τούτου χρόνον δωρεὰν ἔσχον παρὰ τῶν θεῶν καὶ μετὰ τοῦτο ἀνεβίων ὑπὸ τοῖς θεοῖς καί τις οἷον ἀντίδοσις αὕτη συνέβη. καὶ τὰ μὲν τῆς προρρήσεως τῆς περὶ τῶν ἐτῶν καὶ τῆς ὕστερον ἀσθενείας εἰς τοῦτο συμβάσης καὶ τῶν περὶ ταῦτα ἐπιφανειῶν οὕτως ἔσχεν. ἁρμόττοι δʼ ἂν ἴσως περὶ τῶν λουτρῶν ἤδη λέγειν, οἷς διήγαγεν ἡμᾶς, ἐπειδὴ καὶ τὸ ἐξ ἀρχῆς ἅμα τῇ προρρήσει τὸ λουτρὸν ἐπέταξε τὸ ἐν τῷ ποταμῷ. ἦσαν οἱ κατάρροι καὶ ἡ περὶ τὴν ὑπερώαν ἀπορία καὶ πάντα πάχνης ἦν πλέα καὶ πυρὸς, καὶ ἡ τοῦ στομάχου κάκωσις ἤκμαζε καὶ ἄλλα πολλὰ καὶ παντοῖα, καὶ κατεκεκλείμην θέρους ὥρᾳ. καὶ ἐγίγνετο ταῦτα ἐν Περγάμῳ ἐν τῷ τοῦ νεωκόρου τοῦ Ἀσκληπιακοῦ. πρῶτον μὲν οὖν ἐπέταξεν αἷμα ἀφελεῖν ἀπʼ ἀγκῶνος καὶ προσέθηκεν, ὅσα ἐγὼ μέμνημαι, λίτρας εἴκοσι καὶ ἑκατόν· τὸ δʼ ἦν ἄρα δηλοῦν ὡς οὐκ ὀλίγων δεήσοι τῶν φλεβοτομιῶν, ἐφάνη δʼ ἐκ τῶν ὕστερον. οἵ τε γὰρ νεωκόροι ἐν τούτῳ ὄντες ἡλικίας καὶ πάντες οἱ περὶ τὸν θεὸν θεραπευταὶ καὶ τάξεις ἔχοντες ὡμολόγουν ἀεὶ δή ποτε μηδένα πω τῶν πάντων συνειδέναι τοσαῦτα τμηθέντα, πλήν γε Ἰσχύρωνος, εἶναι δʼ ἐν τοῖς παράδοξον τό γʼ ἐκείνου, ἀλλὰ καὶ ὣς ὑπερβάλλειν τὸ καθʼ ἡμᾶς ἄνευ τῶν ἄλλων παραδόξων, ἃ προσῆν ταῖς φλεβοτομίαις, οἷόν περ οὖν καὶ τότε εὐθέως συνέβη. μιᾷ μὲν γὰρ, οἶμαι, ὕστερον ἡμέρᾳ ἢ δυοῖν γε ἐκέλευσε πάλιν ἐκ τοῦ μετώπου ἀφελεῖν, καί τινι τῶν ἐκ τῆς Ῥωμαίων βουλῆς παρεδρεύοντι καὶ αὐτῷ ταυτὸν τοῦτο ἐκέλευσεν, ἐπισημηνάμενος ὅτι καὶ Ἀριστείδῃ προστέτακται—Σηδᾶτος ὄνομα αὐτῷ, βέλτιστος ἀνδρῶν, ὃς ἐμοὶ ταῦτα αὐτὸς διηγεῖτο—ἐν μέσῳ δὲ τούτων τῶν φλεβοτομιῶν προστάττει μοι τὸ λουτρὸν τὸ ἐν τῷ Καΐκῳ, καὶ ἔδει τὰ ἔρια ἀπορρίψαντα ὁδοιπορεῖν καὶ λοῦσθαι· ὄψεσθαι δὲ καὶ ἵππον λούμενον καὶ τὸν νεωκόρον ἑστῶτα ἐπὶ τῆς ὄχθης τὸν Ἀσκληπιακόν. ταῦτα προείρητο καὶ ταῦτα ἐγίγνετο. ἔτι μὲν προσιὼν τῷ ποταμῷ τὸν ἵππον ὁρῶ λούμενον. λουμένου δέ μου παρῆν ὁ νεωκόρος καὶ ἑστὼς ἐπὶ τῆς ὄχθης ἑώρα. ἡ δὲ ἐπὶ τούτῳ κουφότης καὶ ἀναψυχὴ θεῷ μὲν καὶ μάλα ῥᾳδία γνῶναι, ἀνθρώπῳ δὲ ἢ νῷ λαβεῖν ἢ ἐνδείξασθαι λόγῳ οὐ πάνυ ῥᾴδιον. ἕτερον τοίνυν λουτρὸν ἐν Σμύρνῃ προσετάχθη χειμῶνος ἱσταμένου, ἔδει δὲ πορευθέντα πρὸς τὰς πηγὰς τὰς θερμὰς τῷ μὲν θερμῷ ὕδατι μὴ χρῆσθαι, τῷ δὲ παραρρέοντι ποταμῷ, καὶ ἦν ἡμέρα πᾶσα ἔφυδρός τε καὶ ψυχρὰ καὶ τὸ ὕδωρ τοσοῦτον διέλιπεν ὅσον ἀρκέσαι τῇ πορείᾳ· καὶ πρῶτον ἦν τῶν θαυμάτων τοῦτο. δείλη τε ἦν ὀψία καὶ τὸ λουτρὸν ἐγίγνετο καὶ ἐπέπνει βορέας ἀκραής. ταυτὶ δὲ ἐν Περγάμῳ πάλιν χειμῶνός τε καὶ ἐν λεπτότητι θαυμαστῇ τοῦ σώματος, ὥστε πολὺν χρόνον πάνυ τοῦ οἰκήματος οὐκ ἐξέβην οὗ κατεκείμην. ἐκέλευσε λούσασθαι τῷ ποταμῷ τῷ διὰ τῆς πόλεως ῥέοντι· ὁ δʼ ἔρρει πολὺς ἐξ ὄμβρων, καὶ προεῖπεν ὡς τριῶν τῶν λουτρῶν ἐσομένων. γενομένου δὲ τοῦ προστάγματος ὡς ἐπύθοντο συνῆλθον οἱ σπουδαιότατοι τῶν φίλων παραπέμποντες καὶ φροντίζοντες ὅ τι ἀποβήσοιτο, καὶ ἅμα ἀντʼ ἄλλης ἱστορίας ποιούμενοι ἰδεῖν τὰ γιγνόμενα, καὶ γὰρ δὴ καὶ ἡ ἡμέρα χειμέριος ἦν. πρῶτον μὲν οὖν ὕσθημεν παρὰ τὴν ὁδὸν καὶ τὸ πρῶτον ἦν τῶν λουτρῶν τοῦτο· καὶ γὰρ ἀνῄειμεν ἀνωτέρω τὴν ἐφʼ Ἵππωνος, βουλόμενοι καθαρῷ τῷ ὕδατι ἐντυχεῖν καὶ ὃ μήπω ὡμίληκε τῇ πόλει. ὡς δὲ ἐγενόμεθα ἐπὶ τῆς ὄχθης, οὐδεὶς τῶν φίλων ἐθάρρει παρακελεύσασθαι, καίτοι παρῆν μὲν ὁ νεωκόρος αὐτὸς, παρῆσαν δὲ καὶ τῶν φιλοσόφων τινὲς, ἄνδρες καλοὶ κἀγαθοὶ, ἀλλʼ ὅμως ἀγωνιῶντες καὶ ἀπορούμενοι φανεροὶ πάντες ἦσαν. κἀγὼ τά τε ἱμάτια ἀπερρίπτουν καὶ καλέσας τὸν θεὸν ἵεμαι εἰς μέσον τὸν πόρον. ὁ δὲ ἐκυλίνδει μὲν πέτρας, ἔφερε δὲ ὕλην, ἐκύμαινε δὲ ὥσπερ ἐξ ἀνέμου, καὶ τῶν κάτω φανερὸν ἦν οὐδὲν, ἠχὴ δὲ καὶ θόρυβος πολύς. ἐνταῦθα δὴ αἱ μὲν πέτραι ἀντὶ φύλλων περιέρρεον, τὸ δὲ ὕδωρ οὕτω κοῦφον ἦν ὡς οὐδὲν τῶν καθαρῶς διαφανῶν, καὶ διέτριψα δὴ εἰς ὅσον πλεῖστον ἐξῆν. ὡς δʼ ἐξέβην ἐπὶ τὴν ὄχθην, θέρμη διὰ παντὸς ἐχώρει τοῦ σώματος καὶ ἀτμὸς ἄνω πολὺς, καὶ πάντα ἐπεφοίνικτο, καὶ τὸν παιᾶνα ᾔδομεν. καὶ ὡς ἐπανῄειμεν, αὖθις αὖ ὕδωρ ἐπιγίγνεται ἐκ Διὸς, καὶ τὸ τρίτον τῶν λουτρῶν εἰς τοῦτο