<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="298"><p>ἐδόκει· ἐμοὶ δὲ αὐτῷ τοιάδε ἐγίγνετο. ἐδόκουν ἐν τοῖς προπυλαίοις ἑστάναι τοῦ ἱεροῦ, συνειλέχθαι δὲ καὶ ἄλλους πολλούς τινας, ὥσπερ ἡνίκα ἂν τὸ ἱερὸν καθάρσιον γίγνηται, εἶναι δὲ λευχείμονάς τε καὶ τἄλλα πρέποντα τῷ σχήματι. ἐνταῦθα δὴ ἄλλας τε φωνὰς ἠφίειν εἰς τὸν θεὸν καὶ δὴ καὶ μοιρονόμον προσεῖπον αὐτὸν, ὡς τὰς μοίρας τοῖς ἀνθρώποις διανέμοντα. ὡρμᾶτο δέ μοι τὸ ῥῆμα ἀπὸ τῶν εἰς ἐμαυτόν. κἀπὶ τούτοις ἦν τὸ ἀψίνθιον ὅντινα δὴ τρόπον δηλωθὲν, ἐδηλώθη δὲ ὡς ἐναργέστατα, ὥσπερ οὖν καὶ μυρία ἕτερα ἐναργῆ τὴν παρουσίαν εἶχε τοῦ θεοῦ. καὶ γὰρ οἷον ἅπτεσθαι δοκεῖν ἦν καὶ διαισθάνεσθαι ὅτι αὐτὸς ἥκοι καὶ μέσως ἔχειν ὕπνου καὶ ἐγρηγόρσεως καὶ βούλεσθαι ἐκβλέπειν, καὶ ἀγωνιᾶν μὴ προαπαλλαγείη, καὶ ὦτα παραβεβληκέναι καὶ ἀκούειν, τὰ μὲν ὡς ὄναρ, τὰ δὲ <pb xml:id="v.1.p.474"/> ὡς ὕπαρ, καὶ τρίχες ὀρθαὶ καὶ δάκρυα σὺν χαρᾷ καὶ γνώμης ὄγκος ἀνεπαχθὴς, καὶ τίς ἀνθρώπων ταῦτά γʼ ἐνδείξασθαι λόγῳ δυνατός; εἰ δέ τις τῶν τετελεσμένων ἐστὶ, σύνοιδέ τε καὶ γνωρίζει. ὀφθέντων δὲ τούτων, ἐπειδὴ ἕως ἐγένετο, καλῶ τὸν ἰατρὸν Θεόδοτον· καὶ ὡς ἧκε, διηγοῦμαι τὰ ὀνείρατα. ὁ δʼ ἐθαύμαζε μὲν ὡς εἶχε δαιμονίως, ἠπόρει δὲ ὅ τι χρήσοιτο, χειμῶνός τε ὥρᾳ καὶ ἅμα τὴν ἄγαν ἀσθένειαν τοῦ σώματος δεδιώς· μηνῶν γὰρ ἤδη συχνῶν ἐκείμην ἔνδον. ἔδοξεν οὖν ἡμῖν οὐ χεῖρον εἶναι μεταπέμψασθαι καὶ τὸν νεωκόρον τὸν Ἀσκληπιακὸν, ᾤκουν δʼ ἐν αὐτοῦ κατʼ ἐκεῖνον τὸν χρόνον, καὶ ἅμα εἰώθειν κοινοῦσθαι τὰ πολλὰ τῶν ἐνυπνίων αὐτῷ. ἧκεν ὁ νεωκόρος· καὶ οὐκ ἔφθημεν ἡμεῖς ἀρξάμενοι πρὸς αὐτὸν λόγου, καὶ ὃς ἄρχεται διηγεῖσθαι ἡμῖν· ἄρτι, ἔφη, ἥκω παρὰ τοῦ συννόμου, τὸν Φιλάδελφον λέγων, αὐτὸς δέ με καὶ ἐκάλεσεν· εἶδε γὰρ νυκτὸς ὄψιν θαυμαστὴν σοὶ διαφέρουσαν. καὶ οὕτω διηγεῖτο μὲν ὁ Ἀσκληπιακὸς ἃ εἶδεν ὁ Φιλάδελφος, ἐπιδιηγεῖται δὲ αὐτὸς ὁ Φιλάδελφος ὑφʼ ἡμῶν κληθείς. ὡς δὲ συνέβαινε τὰ ὀνείρατα, ἐχρώμεθα ἤδη ἰάματι, καὶ ἔπιον δὴ ὅσον οὐδείς πω πρόσθεν, καὶ τῆς ὑστεραίας κατὰ τὰ αὐτὰ ἐπισημήναντος τοῦ θεοῦ. καὶ τὴν μὲν ῥᾳστώνην τὴν περὶ τὴν πόσιν ἢ ὅσον ὤνησε τί τις ἂν λέγοι; ὅθεν δʼ οὖν ὁ λόγος οὗτος ὡρμήθη, τὰ γὰρ τῶν μοιρῶν ὡς κατεστήσατό μοι, πρὸς πολλοῖς ἄλλοις</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="299"><p>λογίοις καὶ πρότερον καὶ ὕστερον γενομένοις, κατὰ ταυτὸν ἀμφοτέροις ἐδηλώθη μετὰ τοιαύτης τῆς βοηθείας.