καὶ ἐφέντος τοῦ θεοῦ μικρόν τι παρήλλαττον πίνων τοῦ μέτρου. καί τινα ἐπόθουν τρόπον τὴν ταμιείαν τὴν τότε. ἦν δέ τις χρόνος οὗτος, ὅτʼ ἐμψύχων τε ἀπειχόμην, πλὴν ἀλεκτρυόνος, καὶ λαχάνων ἁπάντων, πλὴν ἀγρίων καὶ θριδακίνης, καὶ τραγημάτων δʼ ἀπειχόμην πάντων. ἤδη δή ποτε καὶ ὅλως ἑνὶ χρῆσθαι προσέταξε, καὶ ἐχρώμην ἀλεκτρυόνι, ᾧ καὶ μόλις καὶ τοῦτο ἐπετάττετο. καὶ τούτων τὰ μὲν σὺν ἀλουσίαις καὶ φλεβοτομίαις καὶ κλύσμασι διηνέγκαμεν, τὰ δʼ ὡς ἕκαστον τύχοι. ἰχθύων δὲ καὶ ἓξ ἔτη πάντων ἀπεσχόμην· ὑείων δὲ οὐκ οἶδα ὁπόσον τι. πάλιν δὲ συγχωρήσαντος ἐχρώμην ἀμφοτέροις. εἶτʼ ἐν μέρει τὰ μὲν εἰργόμην ἂν, τὰ δʼ ἐχρώμην, ὡς ἑκάτερον ἐφʼ ἑκατέρου συμβαίνοι. καὶ μὴν γάρου γε εἶρξε καθάπαξ· οὐ γὰρ εἶναι τῇ κεφαλῇ σωτήριον, ἥκιστα δὲ ὀδοῦσιν. ἰάματα δὲ ὀδόντων ἔδωκε. πρῶτον μὲν ἦν λέοντος ὀδόντα καῦσαι καὶ κόψαντα χρῆσθαι σμήγματι, δεύτερον δὲ ὀπῷ διακλύζειν τούτῳ δὴ τῷ χρήματι· μετὰ ταῦτα πέπερι, καὶ προσέθηκε θέρμης οὕνεκα· ἐφʼ ἅπασι δὲ στάχυς Ἰνδικὸς, σμῆγμα καὶ οὗτος. καὶ ταῦτα μὲν τῶν νεωστὶ φανθέντων ἐστί· βοείων δὲ εἴρχθην τοῦτον τὸν τρόπον. χρησμὸν ἐδόκουν ἐκπεπτωκέναι Ζωσίμῳ, μέχρι τούτου βιώσεσθαι μέχρι ἂν ἡ βοῦς ἡ κατʼ ἀγρὸν ζῇ. καὶ δῆτα φάναι πρὸς αὐτὸν, οἶσθʼ οὖν τὸν χρησμὸν ὅ τι νοεῖ; βοείων κρεῶν ἀπέχεσθαί σοι κελεύει. ὁ δʼ ἐλέγετο ὁ Ζώσιμος πρὸς τῇ ψύξει, ἐξ ἧς ἀπέθανε, καὶ βοείου τινὸς ἐκ θυσίας ἁψάμενος βλαβῆναι. ἦν οὖν οἷα εἰκὸς ἀκρίβεια πολλὴ καὶ πρόνοια μηδʼ ἄκρῳ τῷ δακτύλῳ προσαψάμενον λαθεῖν. καὶ χρόνῳ ὕστερον οἱ πολλοὶ καὶ πυκνοὶ σεισμοὶ γίγνονται ἐπὶ Ἄλβου ἄρχοντος τῆς Ἀσίας, καὶ τοῦτο μὲν δὴ Μυτιλήνη κατηνέχθη μικροῦ πᾶσα, τοῦτο δὲ ἐν πολλαῖς τῶν ἄλλων πόλεων πολλὰ ἐκινήθη, κῶμαι δὲ ἄρδην ἀπώλοντο, Ἐφέσιοι δὲ καὶ Σμυρναῖοι παρʼ ἀλλήλους ἔθεον θορυβούμενοι, ἡ δὲ συνέχεια θαυμαστὴ καὶ τῶν σεισμῶν καὶ τῶν φόβων. καὶ τοῦτο μὲν εἰς Κλάρον θεωροὺς ἔστελλον καὶ περιμάχητον