τὴν πόλιν κληθῆναι. ἔπειθʼ ὅπως μὴ δοκοίην δημοκοπικός τις εἶναι, ἐπέσχον, πρὸς δὲ τοὺς συνόντας διεμαρτυράμην, ὅπως ἀδείας ἔχοιμι, αὐτοὺς δὴ τούτους τοὺς λόγους εἰπών. τὰ μὲν δὴ περὶ τῶν σεισμῶν καὶ ὡς βοῦν θύειν αὐτοῖς ἠρξάμεθα εἴρηται. ᾠὸν δή ποτε χήνειον ἐζητοῦμεν, τοῦ θεοῦ σημήναντος ἐπὶ τῆς ἐν Περγάμῳ καθέδρας, καὶ εὑρίσκετο οὐδαμοῦ τῆς ἀγορᾶς, ἀλλʼ ἦν Μειλάτης ἐξ ἀκροπόλεως, παρὰ τοῦτον ἔρχονται τελευτῶντες οἱ πρὸς τῇ ζητήσει, κατὰ δὴ τύχην ἅμα καὶ μήνυσιν. καὶ λέγει πρὸς αὐτοὺς ὁ Μειλάτης ἔχειν ᾠὸν, φυλάττειν δὲ ἰάματος ἕνεκα· οὕτω γὰρ αὐτῷ προειρηκέναι τὸν θεόν. οὐκοῦν ἡμεῖς γε ἐκεῖθεν, ἔφασαν οἱ ζητοῦντες, καὶ ὃς προσκυνήσας δίδωσιν. ὅ τι δʼ ἐχρησάμην λαβὼν οὐκ οἶδα ὑπό γε πλήθους ἐτῶν. παραπλήσιον δὲ τούτῳ τὸ ἐκ τῆς Ἴσιδος, κατʼ ἀρχὰς ἔτι τῆς ἀσθενείας περὶ χηνῶν αὐτῶν γενόμενον. διέτριβον ἐν τοῖς ὕδασι τοῖς θερμοῖς καὶ ἡ θεὸς κελεύει θῦσαι ἑαυτῇ χῆνας δύο. ᾔειν εἰς τὴν πόλιν προπέμψας τοὺς σκεψομένους, καὶ προειπὼν ἀπαντᾶν εἰς τὸ ἱερὸν τῆς Ἴσιδος τοὺς χῆνας ἔχοντας. ἄλλοι μὲν οὖν χῆνες οὐκ ἦσαν ἐκείνην τὴν ἡμέραν, δύο δʼ ἤστην μόνω. προσελθοῦσι δʼ αὐτοῖς καὶ ὠνουμένοις ἔφη ὁ τρέφων τοὺς χῆνας ὡς οὐχ οἷός τʼ εἴη πωλῆσαι· προειρῆσθαι γὰρ αὐτῷ ὑπὸ τῆς Ἴσιδος φυλάττειν Ἀριστείδῃ· πάντως δʼ ἥξειν καὶ θύσειν. ὡς δʼ ἔγνω τὸ πᾶν, ἐξεπλάγη τε καὶ προσκυνήσας δίδωσι· καὶ ταῦτα ἐπʼ αὐτῆς τῆς θυσίας ἔγνων ἐγώ. ἐγένετο δὲ καὶ φῶς παρὰ τῆς Ἴσιδος καὶ ἕτερα ἀμύθητα φέροντα εἰς σωτηρίαν. ἐφάνη δὲ καὶ ὁ Σάραπις τῆς αὐτῆς νυκτὸς, ἅμα αὐτός τε καὶ ὁ Ἀσκληπιὸς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος καί τινα τρόπον ἀλλήλοις ἐμφερεῖς. γενομένης δὲ τῆς περὶ Ζώσιμον συμφορᾶς, ἃ γὰρ μελλούσης προεῖπε καὶ παρεμυθήσατο ὁ θεὸς παρίημι, ἀλλʼ ἐπειδὴ ἐγένετο καὶ χαλεπῶς εἶχον ἀπὸ τῆς λύπης, ἐδόκει μοι σμίλην τινʼ ἔχων ὁ Σάραπις, ὥσπερ κάθηται τῷ σχήματι, περιτέμνειν μου τὰ κύκλῳ τοῦ προσώπου ὑπʼ αὐτό πως τὸ ὁρίζηλον, οἷον λύματʼ ἀφαιρῶν καὶ καθαίρων, καὶ μεταβάλλων εἰς