<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="294"><p>ἐλλεβόρου, ὡς ἔφασκον οἱ τούτου ἔμπειροι, ἅτε καὶ ὑπὸ τοῦ κλυδωνίου πάντων κεκινημένων. καὶ φράζει δὴ τὸ πᾶν, ὡς εἱμαρμένον τε εἴη ναυαγῆσαί μοι καὶ τούτου ἄρα ἕνεκα καὶ ταῦτα συμβαίη· καὶ νῦν ἔτι δέοι ὑπὲρ ἀσφαλείας καὶ τοῦ παντάπασιν ἐκπλῆσαι τὸ χρεὼν, ἐμβάντα εἰς λέμβον ἐν τῷ λιμένι οὕτω ποιῆσαι, ὡς τὸν μὲν λέμβον ἀνατραπῆναι καὶ καταδῦναι, αὐτὸν δὲ ἐξάραντός τινος ἐξενεχθῆναι πρὸς τὴν γῆν· ἐν γὰρ τούτῳ τελεῖσθαι τὰ ἀναγκαῖα. ἐποιοῦμεν ταῦτα ἄσμενοι δηλονότι. καὶ πᾶσι δὴ θαυμαστὸν ἐδόκει τὸ σόφισμα τῆς ναυαγίας ἐπʼ ἀληθινῷ τῷ <pb xml:id="v.1.p.469"/> κινδύνῳ γενόμενον. οὗ δὴ καὶ ἔγνωμεν ὅτι κἀκ τοῦ πελάγους ἄρα αὐτὸς ὁ σεσωκὼς ἦν. ἐπιθήκη δὲ τῆς εὐεργεσίας ἡ κάθαρσις. μετὰ δὲ ταῦτα κατεῖχεν ἐν τῇ Φωκαίᾳ, θαυμαστὰ οἷα σημαίνων, οὐ μόνον εἰς τὸ σῶμα ἔχοντα, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐπὶ πολλοῖς. καὶ δὴ καὶ τῶν ἀνέμων ἐπιεικῶς τοὺς μέλλοντας ἔσεσθαι προηκούομεν, ὥστε ὁπότε ἀκούοι τὰ ὀνείρατα ὁ ξένος ἡμῶν ὁ Ῥοῦφος—ἦν δὲ καὶ τἄλλα πρῶτος Φωκαέων, καί πως οὐδʼ αὐτὸς ἀνήκοος Ἀσκληπιοῦ—πολλὴν εἶναι τὴν ἔκπληξιν αὐτῷ ταῦτα ἀκούοντι παρʼ ἡμῶν ἔνδον, ἃ ἔξω καταλελοιπὼς εἰσῄει. καὶ δὴ γάλακτός ποτε ἐδέησε τοῦ θεοῦ κελεύσαντος· ἦν δὲ οὔπω· σχεδὸν γὰρ ἦν τετρὰς ἐπὶ δέκα τοῦ δευτέρου μηνὸς, ὡς νομίζομεν οἱ ταύτῃ, ἐδόκει δὲ χρῆναι ζητεῖν. καὶ πορευθεὶς ὁ Ῥοῦφος εἰς ἐσχατιάν τινα τῶν αὑτοῦ εὑρίσκει τετοκυῖαν ὄϊν αὐτονυχὶ, καὶ κομίσας δίδωσι τὸ γάλα. τέλος δὲ ἀφίησιν ἡμᾶς ὁ θεὸς τοῦ πλοῦ τοῦ εἰς τὴν Χίον, ἄλλα τε δὴ καὶ δείξας καὶ προειπὼν, καὶ ἐφʼ ἅπασιν ἔδοξα ὡς κατεσχισμένον τε εἴη τὸ πλοῖον καὶ οὐδὲν ἔτι. ἔστι δὲ χωρίον Γενναῒς, ἀπέχον τῆς Φωκαίας οὐ πολὺ, ἐνταῦθα ἡμέρας τινὰς διαγαγὼν ἡμᾶς ἐν τοῖς ὕδασιν ἐπανῆγεν εἰς τὴν Σμύρναν. ὡς τοίνυν ἐγενόμεθα ἐν τῇ Σμύρνῃ, φαίνεταί μοι ἐν τοιῷδέ τινι σχήματι. ἦν ἅμα μὲν Ἀσκληπιὸς, ἅμα δὲ Ἀπόλλων, ὅ τε δὴ Κλάριος καὶ ὁ καλλίτεκνος καλούμενος ἐν Περγάμῳ, οὗ ὁ πρῶτος </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="295"><p>τῶν