δέ μοι τοῦ ποδὸς παρελθεῖν εἰς τὸν οἶκον τὸν μέγαν. καί τινα ἐπελθεῖν τῶν ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς τοῦ Ὀλυμπίου, διεξιέναι δὲ πρὸς αὐτὸν, ὡς ὀνειράτων μοι γεγονότων παρὰ τοῦ θεοῦ, καὶ κελεύειν ὑπηρετῆσαι. ὁ δὲ καὶ αὐτὸς ἔφη γεγενῆσθαι ὄναρ αὑτῷ, λαβόντα σκέλος χοίρειον ἐγκοιμίσαι ἐν Ἀσκληπιοῦ, σκευάσαντα ὥσπερ ἐγὼ εἴωθα χρῆσθαι. μετὰ δὲ τοῦτο ὡς ἐν Περγάμῳ ἐδόκουν στέφανον πέμπειν τῷ θεῷ τῶν μακρῶν, οἵ εἰσιν οὓς ἰδίᾳ τῷ Ἀσκληπιῷ κομίζουσι, προστάξας τῷ ἀποκομίζοντι—εἶναι δʼ αὐτὸν Ἀγαθίωνα—ἐπαναφέρειν μοι παρὰ τοῦ νεωκόρου ἕτερον. ὡς δʼ ἐπανήνεγκε, παραθέσθαι αὐτὸν ὡς ἔτυχον κατακείμενος ἐκ δεξιᾶς. ἐπὶ δὲ τούτοις ἔδοξα εἶναι μὲν ὅπου δὴ, ἀναστὰς δὲ ζητεῖν τὴν τροφόν· τὴν δὲ κατʼ ἀντίθυρον οἰκεῖν μου· καί τινα ἀποκρίνασθαι ὡς ἐναντιωμάτων τινῶν αὐτῇ γεγονότων, πρίν γε δὴ καὶ κατιδεῖν αὐτήν τε προσάγουσαν τὴν τροφὸν καὶ τὴν σύντροφον τὴν Καλλιτύχην ἑπομένην. φέρειν δὲ τὴν τροφὸν τὸ μὲν πρῶτον εἴκασα ὡς μῆλα, ἔπειτα ἦν ὠὰ ἑφθὰ τρία περιγεγλυμμένα, ὥσπερ μέλλοντος ἤδη ἐσθίειν. κομίζουσα δὲ ἔφη οἷα δὴ τὰ ἀπὸ ἀγροικίας. κἀγὼ ἐθαύμασά τε καὶ εἶπον ὅτι κατὰ θεὸν ἥκοι τὰ ὠά· ἐκέλευσε γὰρ, ἔφην, ὁ θεὸς τήμερον ὠῷ χρήσασθαι καὶ φυλλίοις καὶ παραθέσθαι στέφανον παρὰ τοῦ θεοῦ. ἐποίησα ταῦτα. ὁ δὲ στέφανος ἦν ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς Ἀσκληπιοῦ. ἀλουσία δὲ καὶ διὰ πολλῶν ἐδηλοῦτο. ἐνάτῃ ἐπὶ δέκα ἐδόκουν ἐν τοῖς βασιλείοις διατρίβειν, τὴν δʼ ἐπιμέλειαν καὶ τιμὴν τῶν αὐτοκρατόρων εἰς ἐμὲ θαυμαστὴν καὶ ἀνυπέρβλητον εἶναι διὰ πάντων ἑξῆς ὧν ἔπραττον. μόνῳ γὰρ ἅπαντα γίγνεσθαι ὧν οὐδὲ μικρὸν ἄλλῳ τῳ. καὶ τοῦτο μὲν δὴ ἔνδον συνδιατρίβειν τε καὶ συνοικεῖν, οὐδενὸς ἄλλου τῶν σοβαρῶν παρόντος· αὖθις δʼ αὖ περιῆγόν με ἅμα ἑαυτοῖς· ἀπιέναι δʼ αὐτοὺς ὄρυγμά τι σκεψομένους ὃ ἐτύγχανον περιβαλόμενοι τῇ πόλει, τοῦ μὴ τὸ ὕδωρ ἐμπῖπτον κακουργεῖν· οὗ δὴ καὶ τὸν χοῦν ὁρᾶν ἐκβαλλόμενον. θαυμαστὰ δὴ καὶ παρὰ τὴν πορείαν ἐνεδείκνυτό μοι. μέσος τε γὰρ ἐγιγνόμην πολλάκις ἀμφοῖν καὶ ὁπότε βουληθείην περιελθεῖν, ὥστε τὸν πρεσβύτερον μέσον καταστῆσαι, ὁ νεώτερος τοῦτʼ ἐποίει αὐτός· ἐμὲ δʼ ἐν χώρᾳ ἀεὶ διαμένειν. ἐδόκει δέ μοι καὶ παιδὸς ἡλικίαν ἔχειν, τοῦτο καὶ πολλάκις συνέβη. καὶ δὴ καὶ ὡς πρὸς ὑψηλόν τι καὶ οἷον κλίμακα ἔδει προσβαλεῖν, τὸ μὲν πρῶτον ὁ νεώτερος ἐβοήθησε, καὶ ἐπεφθεγξάμην οἷα δὴ καὶ χάριν εἰδώς· ἔπειτʼ ἄνω ἐπὶ τέλει ὁ πρεσβύτερος. καὶ ἐρομένου αὐτοῦ πῶς, τὸ ὅλον τε καὶ πᾶν αὐτὸν ἔφην βοηθῆσαι. καὶ ἐπὶ τούτοις ἤδη ἔλεγον ἀπαλλαξείων, χάριν ὑμῖν, ἔφην, ἔχω, αὐτοκράτορες, πάσης προνοίας καὶ τιμῆς ἥν με τετιμήκατε. οἱ δʼ ὑπολαβόντες, ἡμεῖς μὲν οὖν, ἔφασαν, τοῖς θεοῖς ἔχομεν χάριν πειραθέντες ἀνδρὸς τοιούτου· ἡγούμεθα γὰρ καὶ περὶ τοὺς λόγους ὅμοιον εἶναι. κἀκ τούτου ἤρχετο ὁ πρεσβύτερος λέγειν ὅτι τοῦ αὐτοῦ εἴη καὶ ἄνδρα ἀγαθὸν εἶναι καὶ περὶ λόγους ἀγαθόν. ἐπεξῄει δὲ ὁ νεώτερος ῥῆμα τινὸς, λέγων ὅτι ἀκολουθοίη τῷ τρόπῳ καὶ τὰ τῶν λόγων. κἀγὼ εἶπον ὅτι βουλοίμην ἂν ταῦτα οὕτως ἔχειν· λυσιτελεῖν γάρ μοι εἰς τοὺς λόγους, εἴπερ γε τὰ ἄλλα τοιοῦτος ὑφʼ ὑμῶν ὑπείλημμαι, καὶ ἅμα εἰ μέλλω δύʼ ἀνθʼ ἑνὸς ἕξειν τἀγαθά. τοιαῦτʼ ἄττα ἠμειψάμην αὐτούς. ἦν δὲ μυρία ἄλλα καὶ γιγνόμενα καὶ λεγόμενα, κρείττω λόγου τε καὶ ἐλπίδος. εἶτʼ ἐπὶ τούτοις ἐπικαταδαρθὼν ἐδόκουν τινὰ τῶν γνωρίμων, Διοφάνη ὄνομα, λέγειν μοι ὡς συμπαρόντα καὶ ὁρῶντα τὰς ὑπερβολὰς τῶν τιμῶν, παρεῖναι δὲ καὶ τῶν ἑταίρων τινὰ τῶν νεωτέρων καὶ θαυμάζειν ἀκούοντα, ὡς παρὰ πᾶσιν οὕτως εὐδοκιμοίην. ἐκ δὲ τούτου φαίνομαι ἐν βαλανείῳ τινι. καὶ τὸ μὲν πρῶτον εἰσῆλθέ με οἷόν τι εἴην πεποιηκὼς, πρὶν ἰδεῖν τοὺς αὐτοκράτορας, ὅτι λουοίμην, δοκεῖν γὰρ δὴ χθὲς αὐτοῖς ἐντετυχηκέναι· ἔπειτα ὡς ἀνετριβόμην τε ἤδη καὶ ἱδρώς τις προσῄει, πορευώμεθα, ἔφην, εἴσω. οὕτω δὴ ἐλουσάμην τε καὶ ἤμεσα εἰς ἑσπέραν, ἐνθύμιον ποιησάμενος τὸ τοῦ χοῦ τοῦ ἐμφορουμένου. ὅμως δὲ ἔτι διεσκοπούμην περὶ τῆς ὁδοῦ τῆς εἰς Πέργαμον διὰ τὰ πρόσθεν ὀνείρατα· ἐνταῦθα δὴ σαφῶς ἐδηλοῦτο ἐπισχεῖν. τοῦτο μὲν γὰρ περὶ ἑσπέραν ποι κεκινῆσθαι καὶ μεταγιγνώσκειν καὶ φάσκειν ὅτι ἀδύνατον εἴη Ἀδριανοῦ θήρας κατατυχεῖν, τοῦτο δὲ ἐδόκουν ἀπὸ Ἀδριανοῦ θήρας τινὰ ἐλθεῖν, βιβλίον τι κομίζοντα τῶν Μενάνδρου, καὶ λέγειν ὅτι πηλός τε εἴη ἀμήχανος καὶ τέλμα καὶ ἀνύσαι ἀδύνατον. πάλιν δὲ ὕειν τε ἔδοξα καὶ προσελθόντα μοι τινὰ λέγειν ὡς ἄρα τῶν ἀντιδίκων τις εἴη ἐν Ἀδριανοῦ θήρᾳ καὶ δέοι κατιέναι ὥστε τι πρᾶξαι. καὶ τί, φάναι, πλέον τοῦ θεοῦ μένειν προειρηκότος; τοῦτο καὶ αὖθις ἔδοξα πρός τινας λέγειν καὶ τὸ πᾶν οὕτω λαμβάνειν, ὅτι ἐπειδὴ δυσχερέστερον εἶχον πρὸς τὴν μονὴν, ἔξοδον προὔδειξεν ὁ θεὸς, βουλόμενος μεταβαλεῖν μου τὴν γνώμην, ἵνα ἥδιον μένοιμι. ἐνῆν δὲ καὶ ἀλουσίας σύμβολα. καὶ ἐπεγένετο ὑετὸς καὶ χειμὼν ἀμήχανος ἐξ ἑσπέρας. τῇ δʼ ὑστεραίᾳ ἀλουσία καὶ ἔμετος τροφῆς ἦν. καὶ ἐπειδὴ ἤμεσα, ἐγὼ μὲν οὕτως εἶχον ὥστε ἀγαπᾶν εἰ ἐξαρκέσαιμι εἰς τὴν ἐπιοῦσαν. τῇ δʼ ἐπιούσῃ ἀσιτία ἐπετάχθη, ἐπετάχθη δὲ οὕτως· ἐδόκουν εἶναι ἐν Σμύρνῃ, πᾶσαν ἀπιστίαν ἀπιστῶν τοῖς φανεροῖς καὶ ὁρωμένοις, διὰ τὸ μὴ συνειδέναι ἐμαυτῷ ὁδοιπορήσαντι. παρατίθεσθαι δέ μοι σῦκα· ἔπειτα παρόντα Κόρον τὸν μάντιν δεῖξαι ὅτι ἐνείη φάρμακον τῶν ἐφημέρων· ἐκ δὲ τούτου ὑποψίας τε μεστὸς γενέσθαι καὶ κατὰ σπουδὴν ἐμεῖν καὶ ἅμα ἐνθυμεῖσθαι, τί δὲ εἰ μὴ ἀκριβῶς ἐξεμέσαιμι; ἔπειτα φάναι τινὰ ὅτι καὶ ἐν ἄλλῳ τῳ τῶν σύκων ἐνείη τοῦ φαρμάκου· ἔτι οὖν μειζόνως ἀπορεῖν καὶ ἀσχάλλειν ὅτι οὐ θᾶττον ἤκουσα. τούτων ὀφθέντων ὑπενόησα μὲν ἀσιτίαν δηλοῦσθαι, εἰ δὲ μὴ, ἀλλʼ ᾑρούμην γε. ἐδεόμην δὲ τοῦ θεοῦ σημῆναι σαφέστερον ὁπότερα λέγοι, ἀσιτίαν ἢ ἔμετον. ἐπικατέδαρθόν τε δὴ καὶ ἔδοξα εἶναι πρὸς τῷ ἱερῷ τῷ ἐν Περγάμῳ, καὶ ἤδη τε μέσην ἡμέραν ἐξήκειν, ἀσιτίας οὔσης μοι, καὶ Θεόδοτον ἐπελθεῖν μετὰ δή τινων φίλων, εἰσελθόντα δὲ παρακαθέζεσθαί μοι ἐπὶ τῆς κλίνης οὑτωσὶ κατακειμένῳ. φάναι οὖν πρὸς αὐτὸν ὅτι ἀσιτοίην· τὸν δὲ ἐνδείξασθαι ὅτι εἰδείη, καὶ εἰπεῖν ὅτι ἐγώ τοι ἀνέμενον μετὰ πάντα ταῦτα ἃ οὗτοι ποιοῦσι, φλεβοτομίᾳ χρῆσθαι· τὸ γὰρ ἄλγημα τοῦ νεφροῦ ἐστι καὶ ἡ ἀσιτία δὲ, ἔφη, νόθος τις ἔξοδός ἐστι τοῦ πυρὸς διὰ τοῦ στήθους διεξιοῦσα. καὶ ἅμα ταῦτα αὐτοῦ λέγοντος ἐκ τοῦ πρόσθε δύο σπινθῆρες ὤφθησαν. κἀγὼ ἔβλεψα πρὸς τὸν Θεόδοτον θαυμάσας, καὶ σύμβολον ἐποιησάμην τοῦ λόγου, καὶ ἠρόμην αὐτὸν ὅ τι εἴη ταῦτα. ὁ δὲ ἔφη ἀπὸ τοῦ πυρὸς τούτου, δείξας τί μοι παρακείμενον. ἀφυπνιζόμην τε δὴ καὶ εὗρον ἐκείνην τὴν ὥραν οὖσαν, ᾗπερ ἔδοξα τὸν Θεόδοτόν μοι διαλέγεσθαι, καὶ φίλοι παρῆσαν ἐντευξόμενοι. ταῦτα δὴ ἐφάνθη τὰ ὀνείρατα, ἰατροῦ τε ἥκοντος καὶ παρεσκευασμένου βοηθεῖν ὅσα ἐπενόει. ὡς δὲ ἤκουσε τῶν ὀνειράτων, αὐτός τε ὑπεχώρει νοῦν ἔχων τῷ θεῷ καὶ ἡμεῖς ἐγνωρίζομεν τὸν ἀληθινὸν καὶ προσήκοντα ἡμῖν ἰατρὸν, καὶ ἐποιοῦμεν ἃ ἐπέταξε. νὺξ εὔφορος ἤδη παντελῶς καὶ πάντα ἀνώδυνα. ὕστερον δὲ στέαρ τε χήνειον ἔδωκεν, ἐπὶ τῷ νεωκόρου Ἀσκληπιακοῦ σχήματι, καὶ ἐπερέσθαι τὸν θεὸν, ᾧ τὴν ἀγορὰν ἐν τῷ Μυσίῳ πεδίῳ ποιοῦσιν· εἴσεσθαι γὰρ παρʼ ἐκείνου περὶ ὧν ἂν δέωμαι. καὶ ὁ θεὸς ἀνεῖλε μηδὲν ἔσεσθαι δυσχερές. τὸ μὲν οὖν τῶν ἀλουσιῶν τί τις ἂν λέγοι; ἤδη γὰρ καὶ πέντε ἐτῶν συνεχῶς ἐγένοντό μοι καὶ προσέτι μηνῶν, ὅσα γε μὴ χειμῶνος ὥρᾳ θαλάττῃ ἢ ποταμοῖς ἢ φρέασιν ἐκέλευσε χρήσασθαι. ὡς δʼ αὕτως καὶ τὸ τῆς καθάρσεως τῆς ἄνω σχεδὸν εἰς δύο ἔτη συνέβη καὶ δύο μῆνας ἑξῆς, ὁμοῦ καὶ κλύσμασι καὶ φλεβοτομίαις, ὅσας οὐδείς πω ἠρίθμησε, καὶ ταῦτα ἐν ἀκαρεῖ τροφῆς καὶ ταύτης ἀναγκαστῆς. ἀλλὰ τάς γε ἀσιτίας αὐτὰς ἁπάσας καὶ τὰς ἔτι τούτων πρότερον καὶ μετὰ τοῦτο γενομένας ἡμῖν ἐν τῷ χειμῶνι τούτῳ σχεδὸν διημερεύσαμεν περὶ λόγους, γράφοντές τε καὶ λέγοντες καὶ τὰ γεγραμμένα ἐξετάζοντες· καὶ παρετείναμεν οὐκ ἔλαττον ἢ εἰς μέσας νύκτας τὰ πλείω· ἔπειτα ἐφʼ ἑκάστῃ τῇ ἐπιούσῃ πράξαντες ἂν πάλιν τὰ εἰωθότα οὕτω τροφὴν ᾑρούμεθα ὅσην δὴ, καὶ ὅτε γε