τὸ προσῆκον. ὥστε καὶ ὕστερον ὄψις μοι γίγνεται παρὰ τῶν χθονίων θεῶν, εἰ τὸ σφόδρα τοῦτο λυπεῖσθαι ἐπὶ τοῖς τελευτῶσιν ἀνίην, συνοίσειν μοι ἐπὶ τὸ βέλτιον. πολὺ δέ τι τούτων φρικωδέστερον εἶχε τὰ χρόνῳ ὕστερον φανθέντα, ἐν οἷς αἵ τε δὴ κλίμακες ἦσαν αἱ τὸ ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆς ἀφορίζουσαι, καὶ τὸ ἑκατέρωθι κράτος τοῦ θεοῦ, καὶ ἕτερα ἔκπληξιν θαυμαστὴν φέροντα, καὶ οὐδὲ ῥητὰ ἴσως εἰς ἅπαντας, ὥστε ἀσμένῳ μοι φανῆναι σύμβολα τοῦ Ἀσκληπιοῦ. κεφάλαιον δʼ ἦν περὶ τῆς τοῦ θεοῦ δυνάμεως ὅτι καὶ χωρὶς ὀχημάτων καὶ χωρὶς σωμάτων ὁ Σάραπις οἷός τʼ εἴη κομίζειν ἀνθρώπους ὅπη βούλοιτο. τοιαῦτα ἦν τὰ τῆς τελετῆς· καὶ ἀνέστην οὐ ῥᾴδιος γνωρίσαι καὶ πρὸς τούτοις θυσία τις ἐδηλοῦτο, ὀφειλομένη μὲν Διὶ καὶ πρόρρησιν μένουσα, ἀποδοθεῖσα δὲ ὡς τοῦ Σαράπιδος οὖσα, ἀπεδόθη δὲ καὶ ὡς τῷ Διὶ, ἔχω δὲ λέγειν κἀν ταῖς ἱεραῖς ἡμέραις, ἃς ἡ πόλις ἡ τῶν Ἀλεξανδρέων ποιεῖ τῷ θεῷ, πολλὰ δὴ πολλάκις αὐτὸν ἐπισημήναντα, καὶ κατʼ αὐτὴν ἑκάστην, καὶ προσαγαγούσης ἔτι. εἰ δὲ δεῖ τι καὶ φοβερώτερον διηγήσασθαι, ἐτεθύκειν τῇ Ἴσιδι καὶ τῷ Σαράπιδι ἐν τῷ τῆς Ἴσιδος ἱερῷ, λέγω τοῦτο ἐν Σμύρνῃ γενόμενον. ἐξιόντι δέ μοι τὰ προπύλαια προσερρύησαν χῆνες δύο τῶν ἱερῶν, καὶ παρελθόντες εἰς τὸ πρόσθεν ἡγοῦντο οὕτως ἀκριβῶς κατʼ αὐτὸ ὃ βαίνειν ἔμελλον ὥστε ἐπίδηλον εἶναί μοι. κἀγὼ νῷ τε ἔλαβον τὸ πρᾶγμα καὶ πρὸς τοὺς φίλους καὶ τοὺς παραπέμποντας, ἰδοὺ καὶ οἵδε, ἔφην, παραπέμπουσιν ἐν τῷ τῶν φίλων δὴ χορῷ· καὶ ἅμα ἔλεγον περὶ τῆς τοῦ θεοῦ γοργότητος καὶ δυνάμεως πόση τις εἴη καὶ κατὰ φήμας καὶ κατὰ συμβόλους, καὶ ὅτι πολλάκις ἤδη μοι ἐπὶ τῆς εὐχῆς ἦλθεν ἡ ἀπόκρισις· καὶ νῦν, ἔφην, ἡγεμόνας τινὰς ἡμῖν τῆς ὁδοῦ τούσδε ἀπέσταλκε. τοιαυτὶ διελεγόμεθα καὶ ἅμα ἐτηροῦμεν τί ἄρα δράσουσιν· ἄπιμέν τε δὴ τοῦ ἱεροῦ, οὐκ οἶδʼ ὁπόσον τι, κἀγὼ τοῖς φίλοις ἐνδεικνύμενος προσπαίζω τοὺς χῆνας καὶ λέγω, ἱκανῶς ὑμῖν, ὦ οὗτοι, λελειτούργηται, πορεύεσθε. οὐκ ἔφθην εἰπεῖν, καὶ οἱ μεταστραφέντες ἀπῄεσαν.