ὕστερον. καὶ μεσημβρίας μοι δοκεῖν πάλιν προσβολή τις προσῄει, καὶ μετʼ οὐ πολὺ διεχώρει κάτω μέλαινα. καὶ καθημένῳ ἐπὶ τοῦ δίφρου ἐπιγίγνεται ἔκλυσις δεινὴ καὶ ἱδρὼς καὶ λειποθυμία. καὶ ὁ ἰατρὸς ἐτεθορύβητό τε καὶ τροφὴν ἠξίου προσφέρειν· τὸ δʼ οὐ τοιοῦτον ἄρα ἦν. νύξ τʼ ἐπιγίγνεται, οἷα δὴ ἐν κλυδωνίῳ καὶ σάλῳ, καὶ κατέδαρθον σχεδὸν ὅσον εἰς ὄναρ. καί μοι γίγνεται πρόσταγμα πορευθῆναι πρὸς τὴν τῶν τροφέων ἑστίαν, καὶ προσκυνῆσαι τὸ ἕδος τοῦ Διὸς πρὸς ᾧ ἐτρεφόμην· καὶ φωναί τινες, οἶμαι, καὶ ὁ τρόπος τῆς ἱκετείας διῄρητο. χιὼν δʼ ἦν οὐκ ὀλίγη καὶ δυσέξοδα παντελῶς, καὶ ἀπεῖχε τὸ οἰκίδιον τῆς οἰκίας πλέον ἢ στάδιον. ἀνέβην ἵππον καὶ ᾠχόμην, καὶ προσεκύνησα, καὶ οὐκ ἔφθην ἐπανελθὼν, καὶ πάντα ἐκεῖνα καθειστήκει. τὰ δʼ ὑπὲρ τὸν τράχηλον καὶ τὰς ἀπὸ τῶν νώτων κατατάσεις καὶ τὸν ἀκριβούμενον ὀπισθότονον ἤδη τόνδε τρόπον ἰάσατο εὐθὺς, ἐπειδὴ τὴν δύσπνοιαν ἐξιάσατο. χρῆμα ἔφη βασιλικὸν εἶναι· χρῆναι δʼ αὐτὸ λαβεῖν παρὰ τῆς γυναικός. καί πως ἐκ τούτων ἐφάνη διάκονος τῶν βασιλείων πρὸς τῷ τοῦ Τελεσφόρου νεῷ τε καὶ ἕδει, λευχείμων τε καὶ ἐζωσμένος, καὶ κατὰ τὰς θύρας, οὗ ἡ Ἄρτεμις, ᾔει ἔξω ὑπὸ κήρυκος, φέρων τῷ βασιλεῖ τὸ λοιπὸν τοῦ χρήματος. τὸ μὲν δὴ ὄναρ ὡς ἀμυδρῶς ἀπομνημονεῦσαι τοιοῦτον μάλιστα ἐγένετο. ἐπεὶ δʼ ἐλθὼν εἰς τὸ ἱερὸν γίγνομαι περιιὼν κατὰ τὸν Τελεσφόρον, ἐπέρχεται ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, καὶ ὡς ἔτυχεν ἑστὼς πρὸς τῷ ἕδει, φράζω πρὸς αὐτὸν τὴν ὄψιν τὴν γενομένην μοι, καὶ ἠρώτων τί ἂν εἴη τὸ χρῆμα, ἢ τίς ἂν χρήσαιτο. καὶ ὃς ἀκούσας καὶ θαυμάσας, ὥσπερ εἰώθει, Οὐ μακρὰ, ἔφη, ἡ ζήτησις οὐδʼ ὁδοῦ πολλῆς, ἀλλʼ ἐνθένδε σοι φέρω· κεῖται γὰρ παρὰ τοῖς ποσὶ τῆς Ὑγιείας, ἀρτίως γε θείσης Τύχης ταύτης, ἐπειδὴ τάχιστα ἀνεῴχθη τὸ ἱερόν. ἦν δὲ ἡ Τύχη γυνὴ τῶν ἐπιφανῶν. καὶ παρελθὼν εἰς Ὑγιείας κομίζει τὸ χρῆμα· καὶ χρίομαι ὡς ἔτυχον προσεστώς. ἦν δὲ καὶ τὸ χρῆμα τῆς εὐωδίας