<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg026.perseus-grc2" n="342"><p>κοινῇ μεθʼ ἡμῶν. καὶ ὃς ἔτι μὲν ἀναγιγνώσκων δῆλος ἦν παντοῖος γιγνόμενος, ἱστάμενός τε πολλαχοῦ τῶν γραμμάτων καὶ στρεφόμενος· πλεῖστα δὲ καὶ μέγιστα ἐπιστείλαντος αὐτῷ περὶ τῶν λόγων τῶν ἐμῶν Παρδάλου τοῦ ἡμετέρου μὲν ἑταίρου, ἐκείνῳ δʼ οἰκείου καὶ συνήθους ἐκ παίδων, ἐπειδὴ καὶ ταύτην ἔλαβε τὴν ἐπιστολὴν καὶ διῆλθεν ἀμφοτέρας, οὐδεὶς, ἔφη, ζητεῖ περὶ τῶν λόγων, ἀλλʼ ἕτερόν ἐστι πρῶτον Ἑλλήνων εἶναι καὶ ἄκρον ἐν λόγοις, οὕτω γὰρ ὠνόμασε, καὶ ἕτερον διατρίβειν ἐπὶ τούτῳ καὶ μαθητὰς ἔχειν. καὶ μικρὸν διαλιπὼν, πορεύθητι, ἔφη, <pb xml:id="v.1.p.528"/> πρὸς τὴν βουλὴν, πεῖσον τοὺς πολίτας· καὶ ἅμα προὔτρεπε καὶ παρῄνει προσίεσθαι τοὺς νέους· ὅτε δὴ κἀγὼ τοσοῦτον ἀπεκρινάμην, ὅτι οὐδὲν δεοίμην παρακλήσεως, ἀλλʼ ὁ θεὸς αὐτῶν τούτων ἕνεκα ἀποστείλειεν, ὡς ἀνάγκη πείθεσθαι.</p><p rend="align(indent)">ἀρχὴ μὲν δὴ καὶ κατάστασις αὕτη τοῦ πράγματος γίγνεται καὶ πάροδος πρώτη μετὰ τὴν ἐν τῇ Ἐφέσῳ γνῶσιν γενομένην. ἔτι δʼ ὄντος μετεώρου συμβαίνει δεύτερον τοιόνδε. πρὶν εἰσελθεῖν εἰς τὴν βουλὴν ἐμὲ καὶ γενέσθαι λόγον ὁντινοῦν περὶ τούτων, ἦσαν δʼ ἀρχαιρεσίαι κατʼ ἐκεῖνον τὸν χρόνον πρυτανεῖαι, προὐβάλετό με ἡ βουλὴ δυοῖν καὶ τριῶν ὑπειπόντων. καὶ περιειστήκει τὸ πρᾶγμα εἰς ἄτοπον. ἀντὶ γὰρ τοῦ πείθειν ἐκείνους περὶ ὧν ὁ ἡγεμὼν ἀπέστειλεν, ἠναγκαζόμην αὖθις ἐφιέναι παρʼ ἐκείνων εἰς τὸ τοῦ ἡγεμόνος δικαστήριον, καὶ δύο γε ἀντὶ μιᾶς αἱ δίκαι γίγνονται, καὶ δικαστὴς πάλιν ὁ αὐτὸς ὅσπερ ἐξ ἀρχῆς. καὶ ἀπηντῶμεν εἰς Πέργαμον. μελλούσης δὲ καλεῖσθαι τῆς δίκης, ἵνα συντέμω, ᾔδει μὲν οὐδεὶς ἡμῶν· οὐ γὰρ προείρητο ἡμέρα· ὄναρ δʼ ἐπιστὰν περὶ τὴν ἕω τοσοῦτον ἔφραζε, <quote rend="blockquote">Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια.</quote> εὐθὺς οὖν δῆλον ἦν ὅτι ἀγωνίζεσθαι δεήσοι, καὶ παρεσκευαζόμην οὕτω. καὶ οὐ πολὺ ὕστερον ἧκεν ἀγγέλλων τις ὅτι καὶ δὴ καλεῖταί μου τὸ ὄνομα. ἐν ὅσῳ δὲ ἐκ τοῦ ἱεροῦ κατῄειν εἰς τὴν πόλιν, διατριβῆς ἐγγιγνομένης καὶ καλουμένου πάλιν αὖ τοῦ ὀνόματος ἔφασαν τὸν Σεβῆρον μάλα δεξιῶς εἰπεῖν ὅτι ἀφιξοίμην τε καὶ οὐδὲν δέοι κατεπείγειν. καὶ μετὰ τοῦτο ὡς εἶδε προσιόντα, ῥαβδούχους </p></div></div></body></text></TEI>