τὸ εἰς εὐνὴν διεσωσάμην τὴν ἐπὶ τῷ λουτρῷ σχέσιν, καὶ οὔτε τι ξηροτέρου οὔτε ὑγροτέρου τοῦ σώματος ᾐσθόμην, οὐ τῆς θέρμης ἀνῆκεν οὐδὲν, οὐ προσεγένετο, οὐδʼ αὖ τοιοῦτον ἡ θέρμη ἦν, οἷον ἄν τῳ καὶ ἀπʼ ἀνθρωπίνης μηχανῆς ὑπάρξειεν, ἀλλά τις ἦν ἀλέα διηνεκὴς, δύναμιν φέρουσα ἴσην διὰ παντὸς τοῦ σώματός τε καὶ τοῦ χρόνου. παραπλησίως δὲ καὶ τὰ τῆς γνώμης εἶχεν. οὔτε γὰρ οἷον ἡδονὴ περιφανὴς ἦν οὔτε κατʼ ἀνθρωπίνην σωφροσύνην ἔφησθα ἂν εἶναι αὐτὸ, ἀλλʼ ἦν τις ἄρρητος εὐθυμία, πάντα δεύτερα τοῦ παρόντος καιροῦ τιθεμένη, ὥστε οὐδʼ ὁρῶν τὰ ἄλλα ἐδόκουν ὁρᾶν· οὕτω πᾶς ἦν πρὸς τῷ θεῷ. ἀλλὰ τὸ ἐντεῦθεν σὸν ἤδη, ὦ δέσποτα, γίγνεται δεῖξαι καὶ παραστῆσαι ὅ τι ἑξῆς λέγοντες καὶ ὅποι τραπόμενοι σοί τʼ ἂν κεχαρισμένα ποιοῖμεν καὶ τοῦ λόγου προΐοιμεν ὡς κάλλιστα. πότερα ἐπειδὴ ποταμοῦ καὶ χειμῶνος τοιούτου καὶ λουτροῦ μνείαν ἐποιησάμην, ἕτερα ἐφεξῆς τῆς αὐτῆς ἰδέας λέγω καὶ οἷον κατάλογόν τινα λουτρῶν ποιῶμαι χειμερίων τε καὶ θείων καὶ πάντως παραδόξων; ἢ διαλαβὼν τὸν λόγον καί τινα τῶν ἐν μέσῳ διηγήσωμαι; ἢ κράτιστον καὶ τἀν τῷ μέσῳ πάντα ὑπερβάντα ἀποδοῦναι τὸ τέλος τῷ πρώτῳ λόγῳ, πῶς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν καὶ πῶς ἅπαντα ἀπέβη; πολλὰ μὲν γὰρ καὶ ἄλλα ἐπεσήμηνεν ὁ θεὸς ἐκ τῶν ἐφεστηκότων ἀεὶ κινδύνων ἐξαρπάζων, οἳ πυκνοὶ νυκτὸς ἑκάστης καὶ ἡμέρας ἦσαν, ἄλλοτε ἄλλοι προσβάλλοντες, τότε δὲ ἐπανιόντες οἱ αὐτοὶ, καὶ ὁπότε ἀπαλλαγείη τις, ἀντιλαμβάνοντες ἕτεροι, καὶ πρὸς ἕκαστα τούτων ἀλεξιφάρμακα ᾔει παρὰ τοῦ θεοῦ καὶ παραμυθίαι παντοῖαι καὶ ἔργῳ καὶ λόγῳ· ἓν δὲ δὴ καὶ τόδε μέμνημαι πραχθὲν αὐτῷ ποτε. ἔφη χρῆναι τελευτᾶν εἰς τρίτην ἡμέραν, καὶ ταῦτα ἀναγκαίως ἔχειν, καὶ ἅμα σύμβολα ἔδωκε, καὶ ὁποῖʼ ἄττα ἔσται τὰ τῆς ἐπιούσης ἡμέρας, καὶ γὰρ τὸν ἀέρα ὁποῖος καὶ τὸν ἡνίοχον ὅπου φανήσοιτο καὶ ἄλλα ἔδωκε σύμβολα τῆς ἀληθείας· ἀλλὰ δεῖν οὕτω ποιεῖν, πρῶτον μὲν ἀναβάντα ἐπὶ τὸ ζεῦγος ἐλθεῖν ἐπὶ τὸν ποταμὸν τὸν διὰ τῆς πόλεως ῥέοντα, γενόμενον δὲ οὗ ἐστιν ἤδη ἔξω τῆς πόλεως ἱερὰ δρᾶσαι ἐπιβόθρια, οὕτω γὰρ αὐτὰ προσεῖπεν, ἔδει δὲ ἄρα βόθρους ὀρύξαντα ἐπʼ αὐτῶν δρᾶσαι τὰ ἱερὰ οἷστισι δὴ καὶ ἔδει θεῶν· ἔπειτα ἀναστρέφοντα λαβόντα κέρματα διαβαίνειν τε τὸν ποταμὸν καὶ ἀπορρίπτειν, καὶ ἕτερʼ ἄττα, οἶμαι, πρὸς τούτοις ἐκέλευσε. μετὰ δὲ ταῦτα ἐλθόντα εἰς τὸ ἱερὸν θῦσαι τῷ Ἀσκληπιῷ τέλεια καὶ στῆσαι κρατῆρας ἱεροὺς καὶ νεῖμαι μοίρας ἱερὰς ἅπασι τοῖς συμφοιτηταῖς· δεῖν δὲ καὶ τοῦ σώματος αὐτοῦ παρατέμνειν ὑπὲρ σωτηρίας τοῦ παντός. ἀλλὰ γὰρ εἶναι τοῦτο ἐργῶδες, τοῦτο μὲν καὶ δὴ παριέναι μοι, ἀντὶ δὲ τούτου τὸν δακτύλιον ὃν ἐφόρουν περιελόμενον ἀναθεῖναι τῷ Τελεσφόρῳ, τὸ γὰρ αὐτὸ ποιεῖν ὥσπερ ἂν εἰ τὸν δάκτυλον αὐτὸν προείμην, ἐπιγράψαι δὲ εἰς τὴν σφενδόνην τοῦ δακτυλίου, Κρόνου παῖ· ταῦτα ποιοῦντι σωτηρίαν εἶναι. τὸ δὴ μετὰ τοῦτο ἔξεστιν εἰκάζειν ὅπως διεκείμεθα, καὶ ὁποίαν τινὰ ἁρμονίαν πάλιν ἡμᾶς ἡρμόσατο ὁ θεός. σχεδὸν γὰρ ὥσπερ ἐν τελετῇ περὶ πάντα ταῦτα διήγομεν, παρεστώσης ἅμα τῷ φόβῳ τῆς ἀγαθῆς ἐλπίδος. ἀκόλουθα δὲ τούτοις καὶ εἰς ταυτὸν φέροντα καὶ τὰ χρόνῳ ὕστερον γενόμενα, ἐξ ὧν τὸ ἀψίνθιον ἔπιον. ὅτι μὲν δὴ τῷ παντὶ φρικωδέστερον καὶ ἐναργέστερον αὐτὰς τὰς ὄψεις καθαρὰς διηγεῖσθαι δῆλον, ἀνάγκη δὲ ἐπὶ τῶν πλείστων χρῆσθαι τῇ ὑποθέσει ᾗπερ ἐνεστησάμην, καὶ κεφάλαια ἐπιτρέχειν, ὅπως ἂν ἀπαντᾷ τῷ λόγῳ. ἦν Φιλάδελφος τῶν νεωκόρων ἅτερος· τούτῳ γίγνεται τῆς αὐτῆς νυκτὸς ὄψις ὀνείρατος ἥπερ κἀμοὶ, μικρὰ δέ πως παρήλλαττεν. ἐδόκει ὁ μὲν Φιλάδελφος, τοσαῦτα γὰρ οὖν ἔχω διαμνημονεῦσαι, ἐν τῷ θεάτρῳ τῷ ἱερῷ πλῆθος ἀνθρώπων εἶναι λευχειμονούντων καὶ συνεληλυθότων κατὰ τὸν θεὸν, ἐν δʼ αὐτοῖς ἑστῶτα ἐμὲ δημηγορεῖν τε καὶ ὑμνεῖν τὸν θεὸν, ἄλλα τε δὴ λέγοντα παντοῖα καὶ ὡς παρατρέψειέ μου τὰς μοίρας πολλαχῆ μὲν καὶ ἄλλῃ, ἔναγχος δὲ ὅτε καὶ ἀψίνθιον προσευρὼν προστάξειε πιεῖν ὄξει διειμένον, ὡς μὴ δυσχεράναιμι. καί τινα κλίμακα, οἶμαι, ἐξήγγελλεν ἱερὰν καὶ παρουσίαν καὶ δυνάμεις τινὰς τοῦ θεοῦ θαυμαστάς. ταῦτα μὲν