θαυμαστὸν οἷον καὶ ἡ δύναμις εὐθὺς ἐπίδηλος. θᾶττον γὰρ ἢ εἴρηκα ἀνείθη ἡ τάσις. ἐρωτήσας δʼ ὕστερον τὸν νεωκόρον ἔγνων ὅτι εἴη κάθαρσις τριῶν, ὀποῦ τε ᾧ χριόμεθα καὶ μύρου ναρδίνου καὶ ἑτέρου μύρου τῶν πολυτελῶν, ἔστι δʼ, οἶμαι, τοῦ φύλλου ἐπώνυμον. σκευάσας δὲ ἐχρώμην οὕτως τὸ λοιπὸν καὶ πάντα ἐκεῖνα ἐκεχάλαστο. ἐφάνη δὲ καὶ ὁ Τελεσφόρος νύκτωρ, χορεύων περὶ τὸν τράχηλόν μου, καὶ ἀπέλαμπεν ἐν τῷ καταντικρὺ τοίχῳ σέλας ὥσπερ ἐξ ἡλίου. περὶ δὲ τὸν χρόνον τοῦτον ἅμα τοιόνδε ἦν μοι, εἴτε ἐμοῦντι τῆς ἑσπέρας ἤδη εἴτε καὶ οὔπω ἦσαν οἱ ἔμετοι. κάρυον καὶ ἰσχάδα καὶ φοίνικος βάλανον καὶ ἅμα ἄρτου τι πρὸς αὐτοῖς ἐσθίειν ἐδεῖτο ἐξ εὐνῆς. τούτοις δὲ ἐχρώμην τε ἐκ τοῦδε ἐπὶ τῷ χρήματι. στομάχου τε καὶ ὑποχονδρίων καὶ τοῦ περὶ ταῦτα τόπου φάρμακον δίδωσι καταπλαστὸν ἀνωτέρω μοι δοκεῖν τούτων. δίδωσι δὲ τοιαύτην δόξαν παραστήσας· Ἀσκληπιακὸν τὸν ἰατρὸν ἐδόκουν εἰσελθόντα ὡς ἐμὲ καὶ ἐπισκοποῦντα καταπλάττειν, διὰ δικτάμνου καλουμένῳ φαρμάκῳ, καὶ ἅμα προλέγειν τριάκονθʼ ἡμέρας χρήσασθαι. ἐχρώμην, καὶ ἥ τε δὴ τριακοστὴ νὺξ ἧκε καὶ τὸν Ἀσκληπιακὸν αὖθις ἐδόκουν ἐλθόντα ἀφαιρεῖν τὸ κατάπλασμα. χρόνῳ δὲ ὕστερον ἐκ τεττάρων τι συνθεὶς ἐπέθηκεν, ὧν τὰ μὲν δύο μέμνημαι, πίτταν ἐξ οἴνου καὶ οἴσυπον, τὼ δύο δὲ, εἰ φανείη τὰ ὀνείρατα, ἀναπληρώσομεν. καὶ μὴν περί γε τοῦ ὀνόματος τοῦ φαρμάκου τοῦ θηρείου τοιόνδε μέμνημαι. ἔτυχον μὲν ἅπας ἐσθίων καὶ πολὺ τῆς ἡμέρας ἀπολιπὼν, ὁ δὲ δειπνεῖν τε ἐπέταξε καὶ ἀναστάντα πιεῖν τοῦ φαρμάκου τούτου· καὶ εἰς πέντε ἑξῆς ἡμέρας ἐγένετο, οὗ τοὺς ἰατροὺς τἀναντία ᾔδειν κελεύοντας, ὁπότε τις μέλλοι πίεσθαι, μὴ δειπνεῖν, καὶ τέως εἰώθει. αὖθις δὲ ἐκέλευσε πρὸς ἄρτῳ φαγεῖν τοῦ αὐτοῦ τούτου φαρμάκου, καὶ ἔφαγον πρὸς τῷ τρίποδι τῷ ἱερῷ, ἀφορμήν τινα ταύτην ἀσφαλείας ποιούμενος. Φίλωνος δέ τις ἐστὶν, οἶμαι, κρᾶσις φάρμακον ἕτερον. ταύτης ἐγὼ μὲν οὐδʼ ὀσφρᾶσθαι οἷός τʼ ἦν πρὸ τοῦ, τοῦ δὲ θεοῦ σημήναντος