<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg023.perseus-grc2" n="278"><p>θάλατταν ἠρόμην εἰ καὶ ἐνταῦθα ἄμεινον λοῦσθαι, ἢ ἐν μικρῷ. ἐν μικρῷ, ἔφη. μετὰ δὲ τοῦτο λίμνην τινὰ ἔδειξα καὶ ἠρόμην εἰ καὶ ἐν λίμνῃ τοσαύτῃ κρεῖττον, ἢ ἐν μικρῷ. συνεχώρει κἀνταῦθα ὅτι αἱρετώτερον τὸ ἐν μικρῷ. οὐκ ἄρα, ἔφην, πανταχοῦ τό γε μεῖζον αἱρετώτερον, ἀλλʼ ἔστι τις καὶ μικροