πολλὰ μὲν οὖν καὶ παράδοξα ἐπετάχθημεν· ὧν δὲ ἀπομνημονεύω, δρόμος τέ ἐστιν ὃν ἔδει δραμεῖν ἀνυπόδητον χειμῶνος ὥρᾳ· καὶ πάλιν ἱππασία πραγμάτων ἀπορώτατον. καί τι καὶ τοσοῦτον μέμνημαι· τοῦ γὰρ λιμένος κυμαίνοντος ἐξ ἀνέμου λιβὸς καὶ τῶν πλοίων ταραττομένων, ἔδει διαπλεύσαντα εἰς τὸ ἀντιπέρας μέλιτος καὶ δρυὸς βαλάνων φαγόντα ἐμέσαι, καὶ γίγνεται δὴ κάθαρσις ἐντελής. πάντα δὲ ταῦτα ἐν ἀκμῇ τῆς φλεγμονῆς οὔσης ἐπράττετο καὶ δὴ πρὸς αὐτὸν ἀναχωρούσης τὸν ὀμφαλόν. τέλος δὲ ὁ σωτὴρ σημαίνει τῆς αὐτῆς νυκτὸς ταυτὸν ἐμοί τε καὶ τῷ τροφεῖ, περιῆν γὰρ δὴ τότε ὁ Ζώσιμος, ὥστε ἐγὼ μὲν ἔπεμπον ἐκείνῳ φράσων ἃ εἰρηκὼς εἴη ὁ θεὸς, ὁ δʼ ἀπήντα φράσων αὐτός μοι ἃ ἀκηκόει τοῦ θεοῦ. ἦν δέ τι φάρμακον οὗ τὰ μὲν καθʼ ἕκαστα οὐ μέμνημαι, ἁλῶν δὲ ὅτι μετεῖχεν. ὡς δὲ ἐπεπάσαμεν, ἔρρει δὴ ταχὺ τοῦ ὄγκου τὸ πλεῖστον, καὶ ἅμα ἕω παρῆσαν οἱ ἐπιτήδειοι χαίροντες μετὰ ἀπιστίας. ἐντεῦθεν δὲ ἤδη τῶν μὲν ἐγκλημάτων ἐπαύσαντο ἰατροὶ καὶ ἐθαύμαζον ὑπερφυῶς ἐφʼ ἑκάστῳ τοῦ θεοῦ τὴν πρόνοιαν, καὶ ὡς ἕτερόν τι ἦν ἄρα μεῖζον, ὃ λάθρα ἰᾶτο, τὸ δὲ τοῦ κόλπου τίνα ἂν τρόπον κατασταίη διεσκοποῦντο· καὶ ἐδόκει αὐτοῖς νῦν γε δὴ πάντως δεῖν τομῆς, οὐ γὰρ εἶναι ἄλλως εἰς τὸ ἀρχαῖον καταστῆναι. καὶ μετὰ τοῦτό γε ἠξίουν συγχωρῆσαι, πάντως δὲ ἤδη πεπρᾶχθαι τά γε τοῦ θεοῦ. ὁ δʼ ἄρα οὐδὲ τοῦτο ἐκείνοις παρῆκεν, ἀλλʼ οὔσης τῆς ἀποστάσεως θαυμαστῆς ὅσης καὶ δοκοῦντος ἅπαντος ἀπηλλοτριῶσθαι τοῦ δέρματος, ὠὸν κελεύσας ἐπιχρίειν οὕτως ἰάσατο καὶ συνήγαγε πάντα εἰς ταυτὸν, ὥστε ὀλίγων ἡμερῶν παρελθουσῶν οὐδεὶς οἷός τʼ ἦν εὑρεῖν ἐν ὁποτέρῳ μηρῷ τὸ φῦμα ἐκεῖνο ἐγένετο, ἀλλʼ ἤστην ἀμφοτέρω καθαρὼ τοῖς ἅπασι. Ζώσιμος δὲ ἦν οὗτος, ᾧ μεγάλη δωρεὰ γίγνεται παρὰ τοῦ θεοῦ χρόνῳ ὕστερον· ἔσχε δὲ οὑτωσί. ἀπῄειμεν διὰ Μυσίας εἰς Πέργαμον, ἐπισχόντος δὲ ὀνείρατος καθʼ ὁδὸν ἔμεινα ἡμέρας πλείους, συνεχῶς τῆς αὐτῆς ὄψεως γιγνομένης. ὁ δʼ ἐν τούτῳ ἀναθεῖ ὀπίσω εἴς τι