ὁ Φιλάδελφος ἐδόκει· ἐμοὶ δὲ αὐτῷ τοιάδε ἐγίγνετο. ἐδόκουν ἐν τοῖς προπυλαίοις ἑστάναι τοῦ ἱεροῦ, συνειλέχθαι δὲ καὶ ἄλλους πολλούς τινας, ὥσπερ ἡνίκα ἂν τὸ ἱερὸν καθάρσιον γίγνηται, εἶναι δὲ λευχείμονάς τε καὶ τἄλλα πρέποντα τῷ σχήματι. ἐνταῦθα δὴ ἄλλας τε φωνὰς ἠφίειν εἰς τὸν θεὸν καὶ δὴ καὶ μοιρονόμον προσεῖπον αὐτὸν, ὡς τὰς μοίρας τοῖς ἀνθρώποις διανέμοντα. ὡρμᾶτο δέ μοι τὸ ῥῆμα ἀπὸ τῶν εἰς ἐμαυτόν. κἀπὶ τούτοις ἦν τὸ ἀψίνθιον ὅντινα δὴ τρόπον δηλωθὲν, ἐδηλώθη δὲ ὡς ἐναργέστατα, ὥσπερ οὖν καὶ μυρία ἕτερα ἐναργῆ τὴν παρουσίαν εἶχε τοῦ θεοῦ. καὶ γὰρ οἷον ἅπτεσθαι δοκεῖν ἦν καὶ διαισθάνεσθαι ὅτι αὐτὸς ἥκοι καὶ μέσως ἔχειν ὕπνου καὶ ἐγρηγόρσεως καὶ βούλεσθαι ἐκβλέπειν, καὶ ἀγωνιᾶν μὴ προαπαλλαγείη, καὶ ὦτα παραβεβληκέναι καὶ ἀκούειν, τὰ μὲν ὡς ὄναρ, τὰ δὲ ὡς ὕπαρ, καὶ τρίχες ὀρθαὶ καὶ δάκρυα σὺν χαρᾷ καὶ γνώμης ὄγκος ἀνεπαχθὴς, καὶ τίς ἀνθρώπων ταῦτά γʼ ἐνδείξασθαι λόγῳ δυνατός; εἰ δέ τις τῶν τετελεσμένων ἐστὶ, σύνοιδέ τε καὶ γνωρίζει. ὀφθέντων δὲ τούτων, ἐπειδὴ ἕως ἐγένετο, καλῶ τὸν ἰατρὸν Θεόδοτον· καὶ ὡς ἧκε, διηγοῦμαι τὰ ὀνείρατα. ὁ δʼ ἐθαύμαζε μὲν ὡς εἶχε δαιμονίως, ἠπόρει δὲ ὅ τι χρήσοιτο, χειμῶνός τε ὥρᾳ καὶ ἅμα τὴν ἄγαν ἀσθένειαν τοῦ σώματος δεδιώς· μηνῶν γὰρ ἤδη συχνῶν ἐκείμην ἔνδον. ἔδοξεν οὖν ἡμῖν οὐ χεῖρον εἶναι μεταπέμψασθαι καὶ τὸν νεωκόρον τὸν Ἀσκληπιακὸν, ᾤκουν δʼ ἐν αὐτοῦ κατʼ ἐκεῖνον τὸν χρόνον, καὶ ἅμα εἰώθειν κοινοῦσθαι τὰ πολλὰ τῶν ἐνυπνίων αὐτῷ. ἧκεν ὁ νεωκόρος· καὶ οὐκ ἔφθημεν ἡμεῖς ἀρξάμενοι πρὸς αὐτὸν λόγου, καὶ ὃς ἄρχεται διηγεῖσθαι ἡμῖν· ἄρτι, ἔφη, ἥκω παρὰ τοῦ συννόμου, τὸν Φιλάδελφον λέγων, αὐτὸς δέ με καὶ ἐκάλεσεν· εἶδε γὰρ νυκτὸς ὄψιν θαυμαστὴν σοὶ διαφέρουσαν. καὶ οὕτω διηγεῖτο μὲν ὁ Ἀσκληπιακὸς ἃ εἶδεν ὁ Φιλάδελφος, ἐπιδιηγεῖται δὲ αὐτὸς ὁ Φιλάδελφος ὑφʼ ἡμῶν κληθείς. ὡς δὲ συνέβαινε τὰ ὀνείρατα, ἐχρώμεθα ἤδη ἰάματι, καὶ ἔπιον δὴ ὅσον οὐδείς πω πρόσθεν, καὶ τῆς ὑστεραίας κατὰ τὰ αὐτὰ ἐπισημήναντος τοῦ θεοῦ. καὶ τὴν μὲν