ἐτελεύτησεν. ἕτερον τοίνυν ἐν Ἐλαίᾳ ταύτῃ γενόμενον. ἔπεμψέ με λουσόμενον θαλάττῃ, πλοῖόν τε δὴ προειπὼν Ἀσκληπιὸν ὁρμοῦν ἐπὶ τῷ στόματι τοῦ λιμένος, καθʼ ὃ ῥῖψαι δεῖν ἑαυτὸν, καὶ φωνάς τινας τῶν ναυτῶν καὶ ἕτερα ἃ οὐ μέμνημαι πάνθʼ ἑξῆς τοῖς μεθʼ ἡμέραν ἀποβᾶσιν ὁμολογήσαντα. ὡς οὖν κατήλθομεν εἰς τὴν Ἐλαίαν, παρῆμεν ἔξω πρὸς τὸν λιμένα, καὶ εὐθὺς μὲν τὸ πλοῖον εὑρίσκετο, Ἀσκληπιὸς ὄνομα, εὐθὺς δʼ ἐβόων οἱ ναῦται τὸν θεὸν, ὡς εἶδον τὰ γιγνόμενα. ἦν δὲ ἀπαρκτίας λαμπρὸς, ὥστʼ ἐκβὰς ἐδεήθην σκέπης. πάλιν οὖν τῆς ἐπιούσης νυκτὸς κελεύει τῇ μὲν θαλάττῃ κατὰ ταὐτὰ χρῆσθαι, ἐκβάντα δὲ τοῦ ὕδατος στάντα ἐναντίον τοῦ ἀνέμου οὕτω θεραπεῦσαι τὸ σῶμα. καὶ ὅτι μὲν πολλοῖς ἤδη τοιαῦτα ἐπιτέτακται σύνοιδα· ἀλλὰ πρῶτον μὲν κατʼ αὐτὸ τοῦτο θαυμαστότερον τὸ τοῦ θεοῦ, ἐπὶ πολλῶν καὶ συνεχῶς τὴν αὑτοῦ δύναμιν καὶ πρόνοιαν ἐμφανίζοντος, ἔπειτα εἴ τις ἅπαν τὸ ἡμέτερον ἐνθυμηθείη. καίτοι τίς οἷός τʼ ἂν εἴη λογισμῷ λαβεῖν ἐν οἷς ἡμεῖς ἦμεν τότε; ἴσασι δὲ οἱ ἐφʼ ἑκάστων παρόντες, τοῦτο μὲν ὡς τὰ τοῦ χρωτὸς εἶχε, τοῦτο δὲ ὡς τἄνδοθεν. ἔτι δὲ ῥεῦμα ἐκ τῆς κεφαλῆς ὅσαι καὶ ἡμέραι καὶ νύκτες φερόμενον καὶ κλυδώνιον ἐν τῷ στήθει καὶ πνεῦμα ἀντανιὸν πρὸς τὸ ῥεῦμα ἄνω καὶ συνισχόμενον ἐν τῷ τραχήλῳ, καὶ πιμπρὰν, καὶ τοσαύτην ἀεὶ τοῦ θανάτου τὴν προσδοκίαν, ὥστε μηδʼ οἰκέτην καλέσαι θαρρεῖν, ἀλλὰ νομίζειν μάτην ἂν καλεῖν, φθῆναι γὰρ ἂν τὸ χρῆμα περανθέν. πρὸς δὲ τούτοις ὤτων καὶ ὀδόντων παντοῖα συμπτώματα καὶ τάσιν ἐν κύκλῳ τῶν φλεβῶν καὶ τροφὴν ἄπορον μὲν κατέχειν, ἄπορον δὲ ἐμεῖν· ὅ τι γὰρ καὶ μικρὸν ψαύσειε τῆς φάρυγγος ἢ τῆς ὑπερώας, ἔκλειε τὸν πόρον, κᾆτα ἀναλαβεῖν οὐκ ἦν. ὀδύνη δὲ εἰς ἐγκέφαλον διάπυρος καὶ προσβολαὶ πᾶσαι, κἀν ταῖς νυξὶν ἀμηχανία κατακλίσεως, ἀλλʼ ἔδει μετεωρίσαντα αὑτὸν καρτερεῖν προκεκυφότα, τὴν κεφαλὴν ἔχοντα πρὸς τοῖς γόνασι. τούτοις δʼ, οἶμαι, τοιούτοις οὖσι καὶ ἑτέροις μυρίοις ἀναγκαίως εἵπετο ἐρίοις τε κατειλίχθαι καὶ ἑτέροις σκεπάσμασι· καὶ κάθειρξις ἦν ἀκριβὴς, συγκεκλειμένων πάντων, ὥστε ἡμέρα μὲν νύκτα ἠδύνατο, αἱ δὲ νύκτες ἀνθʼ ἡμερῶν ἦσαν ἄγρυπνοι. τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; οὐ γὰρ πεντάετες οὐδʼ ἑξάετες οὐκ ἀρκεῖ. ἀλλʼ οὐκ ἐλαττόνων ἴσως ἐστὶ χρόνων ἡ διήγησις ἢ ἐν ὅσοις τὰ πράγματα ἐγίγνετο. εἰ δὴ ταῦτά τις προσλογίσαιτο καὶ σκέψαιτο ἐφʼ ὅσων καὶ οἵων τῶν παθημάτων καὶ ὁποίας τῆς περὶ ταῦτα ἀνάγκης εἰς θάλατταν καὶ ποταμοὺς καὶ φρέατα ἐκόμιζε, καὶ τῷ χειμῶνι μάχεσθαι προσέταττε, φήσει πᾶν ὡς ἀληθῶς περαιτέρω θαυμάτων εἶναι, καὶ τοῦ τε θεοῦ τὴν δύναμιν καὶ τὴν πρόνοιαν μειζόνως ὄψεται, κἀμοὶ συνησθήσεται τῆς τιμῆς ἣν ἐτιμώμην, καὶ οὐκ ἂν τῆς ἀσθενείας μᾶλλον συνάχθοιτο. πόθεν οὖν συνεσκευάσθη τοσοῦτον πρᾶγμα ἴσως ἄν τις ἀκοῦσαι δεηθείη. τὸ δʼ ἐστὶ μὲν πέρα ἢ κατʼ Ἀλκίνου ἀπόλογον, πειράσομαι δέ πως ἐξ ἐπιδρομῆς εἰπεῖν. ἐξῆλθον εἰς Ῥώμην χειμῶνος μεσοῦντος, κάμνων οἴκοθεν εὐθέως ἐξ ὑδάτων καὶ ψύξεως οὐδεμίαν τῶν παρόντων ὤραν ποιησάμενος, τῇ δʼ ἀσκήσει τοῦ σώματος πιστεύων καὶ τῇ περὶ πάντα ἀγαθῇ τύχῃ. καὶ προελθὼν ἄχρι Ἑλλησπόντου τό τε οὖς ἔκαμνον καθʼ ὑπερβολὴν καὶ τἄλλα οὐχ ὡς ἔτυχε διεκείμην, καὶ μικρόν τι ῥαΐσας τὸ πέρα προῄειν. μετὰ ταῦτα ὑετοὶ, πάγοι, κρύσταλλοι, ἄνεμοι πάντες· Ἕβρος μὲν ἄρτι κεκομμένος, ὥστʼ εἶναι πλοίοις διαβατὸς, εἰ δὲ μὴ, πᾶς ἠπείρωτο ὑπὸ κρυστάλλου· πεδία δὲ λιμνάζοντα ὅσον ὀφθαλμὸς ἐπεῖχε· καταγωγίων δὲ ἀπορία, καὶ πλέον ἐκ τῶν ὀροφῶν τὸ ὕδωρ ἢ ἐκ Διὸς ἔξω ῥέον· καὶ τούτοις ἅπασιν ἔπειξις καὶ δρόμος παρὰ τὴν καθεστηκυῖαν ὥραν τε καὶ δύναμιν τοῦ σώματος. οὔτε γὰρ οἱ τὰς ἀγγελίας κομίζοντες τῶν στρατιωτῶν ἡμᾶς γε παρῆλθον, ἵνα μηδὲν εἴπω πλέον, τῶν τε οἰκετῶν ἐπὶ σχολῆς ὡδοιπόρουν οἱ πλείους. ἐγὼ δὲ καὶ τοὺς ἀγωγοὺς αὐτὸς ἀνεζήτουν, εἴ που δεήσειε, καὶ ἦν οὐδὲ τοῦτο ἀπὸ τοῦ ῥᾴστου γιγνόμενον. ἔδει γὰρ ὑποφεύγοντας οἷα βαρβάρους ἀνθρώπους ἕλκειν, τὰ μὲν πείθοντα, ἔστι δʼ ᾗ καὶ χειρούμενον. ἐκ δὴ τούτων ἁπάντων ἡ νόσος ᾔρετο. καὶ τοῦτο μὲν περὶ τῶν ὀδόντων ἐν