ναῶν τῶν τριῶν ἐστιν. ἐν τούτῳ τῷ σχήματι στὰς ἔμπροσθεν τῆς εὐνῆς προβαλὼν τοὺς δακτύλους καὶ <pb xml:id="v.1.p.470"/> χρόνους τινὰς συλλογισάμενος, ἔχεις, ἔφη, δέκα ἔτη παρʼ ἐμοῦ καὶ τρία παρὰ τοῦ Σαράπιδος—καὶ ἅμα τὰ τρία καὶ δέκα ὡς ἑπτακαίδεκα ἐφάνη τῇ θέσει τῶν δακτύλων— ταῦτα δὲ εἶναι οὐκ ὄναρ, ἀλλʼ ὕπαρ, εἴσεσθαι δὲ καὶ αὐτόν. καὶ ἅμα κελεύει καταβάντα εἰς τὸν ποταμὸν τὸν πρὸ τῆς πόλεως ῥέοντα λούσασθαι, ἡγήσεσθαι δὲ τῆς ὁδοῦ παῖδα ἄνηβον, καὶ δείκνυσι τὸν παῖδα.</p><p rend="align(indent)">καὶ τὰ μὲν κεφάλαια τῆς ἐπιφανείας ταῦτά ἐστιν, ὡς ἀντὶ τοῦ παντός γʼ ἂν ἐποιησάμην καὶ καθʼ ἕκαστα δύνασθαι διʼ ἀκριβείας διεξελθεῖν. ἦν δὲ καὶ δὴ μέσος χειμὼν καὶ βορέας μέγας καὶ κρυμὸς, καὶ αἱ ψηφῖδες οὕτως ὑπὸ τοῦ πάγου πρὸς ἀλλήλας ἐδέδεντο ὥστε ἐοικέναι κρυστάλλῳ συνεχεῖ, καὶ τὸ ὕδωρ οἷον εἰκὸς ἐν τοιούτῳ ἀέρι. ἐπεὶ δʼ ἐξηγγέλθη τὰ τῆς ἐπιφανείας, παρέπεμπον ἡμᾶς οἱ φίλοι, καὶ τῶν ἰατρῶν οἵ τε δὴ συνήθεις καὶ ἄλλοι οἱ μὲν ὡς ἀγωνιῶντες, οἱ δὲ καὶ τῆς ἱστορίας ἕνεκα· ἐπεγένετο δὲ καὶ ἄλλος ὄχλος συχνὸς, καὶ γάρ τις καὶ διάδοσις ἔτυχεν ἔξω πυλῶν οὖσα καὶ πάντʼ ἦν κάτοπτα ἀπὸ τῆς γεφύρας. ἦν δέ τις Ἡρακλέων ἰατρὸς, ἑταῖρος ἡμέτερος, ὃς πρὸς ἐμὲ ὡμολόγησε τῇ ὑστεραίᾳ ἦ μὴν πεπεικὼς αὑτὸν ἰέναι, ὡς εἰ τὰ κράτιστα πράξαιμι, ὀπισθοτόνῳ συνέξομαι, ἤ τῳ ἄλλῳ τοιούτῳ. ὡς δὴ ἐγενόμεθα ἐπὶ τοῦ ποταμοῦ, οὐδὲν ἔδει τοῦ παρακελευσομένου, ἀλλʼ ἔτι τῆς θέρμης τῆς ἐκ τῆς ὄψεως τοῦ θεοῦ μεστὸς ὢν ἀπορρίψας τὰ ἱμάτια οὐδʼ ἀνατρίψασθαι δεηθεὶς, ἵεμαι οὗ τοῦ ποταμοῦ τὸ βαθύτατον ἦν. ἔπειθʼ ὥσπερ ἐν κολυμβήθρᾳ καὶ μάλα ἠπίου καὶ κεκραμένου ὕδατος ἐχρώμην διατριβῇ, ἐννέων τε καὶ ἀνακλύζων ἐμαυτὸν πάντη. ὡς δʼ ἐξέβην, ὅτε δὴ χρὼς πᾶς ἤνθει καὶ τὸ σῶμα πάντη κοῦφον ἦν, καὶ βοὴ πολλὴ τῶν τε παρόντων <pb xml:id="v.1.p.471"/> καὶ ἐπιόντων, τὸ πολυύμνητον δὴ τοῦτο βοώντων, μέγας ὁ Ἀσκληπιός. καὶ τὰ ἀπὸ τούτου τίς ἂν ἐνδείξασθαι δυνηθείη; ἅπαν γὰρ τὸ λοιπὸν τῆς ἡμέρας καὶ τῆς νυκτὸς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="296"><p>τὸ εἰς εὐνὴν