χωρίον ἡμέτερον δεῆσάν τι καὶ μετʼ οὐ πολὺ ἔκαμνε. συνέβαινε δὲ κἀμοὶ τοῦ τε στομάχου καὶ τῆς ὑπερώας καὶ κεφαλῆς ὅλης καὶ σύμπαντος τοῦ σώματος οὕτως ἔχειν ὥστε ἐπʼ ἔσχατον ἐλθεῖν, καὶ τῆς τε τροφῆς ἀπεκεκλείμην καὶ ὅ τι προσείμην παραχρῆμα ἐφθείρετο, καὶ ἀναπνεῖν οὐκ ἦν καὶ ἡ δύναμις καθῄρητο. ἀπείχομεν δὲ ἀλλήλων σταδίους μάλιστα εἴκοσι καὶ ἑκατόν. συνέβαινεν οὖν ἡμῖν πυνθανομένοις ὡς ἔχοιμεν ἑκάτεροι πολὺ μᾶλλον οἷς ἠκούομεν ἢ τοῖς αὐτῷ παροῦσιν ἑκάτερον βαρύνεσθαι. φανέντος δὲ τοῦ θεοῦ λαμβάνομαι τῆς κεφαλῆς ἐπαλλὰξ τοῖν χεροῖν, καὶ λαβόμενος ἐδεόμην σῶσαί μοι τὸν Ζώσιμον. ἀνένευσεν ὁ θεός. πάλιν οὖν τὴν αὐτὴν λαβὴν λαβόμενος ἐδεόμην ἐπινεῦσαι. αὖθις ἀνένευσε. τὸ τρίτον παραλαβὼν ἐπειρώμην πεῖσαι ἐπινεῦσαι· ὁ δὲ οὔτε ἀνένευσεν οὔτε ἐπένευσεν, ἀλλʼ εἶχε διʼ ἴσου τὴν κεφαλὴν καί μοι λέγει ῥήματα ἄττα, ἃ χρὴ λέγειν ἐν τοῖς τοιούτοις, ὡς ἀνύσιμα· ἁγὼ μνημονεύων οὐκ οἶμαι δεῖν ἐκφέρειν εἰκῆ. ἔφη δʼ οὖν ὅτι ἐπαρκέσει τούτων λεχθέντων· ἓν δʼ ἦν αὐτῶν, φύλαξον. τί οὖν ἀπέβη αὐτῷ μετὰ ταῦτα; πρῶτον μὲν ἀνίσταται παρʼ ἐλπίδας ἐξ ἐκείνης τῆς νόσου ὁ Ζώσιμος, καθαρθείς γε διὰ πτισάνης καὶ φακῆς, προειπόντος ἐμοὶ τοῦ θεοῦ ὑπὲρ αὐτοῦ, ἔπειτα ἐπεβίω μῆνας τέτταρας· ὥστε ἐνετύχομέν τε ἀλλήλοις καὶ συνεωρτάσαμεν, γενομένης γε κἀμοὶ παρὰ τοῦ θεοῦ βοηθείας πολλῆς καὶ συνεχοῦς καὶ παράδοξα ἐχούσης. ὧν ἓν ἦν λειποψυχοῦντα καὶ παντελῶς ἀπορούμενον ποιῆσαι μέλη, γάμον τε κορωνίδος καὶ γένεσιν τοῦ θεοῦ, καὶ τὴν στροφὴν ὡς ἐπὶ μήκιστον ἀποτεῖναι· καὶ ἐποίησα τὰ ᾁσματα ἐφʼ ἡσυχίας οὑτωσὶ καὶ κατʼ ἐμαυτὸν ἐνθυμηθεὶς, καὶ πάντων ἤδη λήθη ἦν τῶν δυσχερῶν. καὶ δὴ καὶ κλύσματι χρήσασθαι ἐπετάχθην. ὥσθʼ ὁ μὲν ἰατρὸς οὐκ ἐθάρρει προσφέρειν, ὁρῶν τὴν λεπτότητα τοῦ σώματος καὶ τὴν ἀδυναμίαν, ἀλλʼ ἡγεῖτο ὥσπερ αὐτόχειρ ἔσεσθαί μου· ἐγὼ δʼ ἔπεισα μόλις καὶ παραχρῆμα ἀνήνεγκα. τροφὴν δὲ ἔδωκε λάχανα ἄγρια, ἃ καὶ πέψιν καὶ δύναμιν