ἀκούοντα περὶ ἐμοῦ, τὸν δὲ θεὸν φάναι παραμυθούμενον καὶ διδάσκοντα ὡς ἄρα οὐκ ἄντικρυς ἐκκόψαι τὰ ὀστᾶ οὐδὲ τὰ νεῦρα τὰ ὄντα ἐκτεμεῖν, ἀλλὰ δεῖν οἷον ἀλλοίωσίν τινα τῶν ὄντων γίγνεσθαι, οὕτω πολλῆς καὶ ἀτόπου δεῖν τῆς ἐπανορθώσεως. καὶ δίδωσιν ἴαμα τῷ Νηρίτῳ φράζειν ἐμοὶ, τῆς ἡμέρας εἰς τρὶς ἐλαίῳ ἁλῶν οὐκ ἔχοντι· καὶ ἐποίουν ἐξ ἐκείνου οὕτως, καὶ πειρωμένῳ συνέφερεν ἐπὶ τὸ βέλτιον. ταυτὶ δὲ ἕτερα ἐπὶ τῆς πατρῴας ἑστίας συνέβη μοι, κατʼ αὐτὴν ἀκμὴν χειμῶνός τε καὶ ἅμα τῆς νόσου. κατεκείμην ἐπʼ ἀρίστῳ, καὶ ἐπῆλθε τῆς κεφαλῆς ἀλγήματα ἰσχυρὰ καὶ δεινὰ, καὶ τὸ πρόσωπον κατετείνετο, καὶ τὰ χείλη συνεκέκλειτο, καὶ ἦν ἀπορία πολλή. συσπειραθεὶς δὲ ὡς εἶχον εἰσῇξα εἰς τὸ δωμάτιον οὗ κάθευδον, καὶ κατακλίνομαι ὅντινα δὴ τρόπον, καὶ πῦρ ἐπιγίγνεται πολὺ καὶ σφοδρόν· καὶ ὅπως ἀναπνεύσαιμι οὐκ εἶχον, ἀλλʼ ἦν οἰμωγὴ τῆς τε μητρὸς καὶ τροφοῦ καὶ τῶν ἄλλων οἰκετῶν, καὶ ὅτε δὴ Ζώσιμος συνετετάρακτο, καί πως ἔνευσα τοῖς πλείοσιν ἔξοδον καὶ παρετετάγμην πρὸς τὸ συμβησόμενον. καὶ δὴ μετὰ τοῦτο ἡλίου τε ἦν δύσις, ἢ καὶ ἔτι πορρωτέρω, καὶ ἐπιγίγνεται σπασμὸς ἐπὶ τῷ πυρετῷ οὔτε τις ῥητὸς οὔθʼ οἷον ἄν τις καὶ διανοηθείη, ἀλλʼ εἵλκετο πάσας ἕλξεις τὸ σῶμα, καὶ τὰ μὲν γόνατα ἄνω πρὸς τὴν κεφαλὴν ἐφέρετο, καὶ προσερρήγνυτο, τὰς δὲ χεῖρας οὐχ οἷόν τʼ ἦν κατέχειν, ἀλλʼ εἰς τὸν τράχηλον καὶ τὸ πρόσωπον ἐνέπιπτον· τὸ δὲ στῆθος ἔξω προεωθεῖτο καὶ τὸ νῶτον εἰς τοὔπισθεν ἀντεσπᾶτο ὥσπερ ἱστίον ἐξ ἀνέμου κεκυρτωκός. ἠρέμει δὲ οὐδὲν τοῦ σώματος οὐδὲ μικρόν τι παρήλλαττε τοῦ κατὰ φύσιν, ἀλλʼ ἦν ἐπὶ πλεῖστον ἡ κίνησις καὶ ἡ τῶν ὀδυνῶν κατάτασις ἄρρητος, οὔτε σιωπᾶν ἐῶσα καὶ πρὸς τὴν φωνὴν ἔτι μεῖζον ἀπαντῶσα. ταῦτα δʼ ἐγίγνετο καὶ εἰς μέσας νύκτας καὶ πρόσω μηδὲ μικρὸν ἀνιέντα· ἔπειτα τῆς μὲν ἀκμῆς ἀφεῖλέ τι, οὐ μὴν παντάπασί γε ἐπαύσατο. ἐρίων δʼ ἦν θερμῶν ὑποβολή τε καὶ περιβολὴ συνεχὴς καὶ πυρίας πᾶσα ἰδέα, καὶ μόλις οὕτω διαγίγνομαι. καὶ πρὶν ἡμέραν εἶναι, ἔθει τις ἰατρὸν καλῶν. ἧκεν εἴτε δὴ τῆς ἐπιούσης εἴτε καὶ ἡμέρᾳ ὕστερον. καὶ μεσημβρίας μοι δοκεῖν πάλιν προσβολή τις προσῄει, καὶ μετʼ οὐ πολὺ διεχώρει κάτω μέλαινα. καὶ καθημένῳ ἐπὶ τοῦ δίφρου ἐπιγίγνεται ἔκλυσις δεινὴ καὶ ἱδρὼς καὶ λειποθυμία. καὶ ὁ ἰατρὸς ἐτεθορύβητό τε καὶ τροφὴν ἠξίου προσφέρειν· τὸ δʼ οὐ τοιοῦτον ἄρα ἦν. νύξ τʼ ἐπιγίγνεται, οἷα δὴ ἐν κλυδωνίῳ καὶ σάλῳ, καὶ κατέδαρθον σχεδὸν ὅσον εἰς ὄναρ. καί μοι γίγνεται πρόσταγμα πορευθῆναι πρὸς τὴν τῶν τροφέων ἑστίαν, καὶ προσκυνῆσαι τὸ ἕδος τοῦ Διὸς πρὸς ᾧ ἐτρεφόμην· καὶ φωναί τινες, οἶμαι, καὶ ὁ τρόπος τῆς ἱκετείας διῄρητο. χιὼν δʼ ἦν οὐκ ὀλίγη καὶ δυσέξοδα παντελῶς, καὶ ἀπεῖχε τὸ οἰκίδιον τῆς οἰκίας πλέον ἢ στάδιον. ἀνέβην ἵππον καὶ ᾠχόμην, καὶ προσεκύνησα, καὶ οὐκ ἔφθην ἐπανελθὼν, καὶ πάντα ἐκεῖνα καθειστήκει. τὰ δʼ ὑπὲρ τὸν τράχηλον καὶ τὰς ἀπὸ τῶν νώτων κατατάσεις καὶ τὸν ἀκριβούμενον ὀπισθότονον ἤδη τόνδε τρόπον ἰάσατο εὐθὺς, ἐπειδὴ τὴν δύσπνοιαν ἐξιάσατο. χρῆμα ἔφη βασιλικὸν εἶναι· χρῆναι δʼ αὐτὸ λαβεῖν παρὰ τῆς γυναικός. καί πως ἐκ τούτων ἐφάνη διάκονος τῶν βασιλείων πρὸς τῷ τοῦ Τελεσφόρου νεῷ τε καὶ ἕδει, λευχείμων τε καὶ ἐζωσμένος, καὶ κατὰ τὰς θύρας, οὗ ἡ Ἄρτεμις, ᾔει ἔξω ὑπὸ κήρυκος, φέρων τῷ βασιλεῖ τὸ λοιπὸν τοῦ χρήματος. τὸ μὲν δὴ ὄναρ ὡς ἀμυδρῶς ἀπομνημονεῦσαι τοιοῦτον μάλιστα ἐγένετο. ἐπεὶ δʼ ἐλθὼν εἰς τὸ ἱερὸν γίγνομαι περιιὼν κατὰ τὸν Τελεσφόρον, ἐπέρχεται ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, καὶ ὡς ἔτυχεν ἑστὼς πρὸς τῷ ἕδει, φράζω πρὸς αὐτὸν τὴν ὄψιν τὴν γενομένην μοι, καὶ ἠρώτων τί ἂν εἴη τὸ χρῆμα, ἢ τίς ἂν χρήσαιτο. καὶ ὃς ἀκούσας καὶ θαυμάσας, ὥσπερ εἰώθει, Οὐ μακρὰ, ἔφη, ἡ ζήτησις οὐδʼ ὁδοῦ πολλῆς, ἀλλʼ ἐνθένδε σοι φέρω· κεῖται γὰρ παρὰ τοῖς ποσὶ τῆς Ὑγιείας, ἀρτίως γε θείσης Τύχης ταύτης, ἐπειδὴ τάχιστα ἀνεῴχθη τὸ ἱερόν. ἦν δὲ ἡ Τύχη γυνὴ τῶν ἐπιφανῶν. καὶ παρελθὼν εἰς Ὑγιείας κομίζει τὸ χρῆμα· καὶ χρίομαι ὡς ἔτυχον προσεστώς. ἦν δὲ καὶ τὸ χρῆμα τῆς εὐωδίας θαυμαστὸν οἷον καὶ ἡ δύναμις εὐθὺς ἐπίδηλος. θᾶττον γὰρ ἢ εἴρηκα ἀνείθη ἡ τάσις. ἐρωτήσας δʼ ὕστερον τὸν