ἦν τὸ μαντεῖον, τοῦτο δὲ ἱκετηρίας ἔχοντες περὶ τοὺς βωμοὺς καὶ τὰς ἀγορὰς καὶ τὰ κύκλῳ τῶν πόλεων περιῄεσαν, οὐδεὶς οἴκοι μένειν θαρρῶν· καὶ τελευτῶντες ἱκετεύοντες ἀπεῖπον. τοιούτων δὲ ὄντων ὁ θεὸς κελεύει μοι διατρίβοντι τότε ἐν Σμύρνῃ, μᾶλλον δὲ ἐν τῷ πρὸ τῆς πόλεως χωρίῳ, θῦσαι βοῦν δημοσίᾳ τῷ Διὶ τῷ σωτῆρι. ἀναχωροῦντος δέ μου καὶ ὑποπτεύοντος, καὶ δεδιότος τὴν προτέραν ἐκείνην πρόρρησιν, ἐγένετο μέν τι καὶ τοιοῦτον ἐννοίας, ὡς οὐ θήλειάν γε μέλλοιμι θύσειν, καὶ ὡς οὐδʼ ἀνάγκη γεύεσθαι. σαφέστατον δὲ καὶ ᾧ θαρρήσας ἔθυσα τόδε γίγνεται. ἔδοξα γὰρ ἑστῶτί μοι παρʼ αὐτὸν τὸν βωμὸν τοῦ Διὸς ἐν τῇ ἀγορᾷ καὶ δεομένῳ φῆναι σημεῖον εἰ λῷον θύσαι, ἀστέρα λαμπρὸν διᾷξαι διʼ ἀγορᾶς κυροῦντα τὴν θυσίαν. οὕτω θαρρήσας ἔθυσα. τὸ δὴ μετὰ τοῦτο ὅτῳ μὲν φίλον πιστεύειν πιστευέτω, ὅτῳ δὲ μὴ, χαιρέτω. ἔστη γὰρ ἅπαντα ἐκεῖνα καὶ οὐδὲν ἔτι ἠνώχλησε μετʼ ἐκείνην τὴν ἡμέραν, προνοίᾳ μὲν καὶ δυνάμει τῶν θεῶν, διακονίᾳ δʼ ἡμῶν ἀναγκαίᾳ. οὐχ ἧττον τούτου θαυμαστὸν, εἰ μὴ καὶ μᾶλλον, ἕκτῃ γὰρ σχεδὸν ἢ ἑβδόμῃ ἡμέρᾳ πρότερον ἢ σεῖσαι τὸ ἐξ ἀρχῆς ἐκέλευσε πέμψαντα εἰς τὴν ἀρχαίαν ἑστίαν, ἥ ἐστι πρὸς τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου, ἱερά τε δὴ δρᾶσαι καὶ βωμοὺς ἱδρύσασθαι ἐν κορυφῇ τοῦ λόφου τοῦ Ἄτυος. καὶ ταῦτά τε ἀρτίως ἐπιτετέλεστο καὶ ὁ σεισμὸς ἐπελθὼν τῆς μὲν ἄλλης τῆς ἐν μέσῳ ἁπάσης χώρας οὕτως ἥψατο ὥστε μηδὲν τῶν καταγωγίων λιπεῖν, εἰ μή τί που μικρὸν ἐρείπιον· ἄνω δὲ Ἄτυος οὐ προὔβη, οὐδὲ τοῦ πρὸς μεσημβρίαν Ἄτυος ἡμετέρου χωρίου Λανείου, πλὴν ὅσον αἰσθέσθαι, πέρα δʼ οὐχ ἥψατο οὐδενός. καὶ γάρ τοι πρὸς τοσοῦτον ἧκον τοῦ θαρρεῖν ὥστε καὶ μεσούντων μάλιστα τῶν σεισμῶν ἐκ τῶν ὑδάτων τῶν θερμῶν ἐπανιὼν εἰς τὴν πόλιν ἐξ ἐνυπνίων ἰδὼν ἱκετεύοντας καὶ τεταραγμένους τοὺς ἀνθρώπους, ἐμέλλησα μὲν εἰπεῖν ὡς οὐδὲν δέοι δεδιέναι, οὐδὲν γὰρ ἔσεσθαι δυσχερές· οὐ γὰρ ἂν αὐτὸς ἐπὶ τούτοις εἰς