εἰωθότα ἐπεθορύβησεν, ἔργου εἴχοντο οἱ παρεσκευασμένοι κροτοῦντές τε καὶ τὴν ἱερωσύνην τὴν κοινὴν τῆς Ἀσίας ἀνατιθέντες μοι καὶ τὸν δῆμον ἐσπάσαντο οὐ χαλεπῶς. καὶ ἅμα αἱ ἀρχαὶ περιίσταντό με ἄλλος ἄλλοθεν ἐπαινῶν καὶ βοῶν καὶ πρὸς τὸν δῆμον τῇ παρακλήσει φιλοτιμούμενοι. ἐγεγόνει δέ μοι σημεῖα ἐξ ὀνειράτων λαμπρὰ καὶ ἐπιφανῆ, οἷς ἐθάρρουν καὶ πάνυ. λόγον δʼ αἰτήσας οὕτως ἔπεισα ὥστε ὁ δῆμος ταύτης μὲν ἀπέστη τῆς ἀξιώσεως, ἐψηφίζετο δέ μοι τὴν ἱερωσύνην τοῦ Ἀσκληπιοῦ μάλα φαιδρῶς ἅπας, ἔτι δʼ ἦν ἐν κατασκευῇ τότε ὁ νεὼς ὁ πρὸς τῷ ἔξω λιμένι. καὶ οἶδα εὐδοκιμήσας οἷς ἀπεκρινάμην· ἔφην γὰρ ὡς οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον οἷόν τʼ εἴη πράττειν μοι ἄνευ τοῦ θεοῦ, οὔτʼ οὖν αὐτὸ τὸ ἱερᾶσθαι νομίζειν ἐξεῖναι πρότερον, πρὶν ἂν αὐτοῦ πύθωμαι τοῦ θεοῦ. οἱ δʼ ἐθαύμασάν τε καὶ συνεχώρουν. γενομένων δὲ τούτων εὐδοξία καὶ ζῆλος ἦν ἐπὶ ταῖς δημηγορίαις, καὶ οὐδὲν δεῖν ᾤμην ἔτι πραγμάτων. ὁ δὲ θεὸς οὔ τί που εἴα πέρας τοῦτο ἔχειν, ὁ δʼ ἐγχειρίδιον ἔχει ὑπὸ μάλης. καὶ συμβαίνει μετὰ τοῦτο συνέδρους μὲν ἐξιέναι Σμυρναίων εἰς Φρυγίαν ἄνω καὶ μέλλειν φέρειν τοὐμὸν ὄνομα ἐν τῷ συνεδρίῳ τῷ κοινῷ, προαισθέσθαι δέ με καὶ πέμψαι τὸν τροφέα τὸν Ζώσιμον· καὶ γίγνομαι τρίτος ἢ τέταρτος τῇ χειροτονίᾳ. μετὰ ταῦτα ἔφεσις, κλῆσις ἡγεμόνος, κλῆσις τοῦ σωτῆρος εἰς Πέργαμον· διέτριβον δʼ ἐν τῷ χωρίῳ τῷ εἰωθότι τοῦτον ἤδη τὸν χρόνον αὐτοῦ γε πέμψαντος. δευτέρᾳ δʼ ἡμέρᾳ ᾗ ὡρμήθην ἀπαντᾷ μοι ὁ κομίζων τὴν ἐπιστολὴν τοῦ ἡγεμόνος. καὶ ἐπειδὴ ἀνέγνων τὰ γράμματα, ἀλλὰ προκέκλημαί τε, ἔφην, ὑπὸ τοῦ θεοῦ καὶ θέοντα ἐπεγείρεις. τί δεῖ διατρίβειν; ἀφείθην γὰρ πάντων πραγμάτων ἐν περιόδῳ τῶν ναῶν τῶν ἐν Ἀσκληπιοῦ. οὕτω πρὸς ἡμᾶς ἔσχεν ὁ ἡγεμών· οἶμαι δʼ οὐκ ἐκεῖνος μᾶλλόν τι ἢ ὁ τῷ ὄντι καὶ καθάπαξ ἡγεμών. ὅμοιον δὲ τούτῳ καὶ τὸ πρῶτον ἁπάντων τούτων γενόμενον. χωρίον ἐστὶ Λανεῖον οὐ πόρρω τοῦ ἱεροῦ τοῦ Διὸς, οὗ κἀν τοῖς ἄνω λόγοις ἐμεμνήμην τοῦ ἱεροῦ. τοῦτο τὸ χωρίον