</p><p rend="align(indent)">φέρε δὴ τὸν ἐξ ἀρχῆς ἀποδῶμεν λόγον, καὶ συνάψωμεν ὡς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν. ὅτι μὲν γὰρ ἅπαντα τοῦτον τὸν χρόνον αὐτὸς ἦν ὁ σώζων καὶ ἡμέραν ἐφʼ ἡμέρᾳ δωρούμενος, μᾶλλον δὲ καὶ νῦν αὐτός ἐστιν ὁ σώζων, συνίσασιν ὅσοι καὶ μικρόν τι τῶν <pb xml:id="v.1.p.475"/> ἡμετέρων ἴσασιν. ἀλλʼ ἐπειδὴ διεγένετο χρόνος ὁ τῆς προρρήσεως, συνέβη τοιάδε. μικρὸν δὲ ἀναλήψομαι. ἔτυχον μὲν ὢν ἐν τῷ προαστείῳ κατὰ θέρους ἀκμὴν, νόσος δὲ κατέσχε λοιμώδης πάντας σχεδὸν τοὺς προσχώρους. τῶν δὲ οἰκετῶν τὸ μὲν πρῶτον δύο καὶ τρεῖς ἔκαμνον, ἔπειτα ἄλλος καὶ ἄλλος· ἔπειτʼ ἔκειντο ἅπαντες καὶ νεώτεροι καὶ πρεσβύτεροι· τελευταῖος δὲ ἐλήφθην ἐγώ. ἰατροὶ δὲ ἐφοίτων ἐξ ἄστεος καὶ τοῖς ἀκολούθοις αὐτῶν ἐχρώμεθα διακόνοις, οἱ δέ τινες καὶ αὐτοὶ προσεδρεύοντες ἀντὶ διακόνων ἦσαν. ἔκαμνε δὲ καὶ ὑποζύγια, καὶ εἴ που κινηθείη τις, εὐθὺς πρὸ θυρῶν ἔκειτο· ὥστε οὐδʼ ἂν πλῷ χρήσασθαι περὶ τῶν συμβαινόντων ἐξῆν ἔτι ῥᾳδίως. πάντα δʼ ἦν μεστὰ ἀθυμίας, οἰμωγῆς, στόνου, δυσκολίας ἁπάσης, ἦσαν δὲ κἀν τῇ πόλει νόσοι δειναί. τέως μὲν οὖν ἀντεῖχον οὐδὲν ἧττον τῆς τῶν ἄλλων σωτηρίας ἢ τῆς ἐμαυτοῦ προνοούμενος, ἔπειτα ἐπέτεινέ τε ἡ νόσος καὶ κατελήφθην ὑπὸ δεινοῦ πυρὸς χολῆς παντοίας, ἣ συνεχῶς νύκτα καὶ ἡμέραν ἠνώχλει, καὶ τῆς τροφῆς ἀπεκεκλείμην καὶ ἡ δύναμις κατελέλυτο. καὶ οἱ ἰατροὶ ἀφίσταντο καὶ τελευτῶντες ἀπέγνωσαν παντάπασι, καὶ διηγγέλθη ὡς οἰχησομένου αὐτίκα. τὸ μέντοι τοῦ Ὁμήρου κἀν τούτοις εἶπες ἂν, τὸ <quote>νόος γε μὲν ἔμπεδος ἦεν</quote>. οὕτω παρηκολούθουν ἐμαυτῷ, ὥσπερ ἂν ἄλλῳ τινὶ, καὶ ᾐσθανόμην ὑπολείποντος ἀεὶ τοῦ σώματος, ἕως εἰς τοὔσχατον ἦλθον. τοιούτων δὲ ὄντων ἔτυχον μὲν εἰς τὸ εἴσω τετραμμένος τῆς κλίνης, ἔδοξα δὲ ὡς ὄναρ· αὐτὸ δὲ ἦν ἄρα ἡ λύσις· </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="300"><p>ἔδοξα δὲ καὶ δὴ ἐπὶ τέλει τοῦ δράματος εἶναι, καὶ τοὺς ἐμβάτας ἀποτίθεσθαι, καὶ τὰς κρηπῖδας μεταλήψεσθαι τοῦ πατρός. κἀν τούτοις ὄντα στρέφει μὲ ὁ σωτὴρ Ἀσκληπιὸς τὴν εἰς τὸ ἔξω στροφὴν ἐξαίφνης. ἔπειτα οὐ πολὺ ὕστερον ἡ Ἀθηνᾶ φαίνεται τήν τε αἰγίδα ἔχουσα καὶ τὸ <pb xml:id="v.1.p.476"/> κάλλος καὶ τὸ μέγεθος καὶ σύμπαν δὴ σχῆμα οἵα περ ἡ Ἀθήνησιν ἡ Φειδίου. ἀπῶζε δὲ καὶ τῆς αἰγίδος ὅτι ἥδιστον, καὶ ἦν κηρῷ τινι προσφερὴς, θαυμαστὴ καὶ αὕτη τὸ κάλλος καὶ τὸ μέγεθος. ἐφαίνετο μὲν δὴ μόνῳ στᾶσα καταντικρὺ καὶ ὅθεν αὐτὴν ὡς κάλλιστα ἔμελλεν ὄψεσθαι. ἐγὼ δὲ ἐπεδείκνυν καὶ τοῖς παροῦσι, δύο δʼ ἤστην τῶν φίλων καὶ τροφὸς, βοῶν καὶ ὀνομάζων τὴν Ἀθηνᾶν ὅτι ἑστήκοι τε αὕτη ἀπαντικρὺ καὶ διαλέγοιτο καὶ τὴν αἰγίδα ἀπεδείκνυν· οἱ δʼ οὐκ εἶχον ὅ τι χρήσοιντο, ἀλλʼ ἠπόρουν τε καὶ ἐδεδοίκεσαν μὴ παραληρῶν ἄρα τυγχάνω, πρίν γε δὴ τήν τε δύναμιν συνεώρων ἀναφερομένην καὶ τῶν λόγων ἤκουσαν ὧν ἤκουσα παρὰ τῆς θεοῦ. καὶ ἔστιν ἃ μέμνημαι τοιάδε. ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας καὶ ἔφασκεν οὐ μύθους εἶναι ταῦτα, τεκμαίρεσθαι δὲ χρῆναι καὶ τοῖς παροῦσι. δεῖν οὖν καρτερεῖν, εἶναι δʼ αὐτὸν πάντως καὶ τὸν Ὀδυσσέα καὶ τὸν Τηλέμαχον καὶ δεῖν αὐτῷ βοηθεῖν· καὶ ἄλλα τοιουτότροπα ἤκουσα. οὕτως ἐφάνη τε ἡ θεὸς καὶ παρεμυθήσατο καὶ ἀνέσωσε καὶ δὴ κείμενον καὶ τῶν εἰς τὴν τελευτὴν οὐδενὸς ἔτι ἐλλείποντος. καὶ δῆτα εὐθύς με εἰσῆλθε κλύσματι χρήσασθαι μέλιτος Ἀττικοῦ, καὶ ἐγένετο κάθαρσις χολῆς. καὶ μετὰ ταῦτα ἧκεν ἰάματα καὶ τροφαί· πρῶτον μὲν ἧπαρ, οἶμαι, χηνὸς μετὰ τὴν πολλὴν ἀπόρρησιν πρὸς ἅπαντα τὰ σιτία· ἔπειτα ὑείου τι ὑπογαστρίου. ἔπειτʼ ἐκομίσθην εἰς τὴν πόλιν ἐπʼ ὀχήματος καταστέγου καὶ μακροῦ, καὶ κατὰ μικρὸν οὕτω συνηγειρόμην μόλις τε καὶ χαλεπῶς, οὐ μέντοι πρότερόν γε ὁ πυρετὸς παντελῶς ἐξέλιπε πρὶν ἐτελεύτησέ μοι τῶν τροφίμων ὁ πλείστου ἄξιος. τῇ δʼ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἔγνων, ἐκεῖνός τε ἐτεθνήκει καὶ ἡ νόσος ᾤχετο ἀπιοῦσα. οὕτω τόν τε ἄχρι</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="301"><p>τούτου