καὶ πάντες ἐλαμπαδηφόρουν οἱ ἐν τῇ ἀγορᾷ, καὶ τὸ Εὐριπίδειον τοῦτο ἔλεγον Ἥλιε θοαῖς ἵπποισιν εἱλίσσων φλόγα· καὶ γὰρ ἅμα ἡλίου ἀνατολῇ ἐδόκουν εἰσελθεῖν. ταῦτα καὶ ὕστερον πρὸς Κοδρᾶτον τὸν ἡγεμόνα ἐδόκουν ὡς ὄναρ διηγεῖσθαι, καὶ τὸν εἰπεῖν, ποίησον οὕτω· καὶ ἡ λαμπὰς ἤρθη. ἕκτῃ ἐδόκουν ἅμα Ἀλεξάνδρῳ τῷ διδασκάλῳ προσιέναι τῷ αὐτοκράτορι, καθέζεσθαι δʼ αὐτὸν ἐπί τινος βήματος. προσειπόντος δὲ αὐτὸν τοῦ Ἀλεξάνδρου προτέρου καὶ προσρηθέντος ὑπʼ αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν, ἅτε καὶ ἐκ πολλοῦ γνωρίμου καὶ συνήθους ὄντος, μετὰ τοῦτο προσῄειν ἐγώ. προσειπόντος δὲ κἀμοῦ καὶ στάντος ἐθαύμασεν ὁ αὐτοκράτωρ, ὡς οὐ καὶ αὐτὸς προσελθὼν φιλήσαιμι. κἀγὼ εἶπον ὅτι ὁ θεραπευτὴς εἴην ὁ τοῦ Ἀσκληπιοῦ· τοσοῦτον γάρ μοι ἤρκεσεν εἰπεῖν περὶ ἐμαυτοῦ. πρὸς οὖν τοῖς ἄλλοις, ἔφην, καὶ τοῦτο ὁ θεός μοι παρήγγειλε μὴ φιλεῖν οὑτωσί· καὶ ὃς, ἀρκεῖ, ἔφη. κἀγὼ ἐσίγησα. καὶ ὃς ἔφη, καὶ μὴν θεραπεύειν γε παντὸς κρείττων ὁ Ἀσκληπιός. πέμπτῃ ἐφαίνετο μὲν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ ἐν τῷ ὄρει τῷ Μιλύᾳ· ἐδόκει δὲ οἰκήματα ἄττα προσγεγενῆσθαι, καὶ ὄνομα εἶναι τῷ χωρίῳ Ἐλεφαντίνη ἀπὸ Ἐλεφαντίνης τῆς ἐν Αἰγύπτῳ. ἔχαιρον δὴ καὶ κατʼ αὐτὰ τὰ οἰκήματα καὶ κατὰ τὴν οἰκειότητα τοῦ τόπου τῷ τόπῳ· καὶ δὴ καὶ ἱερέα εἶναι τοῦ θεοῦ τὸν τῆς Ἴσιδος τῆς ἐν Σμύρνῃ ἱερέα, παρʼ ᾧπερ καὶ κατάγεσθαι καὶ ἐνθυμεῖσθαι πρὸς ἐμαυτὸν ὅτι πολλά μοι πρὸς αὐτὸν οἰκεῖα ὑπάρχοι ἐκ πολλοῦ· καί τι καὶ τυγχάνειν παρʼ αὐτοῦ πρόσθεν ἐωνημένος, ἔπειτα ὑπόλοιπόν τι ἔχων ἐθέλειν ἀλλάξασθαι. κἀκ τούτου δὴ ἐδόκουν εἰπεῖν τινὰ κοιφὶ μετὰ οἴνου· λαβεῖν τε δὴ εὐθὺς αὐτὸ ὡς ἴαμα καὶ σκοπεῖν εἴτε τῷ προσώπῳ δέοι προσθέσθαι εἴτε καὶ τοῖς ἐντός. καί τινος εἰπόντος ὅτι ἐπικάοι ὅπου ἐπιτεθείη, ἐνθυμηθῆναι ὡς ἐπιτηδείως ἔχοι παντὸς μᾶλλον ψύξεως εἶναι φάρμακον. καί πως ἐκ τούτων