διεσωσάμην τὴν ἐπὶ τῷ λουτρῷ σχέσιν, καὶ οὔτε τι ξηροτέρου οὔτε ὑγροτέρου τοῦ σώματος ᾐσθόμην, οὐ τῆς θέρμης ἀνῆκεν οὐδὲν, οὐ προσεγένετο, οὐδʼ αὖ τοιοῦτον ἡ θέρμη ἦν, οἷον ἄν τῳ καὶ ἀπʼ ἀνθρωπίνης μηχανῆς ὑπάρξειεν, ἀλλά τις ἦν ἀλέα διηνεκὴς, δύναμιν φέρουσα ἴσην διὰ παντὸς τοῦ σώματός τε καὶ τοῦ χρόνου. παραπλησίως δὲ καὶ τὰ τῆς γνώμης εἶχεν. οὔτε γὰρ οἷον ἡδονὴ περιφανὴς ἦν οὔτε κατʼ ἀνθρωπίνην σωφροσύνην ἔφησθα ἂν εἶναι αὐτὸ, ἀλλʼ ἦν τις ἄρρητος εὐθυμία, πάντα δεύτερα τοῦ παρόντος καιροῦ τιθεμένη, ὥστε οὐδʼ ὁρῶν τὰ ἄλλα ἐδόκουν ὁρᾶν· οὕτω πᾶς ἦν πρὸς τῷ θεῷ. ἀλλὰ τὸ ἐντεῦθεν σὸν ἤδη, ὦ δέσποτα, γίγνεται δεῖξαι καὶ παραστῆσαι ὅ τι ἑξῆς λέγοντες καὶ ὅποι τραπόμενοι σοί τʼ ἂν κεχαρισμένα ποιοῖμεν καὶ τοῦ λόγου προΐοιμεν ὡς κάλλιστα. πότερα ἐπειδὴ ποταμοῦ καὶ χειμῶνος τοιούτου καὶ λουτροῦ μνείαν ἐποιησάμην, ἕτερα ἐφεξῆς τῆς αὐτῆς ἰδέας λέγω καὶ οἷον κατάλογόν τινα λουτρῶν ποιῶμαι χειμερίων τε καὶ θείων καὶ πάντως παραδόξων; ἢ διαλαβὼν τὸν λόγον καί τινα τῶν ἐν μέσῳ διηγήσωμαι; ἢ κράτιστον καὶ τἀν τῷ μέσῳ πάντα ὑπερβάντα ἀποδοῦναι τὸ τέλος τῷ πρώτῳ λόγῳ, πῶς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν καὶ πῶς ἅπαντα ἀπέβη; πολλὰ μὲν γὰρ καὶ ἄλλα ἐπεσήμηνεν ὁ θεὸς ἐκ τῶν ἐφεστηκότων ἀεὶ κινδύνων ἐξαρπάζων, οἳ πυκνοὶ νυκτὸς ἑκάστης καὶ ἡμέρας ἦσαν, ἄλλοτε ἄλλοι προσβάλλοντες, τότε δὲ ἐπανιόντες οἱ αὐτοὶ, καὶ ὁπότε ἀπαλλαγείη τις, ἀντιλαμβάνοντες ἕτεροι, καὶ <pb xml:id="v.1.p.472"/> πρὸς ἕκαστα τούτων ἀλεξιφάρμακα ᾔει παρὰ τοῦ θεοῦ καὶ παραμυθίαι παντοῖαι καὶ ἔργῳ καὶ λόγῳ· ἓν δὲ δὴ καὶ τόδε μέμνημαι πραχθὲν αὐτῷ ποτε. ἔφη χρῆναι τελευτᾶν εἰς τρίτην ἡμέραν, καὶ ταῦτα ἀναγκαίως ἔχειν, καὶ ἅμα σύμβολα ἔδωκε, καὶ ὁποῖʼ ἄττα ἔσται τὰ τῆς ἐπιούσης ἡμέρας, καὶ γὰρ τὸν ἀέρα ὁποῖος καὶ τὸν ἡνίοχον ὅπου φανήσοιτο καὶ ἄλλα ἔδωκε σύμβολα τῆς ἀληθείας· ἀλλὰ δεῖν οὕτω ποιεῖν, πρῶτον μὲν ἀναβάντα ἐπὶ τὸ ζεῦγος ἐλθεῖν ἐπὶ τὸν ποταμὸν τὸν διὰ τῆς πόλεως ῥέοντα, γενόμενον δὲ οὗ ἐστιν ἤδη ἔξω τῆς πόλεως ἱερὰ δρᾶσαι </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="297"><p>ἐπιβόθρια, οὕτω