χρῆσθαί τε καὶ ἅμα τὴν ὥραν ἣν ἔδει, οὐ μόνον εὐχερῶς ἔπιον, ἀλλὰ καὶ πιὼν ἡδίων καὶ ῥᾴων εὐθὺς ἦν. ἄλλα τοίνυν μυρία ἂν εἴη λέγειν φαρμάκων ἐχόμενα, ὧν τὰ μὲν αὐτὸς συντιθεὶς, τὰ δὲ τῶν ἐν μέσῳ καὶ κοινῶν ἐδίδου θεραπείαν τοῦ σώματος, ὡς ἑκάστοτε συμβαίνοι. ὅτε δὲ ἡ συνέχεια τῶν κατάρρων ἦν καὶ ἡ ὑπερώα πυρίκαυτος, καὶ σταφυλὴ ἐφειστήκει, καὶ φλέβες οὐκ ἐπεῖχον τεινόμεναι, βιβλίον τι τῶν σπουδαίων ἔδοξα ἀναγιγνώσκειν, οὗ τὰ μὲν καθʼ ἕκαστον, πάλιν γὰρ τὸν αὐτὸν ἐρῶ λόγον, οὐκ ἂν ἔχοιμι εἰπεῖν. πῶς γὰρ τοσοῦτόν γε ὕστερον, ἄλλως τε καὶ τῆς ἀπογραφῆς τὸ τῇ μνήμῃ προσέχειν ἀφελομένης; ἀλλὰ πρὸς τῷ τέλει τοῦ βιβλίου τοιάδε μάλιστα ἐνῆν. ἦν δὲ ὡς ἐπί τινος τῶν ἀγωνιστῶν λεγόμενα. ταῦτα δὴ πάντα ὁ θεὸς συλλογισάμενος καὶ ὁρῶν τὸ ῥεῦμα ἄρδην φερόμενον προσέταξεν ὕδωρ πίνειν, οἴνου δὲ ἀπέχεσθαι, εἴ τι δεῖται νικῆσαι· ἃ δὴ καὶ σοὶ, ἔφη, ἔξεστι μιμησαμένῳ στεφανοῦσθαι ἢ συστεφανοῦσθαι. ἐνταῦθα ἔληγεν. εἶθʼ ὑπεγέγραπτο τοῦ λόγου δὴ τοὐπίγραμμα, φιλοστέφανος, ἢ φιλησιστέφανος. ὅσον μὲν οὖν τινα χρόνον διήνεγκα τὴν ὑδροποσίαν, οὐδὲ τοῦτο ἔχω λέγειν· ὅτι δʼ εὐκόλως τε καὶ ῥᾳδίως ἀεί πως πρότερον δυσχεραίνων τὸ ὕδωρ καὶ ναυτιῶν. ὡς δὲ καὶ τοῦτο ἐλελειτούργητο, τοῦ μὲν ὕδατος ἀφίησί με, οἴνου δὲ ἔταξε μέτρον, καὶ ἦν γε τὸ ῥῆμα ἡμίνα βασιλική· γνώριμον δή που ὅτι ἔφραζεν ἡμικοτύλιον. ἐχρώμην τούτῳ καὶ οὕτως ἤρκει ὡς οὐκ ἤρκει πρότερον τὸ διπλάσιον, ἔστι δʼ ὅτε καὶ φειδομένῳ ὑπὸ τοῦ δεδιέναι μὴ ἐπιλείπῃ περιῆν. οὐ μὴν τοῦτό γε ἐποιούμην ἐξαίρετον εἰς τὴν ὑστεραίαν, ἀλλʼ ἐξ ἀρχῆς ἔδει τῷ μέτρῳ στέργειν. ἐπεὶ δὲ καὶ ταύτην εἶχε τὴν πεῖραν, ἀφίησιν ἤδη πίνειν πρὸς ἐξουσίαν, οὑτωσί πως χαριεντισάμενος, ὅτι μάταιοι τῶν ἀνθρώπων εἶεν ὅσοι τῶν ἱκανῶν εὐποροῦντες μὴ τολμῶσιν ἐλευθέρως χρῆσθαι. καὶ τὸ βιβλίον αὐτὸ τοῦτο ἐδόκει εἶναι Ἀντισθένους περὶ χρήσεως· ἔφερε δὲ εἰς οἶνον, καὶ Διονύσου προσῆν τινα σύμβολα. οὕτω δʼ οὖν ὑπὸ τῆς συνηθείας διεκείμην, ὥστε καὶ ἐφέντος τοῦ θεοῦ μικρόν τι παρήλλαττον πίνων τοῦ μέτρου. καί τινα ἐπόθουν τρόπον τὴν ταμιείαν τὴν τότε. ἦν δέ τις χρόνος οὗτος, ὅτʼ ἐμψύχων τε ἀπειχόμην, πλὴν ἀλεκτρυόνος, καὶ λαχάνων ἁπάντων, πλὴν ἀγρίων καὶ θριδακίνης, καὶ τραγημάτων δʼ ἀπειχόμην πάντων. ἤδη δή ποτε καὶ ὅλως ἑνὶ χρῆσθαι προσέταξε, καὶ ἐχρώμην ἀλεκτρυόνι, ᾧ καὶ μόλις καὶ τοῦτο ἐπετάττετο. καὶ τούτων τὰ μὲν σὺν ἀλουσίαις καὶ φλεβοτομίαις καὶ κλύσμασι διηνέγκαμεν, τὰ δʼ ὡς ἕκαστον τύχοι. ἰχθύων δὲ καὶ ἓξ ἔτη πάντων ἀπεσχόμην· ὑείων δὲ οὐκ οἶδα ὁπόσον τι. πάλιν δὲ συγχωρήσαντος ἐχρώμην ἀμφοτέροις. εἶτʼ ἐν μέρει τὰ μὲν εἰργόμην ἂν, τὰ δʼ ἐχρώμην, ὡς ἑκάτερον ἐφʼ ἑκατέρου συμβαίνοι. καὶ μὴν γάρου γε εἶρξε καθάπαξ· οὐ γὰρ εἶναι τῇ κεφαλῇ σωτήριον, ἥκιστα δὲ ὀδοῦσιν. ἰάματα δὲ ὀδόντων ἔδωκε. πρῶτον μὲν ἦν λέοντος ὀδόντα καῦσαι καὶ κόψαντα χρῆσθαι σμήγματι, δεύτερον δὲ ὀπῷ διακλύζειν τούτῳ δὴ τῷ χρήματι· μετὰ ταῦτα πέπερι, καὶ προσέθηκε θέρμης οὕνεκα· ἐφʼ ἅπασι δὲ στάχυς Ἰνδικὸς, σμῆγμα καὶ οὗτος. καὶ ταῦτα μὲν τῶν νεωστὶ φανθέντων ἐστί· βοείων δὲ εἴρχθην τοῦτον τὸν τρόπον. χρησμὸν ἐδόκουν ἐκπεπτωκέναι Ζωσίμῳ, μέχρι τούτου βιώσεσθαι μέχρι ἂν ἡ βοῦς ἡ κατʼ ἀγρὸν ζῇ. καὶ δῆτα φάναι πρὸς αὐτὸν, οἶσθʼ οὖν τὸν χρησμὸν ὅ τι νοεῖ; βοείων κρεῶν ἀπέχεσθαί σοι κελεύει. ὁ δʼ ἐλέγετο ὁ Ζώσιμος πρὸς τῇ ψύξει, ἐξ ἧς ἀπέθανε, καὶ βοείου τινὸς ἐκ θυσίας ἁψάμενος βλαβῆναι. ἦν οὖν οἷα εἰκὸς ἀκρίβεια πολλὴ καὶ πρόνοια μηδʼ ἄκρῳ τῷ δακτύλῳ προσαψάμενον λαθεῖν. καὶ χρόνῳ ὕστερον οἱ πολλοὶ καὶ πυκνοὶ σεισμοὶ γίγνονται ἐπὶ Ἄλβου ἄρχοντος τῆς Ἀσίας, καὶ τοῦτο μὲν δὴ Μυτιλήνη κατηνέχθη μικροῦ πᾶσα, τοῦτο δὲ ἐν πολλαῖς τῶν ἄλλων πόλεων πολλὰ ἐκινήθη, κῶμαι δὲ ἄρδην ἀπώλοντο, Ἐφέσιοι δὲ καὶ Σμυρναῖοι παρʼ ἀλλήλους ἔθεον θορυβούμενοι, ἡ δὲ συνέχεια θαυμαστὴ καὶ τῶν σεισμῶν καὶ τῶν φόβων. καὶ τοῦτο μὲν εἰς Κλάρον θεωροὺς ἔστελλον