λόγον, ἢ πλέον τῷ παρʼ ἡμῖν βασιλεῖ νέμειν, ἔπειτα οὕτως ἐφέπεσθαι τὰ πρὸς τὸν ἕτερον. εἶπον δὲ οὕτω πως. ὥστʼ, ἔφην, εἰ μὴ γεγυμνασμένος ἦν ἐν θείαις ὄψεσιν, οὐκ ἄν μοι δοκῶ ῥᾳδίως οὐδὲ πρὸς αὐτὴν τὴν πρόσοψιν ἀντισχεῖν, οὕτω μοι δοκεῖ θαυμαστή τις εἶναι καὶ κρείττων ἢ κατʼ ἄνθρωπον. ἔλεγον δὲ θείας ὄψεις, μάλιστα δὴ ἐνδεικνύμενος τὸν Ἀσκληπιὸν καὶ τὸν Σάραπιν. ταυτὶ μὲν τοιαῦτα. τῶν δὲ βιβλίων τέως μὲν ἐκλέγειν ἠξίουν, ἔπειτα ἔδοξέ μοι τὸ κιβώτιον κομίζειν, καὶ ἐπʼ αὐτοῖς ποιήσασθαι ἀνελέσθαι ὅ τι ἂν βούλωνται· τοῦτο γὰρ καὶ ἄλλως χάριν τινὰ ἔχειν καὶ ἅμα οὕτω μάλιστα αὐτοὺς ἐκπλῆξαι. ταῦτα καὶ ὕστερον ὡς ὀνείρατα φανθέντα πρὸς Πέλοπα κατὰ ῥῆμα ἐδόκουν διηγεῖσθαι. ὕστερον δὲ ἔδοξα λελουμένῳ μοι προσφέρεσθαι, τοτὲ μὲν ὡς ὕδωρ ψυχρὸν, τοτὲ δὲ ὡς γάλα· ἀμφιγνοεῖν οὖν καὶ λέγειν δὴ πρὸς Ζώσιμον ὅτι οὔτε διψῴην οὔτε πεινῴην. τί οὖν ἄν τις ἐσθίοι; καὶ μετὰ τοῦτο ἐκυροῦτο ἡ ἀσιτία καὶ ὁ ἱερεὺς ἐδόκει μου τὰ χείλη ἐκμυζεῖν. αὕτη μὲν ἀσιτίας, ἡ δὲ ἐπιοῦσα ἀλουσίας, ἡ δὲ ἀπʼ ἐκείνης ἀλουσίας, καὶ ἐμέτου. πέμπτῃ ἐπὶ δέκα ἐδόκουν τὸν ἡγεμόνα ἐπιστέλλοντά μοι τὴν πρόρρησιν οὕτω ποιήσασθαι· Ἀριστείδῃ τῷ ἱερεῖ χαίρειν· καὶ ἦν ἀλουσίας καὶ αὕτη. τῇ δὲ ἐπιούσῃ κάδους τινὰς ἔδει καταχέασθαι· ἔπειτα ἀλουσία. ὀγδόῃ ἐπὶ δέκα ἐδόκει μοι Μητρόδωρος ὁ ποιητὴς ἀγωνίζεσθαι ἐν Σμύρνῃ τὸν τῶν ποιητῶν ἀγῶνα, ὅσπερ καὶ ἦν σχεδὸν κατʼ αὐτὴν τὴν ἡμέραν· πρὶν δʼ εἰσιέναι, λαλεῖν μοι περί τινων καὶ ἅμα ἐσθίειν φύλλα πράσων καὶ ὠὸν μετʼ ἄρτου, καὶ μέρος τι τοῦ ὠοῦ ἐγκαταλιπεῖν. κἀγὼ μέντοι πρὸς αὐτὸν εἰπεῖν ἐπισχὼν ὀλίγα, ὅπως καὶ ἀγωνίσῃ. ἐγένετο δὲ ὁ λόγος καὶ περὶ τοῦ ἱεροῦ τοῦ ἐν Περγάμῳ καὶ τοῦ φρέατος, οἷον μέν τι εἴη αὐτὸν προσελθόντα πιεῖν, οἷον δὲ ἕτερον πίνοντα ἰδεῖν, οἷον δὲ αὐτὸ ἰδεῖν. ταῦτά τε οὕτως ἐδόκουν διαλέγεσθαι καὶ τυγχάνειν ἀκηκοὼς ὡς εἰ γενοίμην ἐν χερσὶ τοῦ θεοῦ, ἐλπίδες εἶεν. καί πως ἅμα τούτοις ἑστάναι μὲν ὡς οἴκοι ἐν τῷ προθύρῳ, ναρκῶντος