εἰπεῖν πρὸς τὸν ἱερέα ὅτι δῆλον ἦν ἐξ ὧν ἀνεγίγνωσκον ὅτι οὐχὶ δεήσοι φαγεῖν. καὶ δῆτα εὐθὺς εἶχον ἐν νῷ ὡς διατελέσων ἄσιτος τὴν ἡμέραν· ἠσίτησα δή. ἡ δὲ ἐπιοῦσα ἀλουσίας πάλιν ἦν. τρίτῃ φθίνοντος ἐδόκουν ἐφθαρμένης μοι τῆς τροφῆς συμβουλεύεσθαι περὶ λουτροῦ Ζωσίμῳ τῷ τροφεῖ καὶ ἐρωτᾶν εἰ δέοι πλείω λούσασθαι. τὸν δὲ οὐ συμφῆσαι. μετὰ δὲ τοῦτο λελοῦσθαί γε καὶ τῆς γαστρὸς φαύλως ἔχειν, καὶ φάναι πρὸς τὸν Ζώσιμον, ἔδει γὰρ ἠσιτηκέναι; καὶ τὸν εἰπεῖν, ἔδει· ἠσίτησα αὖθις. καὶ τῆς ἐπιούσης ἤμουν πάλιν εἰς ἑσπέραν. ἦν δὲ τὸ ὄναρ ὡς ὀστοῦ γε ἐγκειμένου καὶ δέον ἐκβαλεῖν, ἔννοια δὲ καὶ αἵματος ἀφαιρέσεως ἀπὸ τῶν σφυρῶν· καὶ ἐποίησα οὕτω καὶ προῆλθον οὐ πολύ. Ληναιῶνος νουμηνίᾳ ἐδόκουν ἐν τῷ Ἀδριανείῳ κεχρῖσθαι μὲν, λελοῦσθαι δʼ οὔ· ὡς δʼ ἐπανελθεῖν, φάναι πρός τινα τῶν φίλων ὅτι οὐ λουσαίμην, ἀλλὰ χρισαίμην· τὸν δὲ, καὶ γὰρ ἐγὼ, φάναι, κέχρισμαι μόνον. ἀλουσία ἡμερῶν ἕξ. δευτέρᾳ ἐδόκουν ἐν τῷ ἱερῷ εἶναι τοῦ Ἀσκληπιοῦ ὄρθριον εὐθὺς ἐξ ὁδοῦ ποθὲν ἥκων, καὶ χαίρειν ὡς ταχέως ἀνεῴγνυτο. ἐδόκουν δὲ καὶ τοὺς παῖδας ᾁδειν τὸ ἀρχαῖον ᾆσμα, οὗ ἡ ἀρχή ἐστι Δία τὸν πάντων ὕπατον κλῄζω· καὶ εἶναι ἐν ἐκείνῳ τῷ μέρει τοῦ ᾁσματος πολὺ γὰρ πολύ μοι τὸ μέσον βιότου μέλπειν τε θεοὺς ἔν τʼ εὐφροσύναις ἦτορ ἰαίνειν τοιῷδʼ ὑπὸ παιδονόμῳ. ὥστʼ ἐθαύμαζον ὡς αὐτόματον τὸ ᾆσμα εἰς μέσον ἧκε. πάλιν δὲ ὡς γενεθλίων προσιόντων προπέμπειν εἰς τὸ ἱερὸν τοὺς οἰκέτας ἀποκομίζοντας δή τινα καὶ ἅμα γράμματα ἐγγράφειν ἐπʼ αὐτῶν ὧν ἀπεκόμιζον· καὶ φιλοτεχνεῖν ὑπὲρ συμβούλου ἀγαθοῦ ὅπως χορηγήσειεν ὅσων ἔδει τῷ λόγῳ. τρίτῃ λύχνων εἰσφορά τις ἐφαίνετο εἰς τὸ ἱερὸν ὑπὸ τοῦ θυρωροῦ κατʼ εὐχὴν ὑπὲρ ἐμοῦ καὶ ἐμεῖν ἔδει, ἤμεσα. πέμπτῃ θεοῖς ἐδόκουν εὔχεσθαι, τὰ μὲν οἷς εἴωθα κοινῇ, πάλιν δὲ ἰδίᾳ Διὶ καὶ Ἄρει καὶ θεοῖς οἳ Συρίαν ἔχουσι· καὶ παραπλήσια τἀκεῖ τοῖς οἴκοι κατὰ τὴν οἴκησιν ἐφαίνετο. καὶ μετὰ τοῦτο ἐγίγνετο ἡ πρόσοδος ἡ πρὸς τὸν αὐτοκράτορα, ἐπεπόμφειν δὲ ὡς τὸν ἐν τῇ Συρίᾳ τότε αὐτοκράτορα, καὶ συνέβη καλῶς. ἑβδόμῃ ἔν τινι ἀποδυτηρίῳ βαλανείου Χαρίδημον ἰδεῖν τὸν ῥήτορα τὸν ἐκ Φοινίκης φαιδρόν τε καὶ ἄρτι λελουμένον, καὶ φάναι δὴ πρὸς αὐτὸν ἅμα τῇ προσρήσει οὑτωσὶ, ὅτι πρῳαίτερον λούσαιτο· καὶ αὐτὸς ἅμα ἀποδύεσθαι, ἐλουσάμην. καὶ πάλιν τῇ δεκάτῃ τοῦ μηνὸς ἐδόκει μοι Ἀντωνῖνος ὁ Πυθοδώρου διαλέγεσθαι περὶ Νυμφῶν ἐπαίνων· εἰπεῖν οὖν καὶ αὐτὸς ὅτι οὐκ εἶεν θεαὶ χαριέστεραι, πάντως δὲ εἶναι καὶ τῷ ἐπιεικεῖ ἀπολαύειν αὐτῶν, εἰ καὶ μὴ πολλὰ λουμένῳ, τά γε μέτρια. ταῦτά τε δὴ καὶ ὑγιείας ἐδόκουν τι λέγειν ἐγκώμιον. δωδεκάτῃ ἐδόκουν Ἀντωνῖνον τὸν αὐτοκράτορα τὸν πρεσβύτερον καὶ τὸν τῶν πολεμίων βασιλέα σπονδὰς καὶ φιλίαν πεποιῆσθαι πρὸς ἀλλήλους· προσιόντων δὲ τῶν περὶ τὸν Βολόγεσον φωνὴν εἶναι οὐκ ὀλίγην, καὶ δοκεῖν αὐτοὺς ἑλληνίζειν. ἔπειτα ἀφικέσθαι παρʼ ἐμὲ ἀμφοτέρους μετὰ τοῦ σχήματος τοῦ βασιλικοῦ, καὶ εἶναι τόν τε Ἀντωνῖνον ἐπιεικῶς ἐν ἀκμῇ κἀκεῖνον βλοσυρόν τι ἰδεῖν· καθέζεσθαι δέ μου αὐτὸν οὐκ ἀπὸ πολλοῦ, ἑτέρωθεν δὲ ἐν θρόνῳ τὸν Ἀντωνῖνον. ἐδόκει δέ μοι καὶ ἰατρικῶν τινῶν ἐμπείρως ἔχειν ὁ Μῆδος, δεξιούμενος δέ με εἰπεῖν, πότε ἡμῖν ἀναγιγνώσκεις; κἀγὼ ἡσθῆναί τε τῷ ῥήματι καὶ φάναι, ὅταν ὑμεῖς κελεύητε. καὶ οἱ μὲν παρεσκευάζοντο πρὸς τὴν ἀκρόασιν, ἐγὼ δὲ ἀπῄειν ἐκλέξων τῶν βιβλίων. καί μοι ἔδοξε πρόλογόν τινα ὡς ἐν βραχεῖ συνθεῖναι εἰς αὐτοὺς, καὶ εἶχεν οὕτω πως— ἐδόκουν δὲ καὶ πάνυ τοῦ συντεθέντος ἅπαντος μνημονεύειν—ἃ δʼ οὖν διεσωσάμην· ἤδη μέν τις καὶ ἄλλος χρηστοῦ τινος αὐτῷ συμβάντος καὶ βουλόμενος ἐνδείξασθαι τὴν ἡδονὴν εἶπεν ὡς ἄρα εἴη πλεῖν ἢ διπλάσιος γεγονὼς, ἄλλος δέ τις ὡς ἐν μακάρων νήσοις εἶναι δοκοίη, ἐγὼ δὲ καὶ αὐτὸς οὕτως ὑπὸ τῆς παρούσης ἡμέρας τε καὶ τύχης διάκειμαι· καὶ ἅμα ἐσκοπούμην εἰ κοινοῦν χρὴ τὸν