παρέσχε μοι τινά. ταῦτα μὲν οὖν οὕτως ἐγένετο. ὁ δὲ Ζώσιμος ἐμακαρίζετο ὑπὸ πάντων καὶ αὐτὸς οὐκ εἶχεν ὅστις γένηται, τῷ τε θεῷ χάριν ἔχων τῆς προνοίας καὶ τῆς διακονίας ἐμοί. καί μοι δοκεῖ καὶ πλείω βιῶναι χρόνον, εἰ μὴ διʼ ἀρετήν τινα ἑαυτοῦ. πυθόμενος γὰρ τῶν οἰκετῶν τινα τῶν ἐμῶν καὶ μάλα τῶν χρησίμων κάμνειν ᾤχετο ἀπιὼν χειμῶνος ὥρᾳ, σταδίους τετταράκοντα, ὡς ἐπισκεψόμενός τε καὶ βοηθήσων ὅ τι οἷός τε εἴη· ἦν γὰρ δὴ καὶ τὴν τέχνην ἀγαθὸς τὴν ἰατρικήν. ἐκπεσὼν δὲ τοῦ ὀχήματος ἐν χιόνι πολλῇ καὶ κρυμῷ καὶ παθὼν πολλὰ καὶ δεινὰ, ἀπιών τε καὶ ἐπανιὼν ἐμπίπτει τὸ δεύτερον εἰς νόσον δεινὴν καὶ χαλεπήν· ὥστʼ οὐδʼ αὐτὸς ἐτόλμα κατʼ ἀρχὰς οὐδὲν τῶν συμβεβηκότων αὑτῷ δηλῶσαι πρὸς ἐμέ. ἐγώ τε ὡς ᾐσθόμην, οὐχὶ προσῄειν, ὀργιζόμενος ὅτι οὐκ ἔπεισε. τῆς γὰρ νυκτὸς τῆς παρελθούσης ἐγεγόνει μοι ὄψις ὀνείρατος τοιαύτη· ἐδόκει μοι λέγειν ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, Ζώσιμον δὲ ἔδει ἀναλαμβάνειν ἑαυτὸν, ἕως ἔξεστιν. ἐγὼ οὖν ἐπὶ τούτῳ τῷ ὀνείρατι οὐκ εἴων αὐτὸν κινεῖσθαι, ὅθʼ ἡ περὶ τοῦ οἰκέτου ἦλθεν ἀγγελία. ὁ δʼ ἀπειθήσας ᾤχετο, ἐκ δὲ τούτου ἡ τελευτὴ ἐγένετο αὐτῷ. οὕτως ὅσον τε ἐπεβίω χάρις ἦν τοῦ θεοῦ, ὡς ἀληθῶς φυλάξαντος αὐτόν μοι, καὶ ἐτελεύτα παρὰ τὰ φανθέντα κινηθείς· καὶ τὰ κατʼ ἀρχὰς ὑπὸ τοῦ θεοῦ δειχθέντα, ὅτε αὐτοῦ λαβόμενος τῆς κεφαλῆς ἱκέτευον, εἰς τοῦτο ἐτελεύτησε. τὴν τοίνυν τροφὸν τὴν ἀρχαίαν, ἧς οὐδέν μοι φίλτερον, Φιλουμένη ἦν ὄνομα αὐτῇ, μυριάκις μὲν ἔσωσε παρʼ ἐλπίδας, κειμένην δέ ποτε ἀνέστησεν ἐκπέμψας ἐμὲ ἀπὸ Περγάμου, προειπὼν ὅτι καὶ τὴν τροφὸν ἐλαφροτέραν ποιήσοιμι. καὶ ἅμα λαμβάνω τινὰ ἐπιστολὴν πρὸ ποδῶν κειμένην τοῦ Διὸς Ἀσκληπιοῦ, σύμβολον ποιούμενος· εὗρον οὖν μόνον οὐ διαρρήδην ἕκαστα ἐγγεγραμμένα. ὥστε ἐξῄειν ὑπερχαίρων καὶ καταλαμβάνω τὴν τροφὸν τοσοῦτον ἀντέχουσαν ὅσον αἰσθέσθαι προσιόντος. ὡς δʼ ᾔσθετο, ἀνέκραγε τε καὶ ἀνειστήκει οὐκ εἰς μακράν.