δέ μοι τοῦ ποδὸς παρελθεῖν εἰς τὸν οἶκον τὸν μέγαν. καί τινα ἐπελθεῖν τῶν ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς τοῦ Ὀλυμπίου, διεξιέναι δὲ πρὸς αὐτὸν, ὡς ὀνειράτων μοι γεγονότων παρὰ τοῦ θεοῦ, καὶ κελεύειν ὑπηρετῆσαι. ὁ δὲ καὶ αὐτὸς ἔφη γεγενῆσθαι ὄναρ αὑτῷ, λαβόντα σκέλος χοίρειον ἐγκοιμίσαι ἐν Ἀσκληπιοῦ, σκευάσαντα ὥσπερ ἐγὼ εἴωθα χρῆσθαι. μετὰ δὲ τοῦτο ὡς ἐν Περγάμῳ ἐδόκουν στέφανον πέμπειν τῷ θεῷ τῶν μακρῶν, οἵ εἰσιν οὓς ἰδίᾳ τῷ Ἀσκληπιῷ κομίζουσι, προστάξας τῷ ἀποκομίζοντι—εἶναι δʼ αὐτὸν Ἀγαθίωνα—ἐπαναφέρειν μοι παρὰ τοῦ νεωκόρου ἕτερον. ὡς δʼ ἐπανήνεγκε, παραθέσθαι αὐτὸν ὡς ἔτυχον κατακείμενος ἐκ δεξιᾶς. ἐπὶ δὲ τούτοις ἔδοξα εἶναι μὲν ὅπου δὴ, ἀναστὰς δὲ ζητεῖν τὴν τροφόν· τὴν δὲ κατʼ ἀντίθυρον οἰκεῖν μου· καί τινα ἀποκρίνασθαι ὡς ἐναντιωμάτων τινῶν αὐτῇ γεγονότων, πρίν γε δὴ καὶ κατιδεῖν αὐτήν τε προσάγουσαν τὴν τροφὸν καὶ τὴν σύντροφον τὴν Καλλιτύχην ἑπομένην. φέρειν δὲ τὴν τροφὸν τὸ μὲν πρῶτον εἴκασα ὡς μῆλα, ἔπειτα ἦν ὠὰ ἑφθὰ τρία περιγεγλυμμένα, ὥσπερ μέλλοντος ἤδη ἐσθίειν. κομίζουσα δὲ ἔφη οἷα δὴ τὰ ἀπὸ ἀγροικίας. κἀγὼ ἐθαύμασά τε καὶ εἶπον ὅτι κατὰ θεὸν ἥκοι τὰ ὠά· ἐκέλευσε γὰρ, ἔφην, ὁ θεὸς τήμερον ὠῷ χρήσασθαι καὶ φυλλίοις καὶ παραθέσθαι στέφανον παρὰ τοῦ θεοῦ. ἐποίησα ταῦτα. ὁ δὲ στέφανος ἦν ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς Ἀσκληπιοῦ. ἀλουσία δὲ καὶ διὰ πολλῶν ἐδηλοῦτο. ἐνάτῃ ἐπὶ δέκα ἐδόκουν ἐν τοῖς βασιλείοις διατρίβειν, τὴν δʼ ἐπιμέλειαν καὶ τιμὴν τῶν αὐτοκρατόρων εἰς ἐμὲ θαυμαστὴν καὶ ἀνυπέρβλητον εἶναι διὰ πάντων ἑξῆς ὧν ἔπραττον. μόνῳ γὰρ ἅπαντα γίγνεσθαι ὧν οὐδὲ μικρὸν ἄλλῳ τῳ. καὶ τοῦτο μὲν δὴ ἔνδον συνδιατρίβειν τε καὶ συνοικεῖν, οὐδενὸς ἄλλου τῶν σοβαρῶν παρόντος· αὖθις δʼ αὖ περιῆγόν με ἅμα ἑαυτοῖς· ἀπιέναι δʼ αὐτοὺς ὄρυγμά τι σκεψομένους ὃ ἐτύγχανον περιβαλόμενοι τῇ πόλει, τοῦ μὴ τὸ ὕδωρ ἐμπῖπτον κακουργεῖν· οὗ δὴ καὶ τὸν χοῦν ὁρᾶν ἐκβαλλόμενον. θαυμαστὰ δὴ καὶ παρὰ τὴν πορείαν ἐνεδείκνυτό μοι. μέσος τε γὰρ ἐγιγνόμην πολλάκις ἀμφοῖν καὶ ὁπότε βουληθείην περιελθεῖν, ὥστε τὸν πρεσβύτερον μέσον καταστῆσαι, ὁ νεώτερος τοῦτʼ ἐποίει αὐτός· ἐμὲ δʼ ἐν χώρᾳ ἀεὶ διαμένειν. ἐδόκει δέ μοι καὶ παιδὸς ἡλικίαν ἔχειν, τοῦτο καὶ πολλάκις συνέβη. καὶ δὴ καὶ ὡς πρὸς ὑψηλόν τι καὶ οἷον κλίμακα ἔδει προσβαλεῖν, τὸ μὲν πρῶτον ὁ νεώτερος ἐβοήθησε, καὶ ἐπεφθεγξάμην οἷα δὴ καὶ χάριν εἰδώς· ἔπειτʼ ἄνω ἐπὶ τέλει ὁ πρεσβύτερος. καὶ ἐρομένου αὐτοῦ πῶς, τὸ ὅλον τε καὶ πᾶν αὐτὸν ἔφην βοηθῆσαι. καὶ ἐπὶ τούτοις ἤδη ἔλεγον ἀπαλλαξείων, χάριν ὑμῖν, ἔφην, ἔχω, αὐτοκράτορες, πάσης προνοίας καὶ τιμῆς ἥν με τετιμήκατε. οἱ δʼ ὑπολαβόντες, ἡμεῖς μὲν οὖν, ἔφασαν, τοῖς θεοῖς ἔχομεν χάριν πειραθέντες ἀνδρὸς τοιούτου· ἡγούμεθα γὰρ καὶ περὶ τοὺς λόγους ὅμοιον εἶναι. κἀκ τούτου ἤρχετο ὁ πρεσβύτερος λέγειν ὅτι τοῦ αὐτοῦ εἴη καὶ ἄνδρα ἀγαθὸν εἶναι καὶ περὶ λόγους ἀγαθόν. ἐπεξῄει δὲ ὁ νεώτερος ῥῆμα τινὸς, λέγων ὅτι ἀκολουθοίη τῷ τρόπῳ καὶ τὰ τῶν λόγων. κἀγὼ εἶπον ὅτι βουλοίμην ἂν ταῦτα οὕτως ἔχειν· λυσιτελεῖν γάρ μοι εἰς τοὺς λόγους, εἴπερ γε τὰ ἄλλα τοιοῦτος ὑφʼ ὑμῶν ὑπείλημμαι, καὶ ἅμα εἰ μέλλω δύʼ ἀνθʼ ἑνὸς ἕξειν τἀγαθά. τοιαῦτʼ ἄττα ἠμειψάμην αὐτούς. ἦν δὲ μυρία ἄλλα καὶ γιγνόμενα καὶ λεγόμενα, κρείττω λόγου τε καὶ ἐλπίδος. εἶτʼ ἐπὶ τούτοις ἐπικαταδαρθὼν ἐδόκουν τινὰ τῶν γνωρίμων, Διοφάνη ὄνομα, λέγειν μοι ὡς συμπαρόντα καὶ ὁρῶντα τὰς ὑπερβολὰς τῶν τιμῶν, παρεῖναι δὲ καὶ τῶν ἑταίρων τινὰ τῶν νεωτέρων καὶ θαυμάζειν ἀκούοντα, ὡς παρὰ πᾶσιν οὕτως εὐδοκιμοίην. ἐκ δὲ τούτου φαίνομαι ἐν βαλανείῳ τινι. καὶ τὸ μὲν πρῶτον εἰσῆλθέ με οἷόν τι εἴην πεποιηκὼς, πρὶν ἰδεῖν τοὺς αὐτοκράτορας, ὅτι λουοίμην, δοκεῖν γὰρ δὴ χθὲς αὐτοῖς ἐντετυχηκέναι· ἔπειτα ὡς ἀνετριβόμην τε ἤδη καὶ ἱδρώς τις προσῄει, πορευώμεθα, ἔφην, εἴσω. οὕτω δὴ ἐλουσάμην τε καὶ ἤμεσα εἰς ἑσπέραν, ἐνθύμιον ποιησάμενος τὸ τοῦ χοῦ τοῦ ἐμφορουμένου. ὅμως δὲ ἔτι διεσκοπούμην περὶ τῆς ὁδοῦ τῆς εἰς