<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg025.perseus-grc2" n="315"><p>νεωκόρον ἔγνων ὅτι εἴη κάθαρσις τριῶν, ὀποῦ τε ᾧ χριόμεθα καὶ μύρου ναρδίνου καὶ ἑτέρου μύρου τῶν πολυτελῶν, ἔστι δʼ, οἶμαι, τοῦ φύλλου ἐπώνυμον. σκευάσας δὲ ἐχρώμην οὕτως τὸ λοιπὸν καὶ πάντα ἐκεῖνα ἐκεχάλαστο. ἐφάνη δὲ καὶ ὁ Τελεσφόρος νύκτωρ, χορεύων περὶ τὸν τράχηλόν μου, καὶ ἀπέλαμπεν ἐν τῷ καταντικρὺ τοίχῳ σέλας ὥσπερ ἐξ ἡλίου.</p><pb xml:id="v.1.p.495"/><p rend="align(indent)">περὶ δὲ τὸν χρόνον τοῦτον ἅμα τοιόνδε ἦν μοι, εἴτε ἐμοῦντι τῆς ἑσπέρας ἤδη εἴτε καὶ οὔπω ἦσαν οἱ ἔμετοι. κάρυον καὶ ἰσχάδα καὶ φοίνικος βάλανον καὶ ἅμα ἄρτου τι πρὸς αὐτοῖς ἐσθίειν ἐδεῖτο ἐξ εὐνῆς. τούτοις δὲ ἐχρώμην τε ἐκ τοῦδε ἐπὶ τῷ χρήματι. στομάχου τε καὶ ὑποχονδρίων καὶ τοῦ περὶ ταῦτα τόπου φάρμακον δίδωσι καταπλαστὸν ἀνωτέρω μοι δοκεῖν τούτων. δίδωσι δὲ τοιαύτην δόξαν παραστήσας· Ἀσκληπιακὸν τὸν ἰατρὸν ἐδόκουν εἰσελθόντα ὡς ἐμὲ καὶ ἐπισκοποῦντα καταπλάττειν, διὰ δικτάμνου καλουμένῳ φαρμάκῳ, καὶ ἅμα προλέγειν τριάκονθʼ ἡμέρας χρήσασθαι. ἐχρώμην, καὶ ἥ τε δὴ τριακοστὴ νὺξ ἧκε καὶ τὸν Ἀσκληπιακὸν αὖθις ἐδόκουν ἐλθόντα ἀφαιρεῖν τὸ κατάπλασμα. χρόνῳ δὲ ὕστερον ἐκ τεττάρων τι συνθεὶς ἐπέθηκεν, ὧν τὰ μὲν δύο μέμνημαι, πίτταν ἐξ οἴνου καὶ οἴσυπον, τὼ δύο δὲ, εἰ φανείη τὰ ὀνείρατα, ἀναπληρώσομεν. καὶ μὴν περί γε τοῦ ὀνόματος τοῦ φαρμάκου τοῦ θηρείου τοιόνδε μέμνημαι. ἔτυχον μὲν ἅπας ἐσθίων καὶ πολὺ τῆς ἡμέρας ἀπολιπὼν, ὁ δὲ δειπνεῖν τε ἐπέταξε καὶ ἀναστάντα πιεῖν τοῦ φαρμάκου τούτου· καὶ εἰς πέντε ἑξῆς ἡμέρας ἐγένετο, οὗ τοὺς ἰατροὺς τἀναντία ᾔδειν κελεύοντας, ὁπότε τις μέλλοι πίεσθαι, μὴ δειπνεῖν, καὶ τέως εἰώθει. αὖθις δὲ ἐκέλευσε πρὸς ἄρτῳ φαγεῖν τοῦ αὐτοῦ τούτου φαρμάκου, καὶ ἔφαγον πρὸς τῷ τρίποδι τῷ ἱερῷ, ἀφορμήν τινα ταύτην ἀσφαλείας ποιούμενος. Φίλωνος δέ τις ἐστὶν, οἶμαι, κρᾶσις φάρμακον ἕτερον. ταύτης ἐγὼ μὲν οὐδʼ ὀσφρᾶσθαι οἷός τʼ ἦν πρὸ τοῦ, τοῦ δὲ θεοῦ σημήναντος χρῆσθαί τε καὶ ἅμα τὴν ὥραν ἣν ἔδει, οὐ μόνον εὐχερῶς ἔπιον, ἀλλὰ καὶ πιὼν ἡδίων καὶ ῥᾴων εὐθὺς ἦν. ἄλλα τοίνυν μυρία ἂν εἴη λέγειν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg025.perseus-grc2" n="316"><p>φαρμάκων ἐχόμενα, ὧν τὰ μὲν αὐτὸς συντιθεὶς, τὰ δὲ τῶν ἐν μέσῳ καὶ κοινῶν ἐδίδου θεραπείαν τοῦ σώματος, <pb xml:id="v.1.p.496"/> ὡς ἑκάστοτε συμβαίνοι. ὅτε δὲ ἡ συνέχεια τῶν κατάρρων ἦν καὶ ἡ ὑπερώα πυρίκαυτος, καὶ σταφυλὴ ἐφειστήκει, καὶ φλέβες οὐκ ἐπεῖχον τεινόμεναι, βιβλίον τι τῶν σπουδαίων ἔδοξα ἀναγιγνώσκειν, οὗ τὰ μὲν καθʼ ἕκαστον, πάλιν γὰρ τὸν αὐτὸν ἐρῶ λόγον, οὐκ ἂν ἔχοιμι εἰπεῖν. πῶς γὰρ τοσοῦτόν γε ὕστερον, ἄλλως τε καὶ τῆς ἀπογραφῆς τὸ τῇ μνήμῃ προσέχειν ἀφελομένης; ἀλλὰ πρὸς τῷ τέλει τοῦ βιβλίου τοιάδε μάλιστα ἐνῆν. ἦν δὲ ὡς ἐπί τινος τῶν ἀγωνιστῶν λεγόμενα. ταῦτα δὴ πάντα ὁ θεὸς συλλογισάμενος καὶ ὁρῶν τὸ ῥεῦμα ἄρδην φερόμενον προσέταξεν ὕδωρ πίνειν, οἴνου δὲ ἀπέχεσθαι, εἴ τι δεῖται νικῆσαι· ἃ δὴ καὶ σοὶ, ἔφη, ἔξεστι μιμησαμένῳ στεφανοῦσθαι ἢ συστεφανοῦσθαι. ἐνταῦθα ἔληγεν. εἶθʼ ὑπεγέγραπτο τοῦ λόγου δὴ τοὐπίγραμμα, φιλοστέφανος, ἢ φιλησιστέφανος. ὅσον μὲν οὖν τινα χρόνον διήνεγκα τὴν ὑδροποσίαν, οὐδὲ τοῦτο ἔχω λέγειν· ὅτι δʼ εὐκόλως τε καὶ ῥᾳδίως ἀεί πως πρότερον δυσχεραίνων τὸ ὕδωρ καὶ ναυτιῶν. ὡς δὲ καὶ τοῦτο ἐλελειτούργητο, τοῦ μὲν ὕδατος ἀφίησί με, οἴνου δὲ ἔταξε μέτρον, καὶ ἦν γε τὸ ῥῆμα ἡμίνα βασιλική· γνώριμον δή που ὅτι ἔφραζεν ἡμικοτύλιον. ἐχρώμην τούτῳ καὶ οὕτως ἤρκει ὡς οὐκ ἤρκει πρότερον τὸ διπλάσιον, ἔστι δʼ ὅτε καὶ φειδομένῳ ὑπὸ τοῦ δεδιέναι μὴ ἐπιλείπῃ περιῆν. οὐ μὴν τοῦτό γε ἐποιούμην ἐξαίρετον εἰς τὴν ὑστεραίαν, ἀλλʼ ἐξ ἀρχῆς ἔδει τῷ μέτρῳ στέργειν. ἐπεὶ δὲ καὶ ταύτην εἶχε τὴν πεῖραν, ἀφίησιν ἤδη πίνειν πρὸς ἐξουσίαν, οὑτωσί πως χαριεντισάμενος, ὅτι μάταιοι τῶν ἀνθρώπων εἶεν ὅσοι τῶν ἱκανῶν εὐποροῦντες μὴ τολμῶσιν ἐλευθέρως χρῆσθαι. καὶ τὸ βιβλίον αὐτὸ τοῦτο ἐδόκει εἶναι Ἀντισθένους περὶ χρήσεως· ἔφερε δὲ εἰς οἶνον, καὶ Διονύσου προσῆν τινα σύμβολα. οὕτω δʼ οὖν ὑπὸ τῆς συνηθείας διεκείμην, ὥστε </p></div></div></body></text></TEI>