καὶ περιμάχητον ἦν τὸ μαντεῖον, τοῦτο δὲ ἱκετηρίας ἔχοντες περὶ τοὺς βωμοὺς καὶ τὰς ἀγορὰς καὶ τὰ κύκλῳ τῶν πόλεων περιῄεσαν, οὐδεὶς οἴκοι μένειν θαρρῶν· καὶ τελευτῶντες ἱκετεύοντες ἀπεῖπον. τοιούτων δὲ ὄντων ὁ θεὸς κελεύει μοι διατρίβοντι τότε ἐν Σμύρνῃ, μᾶλλον δὲ ἐν τῷ πρὸ τῆς πόλεως χωρίῳ, θῦσαι βοῦν δημοσίᾳ τῷ Διὶ τῷ σωτῆρι. ἀναχωροῦντος δέ μου καὶ ὑποπτεύοντος, καὶ δεδιότος τὴν προτέραν ἐκείνην πρόρρησιν, ἐγένετο μέν τι καὶ τοιοῦτον ἐννοίας, ὡς οὐ θήλειάν γε μέλλοιμι θύσειν, καὶ ὡς οὐδʼ ἀνάγκη γεύεσθαι. σαφέστατον δὲ καὶ ᾧ θαρρήσας ἔθυσα τόδε γίγνεται. ἔδοξα γὰρ ἑστῶτί μοι παρʼ αὐτὸν τὸν βωμὸν τοῦ Διὸς ἐν τῇ ἀγορᾷ καὶ δεομένῳ φῆναι σημεῖον εἰ λῷον θύσαι, ἀστέρα λαμπρὸν διᾷξαι διʼ ἀγορᾶς κυροῦντα τὴν θυσίαν. οὕτω θαρρήσας ἔθυσα. τὸ δὴ μετὰ τοῦτο ὅτῳ μὲν φίλον πιστεύειν πιστευέτω, ὅτῳ δὲ μὴ, χαιρέτω. ἔστη γὰρ ἅπαντα ἐκεῖνα καὶ οὐδὲν ἔτι ἠνώχλησε μετʼ ἐκείνην τὴν ἡμέραν, προνοίᾳ μὲν καὶ δυνάμει τῶν θεῶν, διακονίᾳ δʼ ἡμῶν ἀναγκαίᾳ. οὐχ ἧττον τούτου θαυμαστὸν, εἰ μὴ καὶ μᾶλλον, ἕκτῃ γὰρ σχεδὸν ἢ ἑβδόμῃ ἡμέρᾳ πρότερον ἢ σεῖσαι τὸ ἐξ ἀρχῆς ἐκέλευσε πέμψαντα εἰς τὴν ἀρχαίαν ἑστίαν, ἥ ἐστι πρὸς τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου, ἱερά τε δὴ δρᾶσαι καὶ βωμοὺς ἱδρύσασθαι ἐν κορυφῇ τοῦ λόφου τοῦ Ἄτυος. καὶ ταῦτά τε ἀρτίως ἐπιτετέλεστο καὶ ὁ σεισμὸς ἐπελθὼν τῆς μὲν ἄλλης τῆς ἐν μέσῳ ἁπάσης χώρας οὕτως ἥψατο ὥστε μηδὲν τῶν καταγωγίων λιπεῖν, εἰ μή τί που μικρὸν ἐρείπιον· ἄνω δὲ Ἄτυος οὐ προὔβη, οὐδὲ τοῦ πρὸς μεσημβρίαν Ἄτυος ἡμετέρου χωρίου Λανείου, πλὴν ὅσον αἰσθέσθαι, πέρα δʼ οὐχ ἥψατο οὐδενός. καὶ γάρ τοι πρὸς τοσοῦτον ἧκον τοῦ θαρρεῖν ὥστε καὶ μεσούντων μάλιστα τῶν σεισμῶν ἐκ τῶν ὑδάτων τῶν θερμῶν ἐπανιὼν εἰς τὴν πόλιν ἐξ ἐνυπνίων ἰδὼν ἱκετεύοντας καὶ τεταραγμένους τοὺς ἀνθρώπους, ἐμέλλησα μὲν εἰπεῖν ὡς οὐδὲν δέοι δεδιέναι, οὐδὲν γὰρ ἔσεσθαι δυσχερές· οὐ γὰρ ἂν αὐτὸς ἐπὶ τούτοις εἰς