γὰρ αὐτὰ προσεῖπεν, ἔδει δὲ ἄρα βόθρους ὀρύξαντα ἐπʼ αὐτῶν δρᾶσαι τὰ ἱερὰ οἷστισι δὴ καὶ ἔδει θεῶν· ἔπειτα ἀναστρέφοντα λαβόντα κέρματα διαβαίνειν τε τὸν ποταμὸν καὶ ἀπορρίπτειν, καὶ ἕτερʼ ἄττα, οἶμαι, πρὸς τούτοις ἐκέλευσε. μετὰ δὲ ταῦτα ἐλθόντα εἰς τὸ ἱερὸν θῦσαι τῷ Ἀσκληπιῷ τέλεια καὶ στῆσαι κρατῆρας ἱεροὺς καὶ νεῖμαι μοίρας ἱερὰς ἅπασι τοῖς συμφοιτηταῖς· δεῖν δὲ καὶ τοῦ σώματος αὐτοῦ παρατέμνειν ὑπὲρ σωτηρίας τοῦ παντός. ἀλλὰ γὰρ εἶναι τοῦτο ἐργῶδες, τοῦτο μὲν καὶ δὴ παριέναι μοι, ἀντὶ δὲ τούτου τὸν δακτύλιον ὃν ἐφόρουν περιελόμενον ἀναθεῖναι τῷ Τελεσφόρῳ, τὸ γὰρ αὐτὸ ποιεῖν ὥσπερ ἂν εἰ τὸν δάκτυλον αὐτὸν προείμην, ἐπιγράψαι δὲ εἰς τὴν σφενδόνην τοῦ δακτυλίου, Κρόνου παῖ· ταῦτα ποιοῦντι σωτηρίαν εἶναι. τὸ δὴ μετὰ τοῦτο ἔξεστιν εἰκάζειν ὅπως διεκείμεθα, καὶ ὁποίαν τινὰ ἁρμονίαν πάλιν ἡμᾶς ἡρμόσατο ὁ θεός. σχεδὸν γὰρ ὥσπερ ἐν τελετῇ περὶ πάντα ταῦτα διήγομεν, παρεστώσης ἅμα τῷ φόβῳ τῆς ἀγαθῆς ἐλπίδος. ἀκόλουθα δὲ τούτοις καὶ εἰς ταυτὸν φέροντα καὶ τὰ χρόνῳ ὕστερον γενόμενα, ἐξ ὧν τὸ ἀψίνθιον ἔπιον. </p><pb xml:id="v.1.p.473"/><p rend="align(indent)">ὅτι μὲν δὴ τῷ παντὶ φρικωδέστερον καὶ ἐναργέστερον αὐτὰς τὰς ὄψεις καθαρὰς διηγεῖσθαι δῆλον, ἀνάγκη δὲ ἐπὶ τῶν πλείστων χρῆσθαι τῇ ὑποθέσει ᾗπερ ἐνεστησάμην, καὶ κεφάλαια ἐπιτρέχειν, ὅπως ἂν ἀπαντᾷ τῷ λόγῳ. ἦν Φιλάδελφος τῶν νεωκόρων ἅτερος· τούτῳ γίγνεται τῆς αὐτῆς νυκτὸς ὄψις ὀνείρατος ἥπερ κἀμοὶ, μικρὰ δέ πως παρήλλαττεν. ἐδόκει ὁ μὲν Φιλάδελφος, τοσαῦτα γὰρ οὖν ἔχω διαμνημονεῦσαι, ἐν τῷ θεάτρῳ τῷ ἱερῷ πλῆθος ἀνθρώπων εἶναι λευχειμονούντων καὶ συνεληλυθότων κατὰ τὸν θεὸν, ἐν δʼ αὐτοῖς ἑστῶτα ἐμὲ δημηγορεῖν τε καὶ ὑμνεῖν τὸν θεὸν, ἄλλα τε δὴ λέγοντα παντοῖα καὶ ὡς παρατρέψειέ μου τὰς μοίρας πολλαχῆ μὲν καὶ ἄλλῃ, ἔναγχος δὲ ὅτε καὶ ἀψίνθιον προσευρὼν προστάξειε πιεῖν ὄξει διειμένον, ὡς μὴ δυσχεράναιμι. καί τινα κλίμακα, οἶμαι, ἐξήγγελλεν ἱερὰν καὶ παρουσίαν καὶ δυνάμεις τινὰς τοῦ θεοῦ θαυμαστάς. ταῦτα μὲν ὁ Φιλάδελφος</p></div></div></body></text></TEI>