παντὶ κατέστην, ὥσθʼ ὑπεῖχον τὰς χεῖρας, ὡς ἀεὶ δεξόμενος. τροφῆς δὲ καὶ παντάπασιν ἀπεκεκλείμην, ὅτι μὴ γάλακτος μόνου· τοῦ τε ἄσθματος περὶ τὸ στῆθος ᾐσθόμην τότε πρῶτον καὶ πυρετοὶ κατέλαβον ἰσχυροὶ καὶ ἄλλα ἀμύθητα· καὶ ἐκείμην ἐν Δέσσῃ πρὸς τῷ καταρράκτῃ, καὶ μόλις ἡμέρᾳ ἑκατοστῇ ὕστερον ᾗ ἐκινήθην οἴκοθεν ἐν Ῥώμῃ γίγνομαι. καὶ μετʼ οὐ πολὺ τὰ σπλάγχνα ᾠδήκει καὶ τὰ νεῦρα κατέψυκτο καὶ φρίκη διέθει διὰ παντὸς τοῦ σώματος καὶ τὸ πνεῦμα ἀπεκέκλειτο. καὶ οἱ ἰατροὶ καθάρσεις προσῆγον καὶ πιὼν ἐλατήριον εἰς δύο ἡμέρας ἐκαθαιρόμην, ἕως εἰς αἷμα ἀπέσκηψε. καὶ πυρετοὶ κατέλαβον καὶ πάντʼ ἦν ἄπορα ἤδη καὶ σωτηρίας οὐδʼ ἡτισοῦν ἐλπίς. καὶ τέλος οἱ ἰατροὶ κατέτεμνον ἐκ τοῦ στήθους ἀρξάμενοι πάντα ἑξῆς ἄχρι πρὸς τὴν κύστιν κάτω· καὶ ὡς ἀνθήψαντο αἱ σικύαι, παντάπασι τὸ πνεῦμα ἀπελήφθη, καὶ διῆλθεν ὀδύνη ναρκώδης καὶ ἄπορος φέρειν, καὶ πάντα αἵματι ἐπέφυρτο καὶ γίγνομαι ὑπεραλγεινός. καὶ τῶν σπλάγχνων ᾐσθανόμην οἷον ψυχρῶν τε καὶ ἐκκρεμαμένων, καὶ τὸ τῆς ἀμηχανίας τῆς περὶ τὴν ἀναπνοὴν ἐπετάθη. καὶ τί χρὴ ποιεῖν οὐκ ἦν, καὶ γὰρ σῖτον αἱρουμένῳ καὶ διαλεγομένῳ μεταξὺ προσίστατο καὶ ἔδει πεπνῖχθαι δοκεῖν. καὶ ἡ ἄλλη τοῦ σώματος ἀσθένεια κατὰ λόγον τούτων ἦν. φάρμακα δὲ θήρειά τε καὶ ἄλλα παντοῖα τηνάλλως ἐδίδοτο. ἐδόκει δὴ χρῆναι κομίζεσθαι οἴκαδε, εἴ πως εἴη διαρκέσαι. κατὰ γῆν μὲν οὖν ἄπορον ἦν, οὐ γὰρ ἔφερε τὸ σῶμα τὸν σεισμόν· πλῷ δὲ ἐπεχειροῦμεν. τῶν δʼ ὑποζυγίων τὰ μὲν ὑπὸ τῶν χειμώνων ἐτεθνήκει, τὰ δὲ περιόντα ἀπεδιδόμεθα. καὶ συμβαίνει τις Ὀδύσσεια, εὐθὺς μὲν ἐν τῷ Τυρρηνικῷ πελάγει ζάλη καὶ ζόφος καὶ λὶψ καὶ ταραχὴ τῆς θαλάττης ἀκατάσχετος, καὶ ὁ κυβερνήτης μεθῆκε τοὺς οἴακας, καὶ ὁ ναύκληρος καὶ οἱ ναῦται σποδὸν καταχεάμενοι σφᾶς τε αὐτοὺς ἀπῴμωζον καὶ τὸ πλοῖον. ἡ δὲ ἐπεισέρρει πολλὴ κατὰ πρῷραν καὶ κατὰ πρύμναν ἡ θάλαττα, καὶ κατεκλυζόμην τῷ τε ἀνέμῳ καὶ τοῖς κύμασι, καὶ ταῦτα ἐγίγνετο ἡμέραν καὶ νύκτα. μέσαι νύκτες σχεδὸν ἦσαν, ἡνίκα πρὸς τὴν Πελωρίδα ἄκραν