ἐπὶ τῷ ἐμέτῳ ἀσιτία ἐγκατέλαβε, τοῦτο ἦν τὸ παραμυθησάμενον, ἡ περὶ ταῦτα ἀσχολία τε καὶ διατριβή· ὥσθʼ ὅταν ἐνθυμηθῶ τοῦ ἐκ τοῦ συμποσίου Σωκράτους ἐν Λυκείῳ διημερεύοντος, μηδὲν ἐλάττω μοι προσήκειν οἴεσθαι τῆς περὶ ταῦτα καρτερίας τε καὶ δυνάμεως χάριν εἰδέναι τῷ θεῷ. τοσαῦτα μὲν τὰ παρὰ τοῦ ἤτρου. ὅμοιον δὲ τῷ περὶ τὸ ἦτρον συνέβη καὶ τὸ τοῦ φύματος πολλοῖς ἔτεσι πρότερον. ὁ μὲν γὰρ θεὸς προὔλεγεν ἐκ πολλοῦ δεῖν ὕδερον φυλάττεσθαι, καὶ ἄλλα τε ἔδωκεν ἀλεξιφάρμακα καὶ ὑποδήματα Αἰγύπτια, οἷσπερ οἱ ἱερεῖς χρῆσθαι νομίζουσι. καὶ δὴ καὶ ἔδοξεν αὐτῷ τὸ ῥεῦμα ἀπάγειν κάτω. καὶ γίγνεται φῦμα ἀπʼ ἀρχῆς οὐδεμιᾶς φανερᾶς τὸ μὲν πρῶτον οἷον ἄν τῳ καὶ ἄλλῳ γένοιτο, ἔπειτα προῆλθεν εἰς ὄγκον ἐξαίσιον, καὶ ὅ τε βουβὼν μεστὸς ἦν καὶ πάντα ἐξῴδει, καὶ ὀδύναι παρηκολούθουν δειναὶ καὶ πυρετὸς ἔστιν ἃς ἡμέρας. ἐνταῦθα οἱ μὲν ἰατροὶ πάσας φωνὰς ἠφίεσαν, οἱ μὲν τέμνειν, οἱ δὲ ἐπικάειν φαρμάκοις, ἢ πάντως δεῖν ὑπόπυον γενόμενον διαφθαρῆναι. ὁ δὲ θεὸς τὴν ἐναντίαν ἐτίθετο, ἀντέχειν καὶ τρέφειν τὸν ὄγκον· καὶ δηλαδὴ οὐχ αἵρεσις ἦν ἢ τῶν ἰατρῶν ἀκούειν, ἢ τοῦ θεοῦ. ὁ δὲ ὄγκος ἔτι ἐπὶ μᾶλλον ᾔρετο καὶ ἦν ἀπορία πολλή. τῶν δὲ φίλων οἱ μὲν ἐθαύμαζον τὴν καρτερίαν, οἱ δὲ ἐνεκάλουν ὡς λίαν ἅπαντα ἐπὶ τοῖς ὀνείρασι ποιουμένῳ, τινὲς δὲ καὶ ὡς ἄτολμον ἐπῃτιῶντο, ἐπειδὴ οὐ παρεῖχον τέμνειν οὐδʼ αὖ φαρμάκων ἠνειχόμην. ὁ δʼ αὖ θεὸς διὰ τέλους ἀντεῖχε, κελεύων φέρειν τὸ παρόν· πάντως γὰρ αὐτὸ ὑπὲρ σωτηρίας εἶναι, εἶναι γὰρ τοῦ ῥύματος τούτου τὰς πηγὰς ἄνω, τοὺς δὲ κηπουροὺς τούτους οὐκ εἰδέναι τοὺς ὀχετοὺς ᾗ χρὴ τρέπειν. συνέβαινε δὴ θαυμαστά. ἐγένοντο γὰρ μῆνες τέτταρες μάλιστα τῆς διατριβῆς ταύτης. ἐν δὲ τούτοις κεφαλὴ μὲν οὕτω κούφη καὶ τὰ ἄνω τῆς κοιλίας, ὡς ἂν μάλιστά τις εὔξαιτο· ἔτι δὲ οἷον πανήγυρις ἦν κατὰ τὴν οἰκίαν. οἱ γὰρ φίλοι τὰ πρῶτα τῶν τότε Ἑλλήνων ὄντες ἀπήντων ἀεὶ καὶ συνῆσάν μοι κατὰ τοὺς λόγους αὐτόθεν ἐκ κλίνης τοὺς ἀγῶνας ποιουμένῳ.