τῆς Σικελίας προσηνέχθημεν. ἔπειτα ἐν πορθμῷ πλάναι καὶ δρόμοι, τὰ μὲν εἰς τὸ πρόσθεν, τὰ δὲ εἰς τοὐπίσω. τοῦ δὲ Ἀδρίου τὸ μὲν πέλαγος δυοῖν νυξὶ καὶ ἡμέρᾳ διήλθομεν, ἀψοφητὶ παραπέμποντος τοῦ ῥεύματος. ὡς δʼ ἔδει πρὸς τὴν Κεφαλληνίαν προσχεῖν, αὖθις αὖ κῦμα ὑψηλὸν, καὶ τὸ πνεῦμα οὐκ ἔφερεν, ἀλλʼ ἐπλανώμεθα ἄνω καὶ κάτω, κάματος παντοδαπὸς τοῦ σώματος καὶ λύσις. τὰ δʼ ἐν τῷ πορθμῷ τῷ Ἀχαϊκῷ πάλιν συμβάντα ὑπʼ αὐτὴν ἰσημερίαν ἀράντων τῶν χρηστῶν ναυτῶν ἐκ Πατρῶν ἄκοντος ἐμοῦ καὶ ἀντιλέγοντος ἐξ ἀρχῆς οὐδʼ ἂν λέγων εἴποις, ἐν οἷς ἅπασι τό τε στῆθος καὶ τἄλλα ἔτι μειζόνως ἐκακοῦτο. παραπλήσια δὲ καὶ τὰ ἐν τῷ Αἰγαίῳ, μοχθηρία κυβερνήτου καὶ ναυτῶν γενόμενα ἐναντία τοῖς πνεύμασι πλεῖν ἀξιούντων καὶ μηδὲν ἀκούειν ἐθελόντων ἐμοῦ. τέτταρες πάλιν αὗται πρὸς ταῖς δέκα ἡμέραι καὶ νύκτες, χειμῶνος κύκλῳ διὰ παντὸς τοῦ πελάγους φερομένων, κἀν ταύταις ἀσιτίαι οὐκ ὀλίγαι, καὶ μόλις Μιλήτῳ προσηνέχθημεν. καὶ οὔτε ἵστασθαι δυνατὸς ἦν τά τε ὦτα ἐξεκεκώφητο, ἠνώχλει τε οὐδὲν ὅ τι οὔ. καὶ κατὰ μικρὸν προσιόντες οὕτω γιγνόμεθα ἐν τῇ Σμύρνῃ, πέρα πάσης ἐλπίδος. καὶ χειμὼν ἤδη ἦν καὶ τὰ τῆς ὑπερώας παντάπασι δυσχερῶς εἶχε καὶ τἄλλα ὡσαύτως. καὶ συνῆλθον οἵ τε ἰατροὶ καὶ γυμνασταὶ, καὶ οὔτε βοηθεῖν εἶχον οὔτε ἐγνώριζον τὴν ποικιλίαν τῆς νόσου. τοσοῦτον δʼ οὖν συνέδοξεν, εἰς τὰς πηγὰς τὰς θερμὰς κομίσαι, ἐπειδὴ καὶ τὸν ἐν τῇ πόλει ἀέρα φέρειν οὐχ οἷός τε ἦν. καὶ τὰ ἐπὶ τούτοις δὴ μικρῷ πρόσθεν διηγούμην. ἐκ τοιούτων καὶ τοσούτων ὡς βραχέως τε καὶ ἀμυδρῶς εἰπεῖν ἡ νόσος ἠσκήθη καὶ συνεσκευάσθη, κατὰ προσθήκην χρόνου προϊοῦσα ἀεί. καὶ παρελθόντος ἐνιαυτοῦ καὶ μηνῶν ἐπὶ τὴν ἐν Περγάμῳ καθέδραν ἤλθομεν. νῦν δὲ ὅθεν ἐξέβημεν τρεπώμεθα πρὸς τὰ λουτρὰ τὰ θεῖα· ὀδύναι δὲ καὶ νόσοι καὶ κίνδυνοι πάντες ἐρρόντων. ἐγκατεκεκλίμην μεταξὺ τῶν τε θυρῶν καὶ τῶν κιγκλίδων τοῦ νεὼ κατὰ δή τινα ὀνείρατος ὄψιν· καί μοι χρῇ ὁ θεὸς τὸ ἔπος τόδε ἑσπέριοι δʼ ἤκμαζον ἐπὶ κρήναις χλοεραῖσιν. ἔπειτα ἐχριόμην τε ἐν τῷ ὑπαίθρῳ ἐν τῷ περιβόλῳ τοῦ ἱεροῦ καὶ ἐλούμην τῷ φρέατι τῷ ἱερῷ, καὶ οὐδεὶς ἦν ὅστις οὐχ ὁρῶν ἠπίστει. καὶ μικροῦ πᾶσαν ἐξέβαλον τὴν νόσον, εἰ μὴ τοῦ θεοῦ σημεῖα φαίνοντος καὶ μεταβάλλοντος ἤδη τὴν δίαιταν αὐτὸς μὲν οὕτως εἶχον ὡς ταύτῃ ποιήσων, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων, οἳ σοφίας τε ἀντιποιούμενοι καί τινα ἔχειν περὶ ταῦτα δοκοῦντες δεινότητα ἀτοπώτερον τὰ ἐνύπνια ἐξηγοῦντο, φάσκοντες διʼ ὑπερβολῆς ἐνδείκνυσθαι τὸν θεὸν ὅτι χρὴ μένειν ἐπὶ τῶν αὐτῶν. κἀγὼ συνεχώρησα ἄκων μὲν καὶ ὑφορώμενος καὶ νομίζων αὐτὸς ἄμεινον γιγνώσκειν, ὡς δʼ ἂν μὴ δοκοίην ἐμαυτῷ τις εἶναι μόνῳ πειθόμενος. παθὼν δʼ ἔγνων καλῶς ὡς ὀρθῶς ἐγίγνωσκον. ἀλλʼ ὅσα μὲν σύμβουλοι διήμαρτον χωρὶς ἔστω· καίτοι καὶ ταῦτα ἔοικε τῶν σφόδρα πρὸς τὸν θεὸν εἶναι. τὸ γὰρ τὴν αὐτὴν δίαιταν καὶ τὰ αὐτὰ πράγματα, ὁπότε μὲν ὁ θεὸς ἡγοῖτό τε καὶ διαρρήδην εἴποι, σωτηρίαν, ἰσχὺν, κουφότητα, ῥᾳστώνην, εὐθυμίαν, πάντα τὰ κάλλιστα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ φέρειν, ἄλλου δέ του συμβουλεύσαντος καὶ μὴ στοχασαμένου τῆς γνώμης τοῦ θεοῦ πάντα τἀναντία τούτοις ἐπιφέρειν, πῶς οὐ μέγιστον σημεῖον τοῦ θεοῦ τῆς δυνάμεως; φέρε δὴ πάλιν τῶν παρʼ αὐτοῦ μνημονεύσωμεν. ἦν ἰσημερία ἡ μετὰ χειμῶνα ὅτε πηλοῦνται τῷ θεῷ, ἐμοὶ δʼ οὐχ οἷόν τʼ ἦν, εἰ μή τι σημήνειε παρακινεῖν. ἀπώκνησα οὖν· ἡ δὲ ἡμέρα κατὰ μνήμην ἐμὴν καὶ πάνυ ἀλεεινὴ ἐγένετο. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις χειμὼν ἐπιγίγνεται καὶ βορέας ἐώθει πάντα τὸν οὐρανὸν, καὶ νεφέλαι μέλαιναι ἠγείροντο συνεχεῖς, καὶ πάλιν ἐκ νέας χειμών. τοιούτων δʼ ὄντων προσέταξε χρήσασθαι τῷ πηλῷ πρὸς τῷ φρέατι τῷ ἱερῷ καὶ λούσασθαι αὐτόθεν. παρέσχον οὖν θέαν καὶ τότε, τοσαύτη δʼ ἦν τοῦ τε πηλοῦ καὶ τοῦ ἀέρος ἡ ψυχρότης ὥστε ἕρμαιον ἐποιησάμην προσδραμεῖν τῷ φρέατι, καί μοι τὸ ὕδωρ ἀντʼ ἄλλης ἀλέας ἤρκεσε. καὶ ταῦτʼ ἐστὶ τὰ πρῶτα τοῦ θαύματος. τῇ δʼ ἐπιούσῃ νυκτὶ προστάττει τῷ τε πηλῷ πάλιν κατὰ τὰ αὐτὰ χρήσασθαι καὶ δραμεῖν κύκλῳ περὶ τοὺς νεὼς εἰς τρίς· καὶ τοῦ βορέου τὸ χρῆμα ἀμύθητον ἦν καὶ ὁ κρυμὸς ἐπηύξητο, οὐχ οὕτως πυκνὴν εὗρες ἂν ἐσθῆτα ὥστε ἱκανὴν εἶναι στέγειν, ἀλλὰ διεξῄει καὶ προσέπιπτε ταῖς πλευραῖς ὥσπερ βέλος. τῶν οὖν ἑταίρων τινὲς ὡσπερεὶ παραμυθεῖσθαί με βουλόμενοι καὶ ταῦτα οὐδὲν δεόμενον ἔγνωσαν παρακινδυνεῦσαί τε καὶ μιμήσασθαι. ἐγὼ μὲν δὴ χρισάμενος περιέθεον παρέχων τῷ βορέᾳ ξαίνειν εὖ καὶ καλῶς, καὶ τελευτῶν προσελθὼν πρὸς τὸ φρέαρ ἀπελουσάμην· τῶν δὲ ὁ μέν τις εὐθὺς ἀπεστράφη, ὁ δὲ σπασμῷ τε εἴχετο καὶ κομισθεὶς ὑπὸ σπουδῆς εἰς βαλανεῖον μετὰ πολλῶν πραγμάτων ἐξεθερμαίνετο. ἡμεῖς δὲ ἤδη τὸ μετὰ τοῦτο ἠρινὴν ἤγομεν ἡμέραν· αὖθις δὲ χειμῶνος ὥρᾳ καὶ πάγου καὶ πνεύματος οἵου ψυχροτάτου κελεύει λαβόντα τοῦ πηλοῦ καὶ περιχεάμενον καθέζεσθαι εἰς τὴν αὐλὴν τοῦ ἱεροῦ, καλοῦντα Δία, θεὸν ὕπατον καὶ ἄριστον. ἐγίγνετο καὶ ταῦτα ἐν πολλοῖς τοῖς θεαταῖς. ὃ τοίνυν οὐδενὸς ἧττον ἐθαυμάσθη τῶν εἰρημένων, ὅτε γὰρ ἡ συνέχεια τῶν πυρετῶν ἦν ἡμέρας τετταράκοντα καὶ ἔτι πλείους, καί τινες καὶ τῶν λιμένων ἐπάγησαν καὶ τῆς πρὸς Ἐλαίᾳ θαλάττης ὅσον ἐκ Περγάμου κατιόντι ὁ αἰγιαλὸς ἐπέχει, τότε μοι προστάττει χιτωνίσκον ἐνδῦναι λινοῦν καὶ μηδʼ ὁτιοῦν ἄλλο, ἀλλʼ ἐν