χρόνον δωρεὰν ἔσχον παρὰ τῶν θεῶν καὶ μετὰ τοῦτο ἀνεβίων ὑπὸ τοῖς θεοῖς καί τις οἷον ἀντίδοσις αὕτη συνέβη. </p><pb xml:id="v.1.p.477"/><p rend="align(indent)">καὶ τὰ μὲν τῆς προρρήσεως τῆς περὶ τῶν ἐτῶν καὶ τῆς ὕστερον ἀσθενείας εἰς τοῦτο συμβάσης καὶ τῶν περὶ ταῦτα ἐπιφανειῶν οὕτως ἔσχεν. ἁρμόττοι δʼ ἂν ἴσως περὶ τῶν λουτρῶν ἤδη λέγειν, οἷς διήγαγεν ἡμᾶς, ἐπειδὴ καὶ τὸ ἐξ ἀρχῆς ἅμα τῇ προρρήσει τὸ λουτρὸν ἐπέταξε τὸ ἐν τῷ ποταμῷ. ἦσαν οἱ κατάρροι καὶ ἡ περὶ τὴν ὑπερώαν ἀπορία καὶ πάντα πάχνης ἦν πλέα καὶ πυρὸς, καὶ ἡ τοῦ στομάχου κάκωσις ἤκμαζε καὶ ἄλλα πολλὰ καὶ παντοῖα, καὶ κατεκεκλείμην θέρους ὥρᾳ. καὶ ἐγίγνετο ταῦτα ἐν Περγάμῳ ἐν τῷ τοῦ νεωκόρου τοῦ Ἀσκληπιακοῦ. πρῶτον μὲν οὖν ἐπέταξεν αἷμα ἀφελεῖν ἀπʼ ἀγκῶνος καὶ προσέθηκεν, ὅσα ἐγὼ μέμνημαι, λίτρας εἴκοσι καὶ ἑκατόν· τὸ δʼ ἦν ἄρα δηλοῦν ὡς οὐκ ὀλίγων δεήσοι τῶν φλεβοτομιῶν, ἐφάνη δʼ ἐκ τῶν ὕστερον. οἵ τε γὰρ νεωκόροι ἐν τούτῳ ὄντες ἡλικίας καὶ πάντες οἱ περὶ τὸν θεὸν θεραπευταὶ καὶ τάξεις ἔχοντες ὡμολόγουν ἀεὶ δή ποτε μηδένα πω τῶν πάντων συνειδέναι τοσαῦτα τμηθέντα, πλήν γε Ἰσχύρωνος, εἶναι δʼ ἐν τοῖς παράδοξον τό γʼ ἐκείνου, ἀλλὰ καὶ ὣς ὑπερβάλλειν τὸ καθʼ ἡμᾶς ἄνευ τῶν ἄλλων παραδόξων, ἃ προσῆν ταῖς φλεβοτομίαις, οἷόν περ οὖν καὶ τότε εὐθέως συνέβη. μιᾷ μὲν γὰρ, οἶμαι, ὕστερον ἡμέρᾳ ἢ δυοῖν γε ἐκέλευσε πάλιν ἐκ τοῦ μετώπου ἀφελεῖν, καί τινι τῶν ἐκ τῆς Ῥωμαίων βουλῆς παρεδρεύοντι καὶ αὐτῷ ταυτὸν τοῦτο ἐκέλευσεν, ἐπισημηνάμενος ὅτι καὶ Ἀριστείδῃ προστέτακται—Σηδᾶτος ὄνομα αὐτῷ, βέλτιστος ἀνδρῶν, ὃς ἐμοὶ ταῦτα αὐτὸς διηγεῖτο—ἐν μέσῳ δὲ τούτων τῶν φλεβοτομιῶν προστάττει μοι τὸ λουτρὸν τὸ ἐν τῷ Καΐκῳ, καὶ ἔδει τὰ ἔρια ἀπορρίψαντα ὁδοιπορεῖν καὶ λοῦσθαι· ὄψεσθαι δὲ καὶ ἵππον λούμενον καὶ τὸν <pb xml:id="v.1.p.478"/> νεωκόρον ἑστῶτα ἐπὶ τῆς ὄχθης τὸν Ἀσκληπιακόν. ταῦτα προείρητο καὶ ταῦτα ἐγίγνετο. ἔτι μὲν προσιὼν τῷ ποταμῷ τὸν ἵππον ὁρῶ λούμενον. λουμένου δέ μου παρῆν ὁ νεωκόρος καὶ ἑστὼς ἐπὶ τῆς ὄχθης ἑώρα. ἡ δὲ ἐπὶ τούτῳ κουφότης καὶ ἀναψυχὴ θεῷ μὲν καὶ μάλα ῥᾳδία γνῶναι, </p></div></div></body></text></TEI>