ῥᾳστώνην τὴν περὶ τὴν πόσιν ἢ ὅσον ὤνησε τί τις ἂν λέγοι; ὅθεν δʼ οὖν ὁ λόγος οὗτος ὡρμήθη, τὰ γὰρ τῶν μοιρῶν ὡς κατεστήσατό μοι, πρὸς πολλοῖς ἄλλοις λογίοις καὶ πρότερον καὶ ὕστερον γενομένοις, κατὰ ταυτὸν ἀμφοτέροις ἐδηλώθη μετὰ τοιαύτης τῆς βοηθείας. φέρε δὴ τὸν ἐξ ἀρχῆς ἀποδῶμεν λόγον, καὶ συνάψωμεν ὡς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν. ὅτι μὲν γὰρ ἅπαντα τοῦτον τὸν χρόνον αὐτὸς ἦν ὁ σώζων καὶ ἡμέραν ἐφʼ ἡμέρᾳ δωρούμενος, μᾶλλον δὲ καὶ νῦν αὐτός ἐστιν ὁ σώζων, συνίσασιν ὅσοι καὶ μικρόν τι τῶν ἡμετέρων ἴσασιν. ἀλλʼ ἐπειδὴ διεγένετο χρόνος ὁ τῆς προρρήσεως, συνέβη τοιάδε. μικρὸν δὲ ἀναλήψομαι. ἔτυχον μὲν ὢν ἐν τῷ προαστείῳ κατὰ θέρους ἀκμὴν, νόσος δὲ κατέσχε λοιμώδης πάντας σχεδὸν τοὺς προσχώρους. τῶν δὲ οἰκετῶν τὸ μὲν πρῶτον δύο καὶ τρεῖς ἔκαμνον, ἔπειτα ἄλλος καὶ ἄλλος· ἔπειτʼ ἔκειντο ἅπαντες καὶ νεώτεροι καὶ πρεσβύτεροι· τελευταῖος δὲ ἐλήφθην ἐγώ. ἰατροὶ δὲ ἐφοίτων ἐξ ἄστεος καὶ τοῖς ἀκολούθοις αὐτῶν ἐχρώμεθα διακόνοις, οἱ δέ τινες καὶ αὐτοὶ προσεδρεύοντες ἀντὶ διακόνων ἦσαν. ἔκαμνε δὲ καὶ ὑποζύγια, καὶ εἴ που κινηθείη τις, εὐθὺς πρὸ θυρῶν ἔκειτο· ὥστε οὐδʼ ἂν πλῷ χρήσασθαι περὶ τῶν συμβαινόντων ἐξῆν ἔτι ῥᾳδίως. πάντα δʼ ἦν μεστὰ ἀθυμίας, οἰμωγῆς, στόνου, δυσκολίας ἁπάσης, ἦσαν δὲ κἀν τῇ πόλει νόσοι δειναί. τέως μὲν οὖν ἀντεῖχον οὐδὲν ἧττον τῆς τῶν ἄλλων σωτηρίας ἢ τῆς ἐμαυτοῦ προνοούμενος, ἔπειτα ἐπέτεινέ τε ἡ νόσος καὶ κατελήφθην ὑπὸ δεινοῦ πυρὸς χολῆς παντοίας, ἣ συνεχῶς νύκτα καὶ ἡμέραν ἠνώχλει, καὶ τῆς τροφῆς ἀπεκεκλείμην καὶ ἡ δύναμις κατελέλυτο. καὶ οἱ ἰατροὶ ἀφίσταντο καὶ τελευτῶντες ἀπέγνωσαν παντάπασι, καὶ διηγγέλθη ὡς οἰχησομένου αὐτίκα. τὸ μέντοι τοῦ Ὁμήρου κἀν τούτοις εἶπες ἂν, τὸ νόος γε μὲν ἔμπεδος ἦεν . οὕτω παρηκολούθουν ἐμαυτῷ, ὥσπερ ἂν ἄλλῳ τινὶ, καὶ ᾐσθανόμην ὑπολείποντος ἀεὶ τοῦ σώματος, ἕως εἰς τοὔσχατον ἦλθον. τοιούτων δὲ ὄντων ἔτυχον μὲν εἰς τὸ εἴσω τετραμμένος τῆς κλίνης, ἔδοξα δὲ ὡς ὄναρ· αὐτὸ δὲ ἦν ἄρα ἡ λύσις· ἔδοξα δὲ καὶ δὴ ἐπὶ τέλει τοῦ δράματος εἶναι, καὶ τοὺς ἐμβάτας ἀποτίθεσθαι, καὶ τὰς κρηπῖδας μεταλήψεσθαι τοῦ πατρός. κἀν τούτοις ὄντα στρέφει μὲ ὁ σωτὴρ Ἀσκληπιὸς τὴν εἰς τὸ ἔξω στροφὴν ἐξαίφνης. ἔπειτα οὐ πολὺ ὕστερον ἡ Ἀθηνᾶ φαίνεται τήν τε αἰγίδα ἔχουσα καὶ τὸ κάλλος καὶ τὸ μέγεθος καὶ σύμπαν δὴ σχῆμα οἵα περ ἡ Ἀθήνησιν ἡ Φειδίου. ἀπῶζε δὲ καὶ τῆς αἰγίδος ὅτι ἥδιστον, καὶ ἦν κηρῷ τινι προσφερὴς, θαυμαστὴ καὶ αὕτη τὸ κάλλος καὶ τὸ μέγεθος. ἐφαίνετο μὲν δὴ μόνῳ στᾶσα καταντικρὺ καὶ ὅθεν αὐτὴν ὡς κάλλιστα ἔμελλεν ὄψεσθαι. ἐγὼ δὲ ἐπεδείκνυν καὶ τοῖς παροῦσι, δύο δʼ ἤστην τῶν φίλων καὶ τροφὸς, βοῶν καὶ ὀνομάζων τὴν Ἀθηνᾶν ὅτι ἑστήκοι τε αὕτη ἀπαντικρὺ καὶ διαλέγοιτο καὶ τὴν αἰγίδα ἀπεδείκνυν· οἱ δʼ οὐκ εἶχον ὅ τι χρήσοιντο, ἀλλʼ ἠπόρουν τε καὶ ἐδεδοίκεσαν μὴ παραληρῶν ἄρα τυγχάνω, πρίν γε δὴ τήν τε δύναμιν συνεώρων ἀναφερομένην καὶ τῶν λόγων ἤκουσαν ὧν ἤκουσα παρὰ τῆς θεοῦ. καὶ ἔστιν ἃ μέμνημαι τοιάδε. ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας καὶ ἔφασκεν οὐ μύθους εἶναι ταῦτα, τεκμαίρεσθαι δὲ χρῆναι καὶ τοῖς παροῦσι. δεῖν οὖν καρτερεῖν, εἶναι δʼ αὐτὸν πάντως καὶ τὸν Ὀδυσσέα καὶ τὸν Τηλέμαχον καὶ δεῖν αὐτῷ βοηθεῖν· καὶ ἄλλα τοιουτότροπα ἤκουσα. οὕτως ἐφάνη τε ἡ θεὸς καὶ παρεμυθήσατο καὶ ἀνέσωσε καὶ δὴ κείμενον καὶ τῶν εἰς τὴν τελευτὴν οὐδενὸς ἔτι ἐλλείποντος. καὶ δῆτα εὐθύς με εἰσῆλθε κλύσματι χρήσασθαι μέλιτος Ἀττικοῦ, καὶ ἐγένετο κάθαρσις χολῆς. καὶ μετὰ ταῦτα ἧκεν ἰάματα καὶ τροφαί· πρῶτον μὲν ἧπαρ, οἶμαι, χηνὸς μετὰ τὴν πολλὴν ἀπόρρησιν πρὸς ἅπαντα τὰ σιτία· ἔπειτα ὑείου τι ὑπογαστρίου. ἔπειτʼ ἐκομίσθην εἰς τὴν πόλιν ἐπʼ ὀχήματος καταστέγου καὶ μακροῦ, καὶ κατὰ μικρὸν οὕτω συνηγειρόμην μόλις τε καὶ χαλεπῶς, οὐ μέντοι πρότερόν γε ὁ πυρετὸς παντελῶς ἐξέλιπε πρὶν ἐτελεύτησέ μοι τῶν τροφίμων ὁ πλείστου ἄξιος. τῇ δʼ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἔγνων, ἐκεῖνός τε ἐτεθνήκει καὶ ἡ νόσος ᾤχετο ἀπιοῦσα. οὕτω τόν τε ἄχρι