τούτῳ διακαρτερεῖν, καὶ προελθόντα ἐξ εὐνῆς ἀπονίψασθαι ἐπὶ τῆς κρήνης ἔξω. ἦν δʼ ἔργον τυχεῖν ὕδατος, ἀλλὰ πάντα ἐπεπήγει, καὶ ὁ κρουνὸς εὐθὺς ἀπεψύχετο ἐν αὐτῷ, καὶ οἷον κρυστάλλου τις αὐλὸς ἦν, καὶ ὅ τι δὲ ἐγχέαις θερμὸν, παραχρῆμα ἐπήγνυτο. ὅμως δὲ τῇ τε κρήνῃ ὡμιλήσαμεν καὶ ὁ λινοῦς ἤρκεσε, καὶ πάντες μᾶλλον ἐρίγων, καὶ ἡ δίαιτα σχεδὸν ἡ πλείστη περὶ τὸ ἱερὸν ἠνύσθη μοι. ἀδελφὰ δὲ τούτων καὶ αἱ τῶν χειμώνων ἀνυποδησίαι αἱ συνεχεῖς καὶ διὰ παντὸς τοῦ ἱεροῦ κατακλίσεις, ἐν ὑπαίθρῳ τε καὶ ὅπου τύχοι, καὶ οὐχ ἥκιστα δὴ ἡ ἐν τῇ ὁδῷ τοῦ νεὼ ὑπʼ αὐτὴν τὴν ἱερὰν λαμπάδα τῆς θεοῦ γενομένη. ἐφόρεσα δὲ καὶ ἱμάτιον χιτωνίσκου χωρὶς, οὐκ οἶδʼ ὁπόσας τινὰς ἡμέρας. καὶ μὴν ὅσα αὖ ποταμοῖς, πηγαῖς, ἢ καὶ θαλάττῃ προσέταξε χρήσασθαι, ἢ πρότερον τούτων ἢ ὕστερον, τὰ μὲν πρὸς Ἐλαίᾳ, τὰ δὲ Σμύρνῃ, καὶ ἐν οἷστισι τοῖς καιροῖς ἕκαστα αὐτῶν, ἀμύθητα ἂν εἴη λέγειν. ἀλλʼ ὅτʼ ἔναγχος εἰς τὴν Ἔφεσον ἀπέστειλε κατὰ τοὺς λόγους, ὕσθημεν καὶ παρὰ τὴν ὁδὸν πολλῷ, τῇ τρίτῃ τῶν ἡμερῶν, τὴν γὰρ δευτέραν αὐτὸς ἐπέσχε, καὶ συνέβη τὸ ὕδωρ εὐθὺς τότε γίγνεσθαι. σχεδὸν δὲ οὐκ εἰς ἐκείνην ἔφερε μόνον τὰ φανθέντα, ἀλλὰ καὶ εἰς τὴν ἐπιοῦσαν, κἀγὼ προὔλεγον ταῦτα τοῖς σὺν ἐμαυτῷ. οἱ δὲ τὴν ἑτέραν ἔφερον τὴν τοῦ προϊέναι, ἄλλως τε καὶ τὴν σπουδὴν ὁρῶντες τῶν ἀνθρώπων ὡς εἶχον πρὸς ἡμᾶς. εἰσὶ γὰρ οἱ βαδίζοντες εἰς Πέργαμον τῶν θεωριῶν ἕνεκα, καὶ ὡς εἶδον ἡμᾶς, ἀνέστρεψαν εἰς τὴν Ἔφεσον δρόμῳ. καὶ ταῦτα μὲν οὕτως εἶχεν. ὑσθέντος δέ μου καὶ ἀγωνιῶντος οὐ πολλαῖς ὕστερον ἡμέραις ἐπειδὴ ἐν τῇ Ἐφέσῳ ἐγενόμην, ἐπιτάττει ψυχρὸν λουτρὸν, καὶ ἐλουσάμην ἐν τῷ γυμνασίῳ τῷ πρὸς τῷ Κορεσσῷ. οἱ δʼ ὁρῶντες οὐχ ἧττον τὸ λουτρὸν ἢ τοὺς λόγους ἐθαύμαζον· τὰ δʼ ἀμφότερʼ ἦν παρὰ τοῦ θεοῦ.