λοιποί· ὥστʼ ἠναγκάσθην καταλῦσαι περὶ τὴν λίμνην εἴκοσι καὶ ἑκατὸν στάδια ἀπὸ τῆς πόλεως, ἀνύσας δὲ εἰς εἴκοσι καὶ τριακόσια. <pb xml:id="v.1.p.538"/> παρελθὼν δὲ εἰς δωμάτιον καὶ σκίμποδος εὐπορήσας καὶ στρώματος καθαροῦ καὶ μάλʼ ἀγαπητῶς, οὐ γὰρ ἔμοιγε οὐδὲν παρῆν, ὡς εἶχον διψῶν τε καὶ κονιορτοῦ πλέως, ἐν τῇ ἐσθῆτι ἐν ᾗπερ καθήμην ἐπὶ τοῦ ὀχήματος, διενυκτέρευσα καθήμενος τὰ πλείω ἐπὶ τοῦ σκίμποδος. ἀστέρων δὲ πρὸς ἡμέραν φερομένων ἀναστὰς ἤνυσα ἀναμείνας οὐδένα. καί μοι παραμύθιον ἦν τῆς πορείας τὸ τῷ λόγῳ προσέχειν, ὃν ἔδει τοῖς Κυζικηνοῖς ἐπιδεῖξαι κατὰ τὴν τοῦ ἐνυπνίου φήμην· ὥστε καὶ ἐποιήθη οὕτω παρὰ τὴν ὁδὸν τὰ εὑρισκόμενα ἀεὶ ἀναλαμβάνοντι. τὴν μὲν οὖν σπουδὴν τὴν συμβᾶσαν περὶ τὸν λόγον οὐ μόνον ἡνίκα ἐδείκνυτο ἐν τῷ βουλευτηρίῳ, ἀλλὰ καὶ ὕστερον ἐν τῇ πανηγύρει, εἰδεῖεν ἂν οἱ παραγενόμενοι καὶ οἱ τούτων ἀκούσαντες, ἐμοὶ δʼ οὐχ ἥδιστον ἐν τοῖς τοιούτοις διατρίβειν. ἀλλʼ ἐπειδὴ προσέταξεν ἀναστρέφειν, ἐπαινέσας τὸ ἐν Λανείῳ ὕδωρ, σχεδὸν ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδόντες, ἐπανῄειμεν, τῇ τε ὥρᾳ τῆς ἐξόδου μάλιστά πως παραπλησίως, διὰ τὸ καὶ τότε αὐθημερὸν ἐξιέναι ἐπὶ τῷ προστάγματι, καὶ δὴ καὶ τῇ συνεχείᾳ τῆς πορείας, οὐδαμοῦ γὰρ διαναπαύσας ἧκον ἄσιτος μικρῷ πρὸ μέσων νυκτῶν εἰς αὔλιόν τι γεωργικὸν τῶν ἐμαυτοῦ, τετρακοσίους σταδίους τοὺς ἅπαντας, τῇ δʼ ὑστεραίᾳ ἐκεῖθεν εἰς Λανεῖον.</p><p rend="align(indent)">καὶ τὰ μὲν τῆς προτέρας εἰς Κύζικον ἐξόδου καὶ διατριβῆς οὕτως ἔσχεν. ἐπελθόντος δὲ τοῦ χειμῶνος ἦγε πάλιν τὴν ἐπὶ Σμύρνης, καὶ γίγνεται τῶν ἡμερῶν ἡ πρώτη σφόδρα ἤπιος. ὡς δὲ κατέβην εἰς τὸ πεδίον τῆς <pb xml:id="v.1.p.539"/> ἐπιούσης νυκτὸς, ἄλλα τε ὀνείρατα ἐγίγνετο ἐπισχόντα καὶ δὴ καὶ Νεφέλας Ἀριστοφάνους ἐδόκουν μεταχειρίζεσθαι· </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg027.perseus-grc2" n="351"><p>καὶ ἅμα ἕῳ νέφη τε ἦν καὶ ὑετὸς οὐ πολὺ ὕστερον. ὥσθʼ οἱ μὲν συνέχαιρον ὡς οὐ προεξῆλθον, οἱ δʼ ἐθαύμαζον τῆς προρρήσεως τὴν ἀκρίβειαν. μένοντι δέ μοι αὐτόθι ἡμέρας τινὰς ἀγγέλλεται ἡ τῆς τροφοῦ θυγάτηρ ἀσθενοῦσα καὶ ἔχουσα σφαλερῶς. κἀκείνῃ μὲν ἰατρὸν ἔπεμπον, αὐτὸς δὲ, ἐπειδὴ τάχιστα παρέσχεν, εἰχόμην τῆς ὁδοῦ. καί μου προϊόντος ἤδη ὑπεκινεῖτο ὁ ἀὴρ, ὡς πρὸς ὕδωρ τε καὶ χειμῶνα. καὶ δέος ἦν μὴ καταληφθῶμεν, ἄλλως τε καὶ δυσπόρων ὄντων. ὅμως δὲ τοσοῦτον ἀντέσχεν ὅσον δύο σταδίους ἐλλείπεσθαι πρὸς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. τηνικαῦτα δὲ ὁμίχλη τε κατέβη βαθεῖα καὶ ψακάς τις διέθει· καὶ παρελθόντων εἴσω λαμπρῶς ἤδη τὸ ὕδωρ παρῆν, ὥστε ἑορτὴν ἤγομεν. ἐπισχόντων δέ με κἀνταῦθα ὀνειράτων ἐπέμεινα. πρὸς δὲ τοῖς ἐπισχοῦσι καὶ τοιόνδε ἐγεγόνει. ἐδόκουν ἱερεῖόν τι τεθυκὼς ἐπισκοπεῖσθαι τόν τε δὴ θεὸν, οἶμαι, καλούμενον καὶ λυτῆρα, καί τινος τῶν μάντεων ἐπελθόντος πυνθάνεσθαι τί βούλοιτο ὁ λυτὴρ, πότερον καθάπαξ λύοι τι ἢ μικρότερον ἀντὶ μείζονος ποιοίη καὶ ἀναβολῆς εἴη σημεῖον. ὁ δʼ ἐῴκει οὐ πάνυ τι ἰσχυρότατα ἡγουμένῳ εἰς τὸ καθάπαξ, ἀλλὰ καὶ ἀέρας καὶ ἀστέρας καὶ τὰ τοιαῦτα ᾐτιᾶτο. κἀν τούτῳ ἠγγέλθη περὶ τῆς κόρης ὅτι εἴη τεθνεῶσα. εὐθὺς μὲν οὖν ἀκούσασιν ἐδόκει θεῖον εἶναι τὸ μὴ τυχεῖν παρόντα ἐμὲ τῇ συμφορᾷ, ἀλλὰ προεξελθεῖν· ἔτι δὲ σαφέστερον ἐκ τῶν ὕστερον χρησμῶν ἐγένετο ὡς οὐκ ἄνευ δαιμονίου τινὸς πᾶν τοῦτο συνέβη. ἐπειδὴ γὰρ κατέβην ἀπὸ τοῦ ὄρους δευτέρᾳ νυκτὶ ὕστερον, ὤφθη τοιάδε, ἔμεινα δὲ καὶ πλείους κατέχοντος τοῦ θεοῦ. Τελεσφόρος ἦν ὀρεωκόμος· οὗτος ἐδόκει μοι ὁρμηθεὶς αὐτόθεν βαδίζειν ὀπίσω, τὰ χρησθέντα ἐπὶ τῇ Φιλουμένῃ σημαίνων, τοῦτο γὰρ ὄνομα τῇ κόρῃ, κεχρῆσθαι δʼ αὐτὰ Ἀλκίμῳ πατρὶ τῆς κόρης, καὶ δὴ καὶ γράμματα ἔχειν, εἴτε δὴ σεσημασμένα εἴτε καὶ μή· ἃ τὸν Ἄλκιμον νύκτωρ <pb xml:id="v.1.p.540"/> ἀκούσαντα παρʼ αὐτῆς ἀπομνημονεύσαντα γράψασθαι, θαυμαστὰ πλήθει καὶ δυνάμει, φέροντα εἰς ἐμὲ, ὥστε </p></div></div></body></text></TEI>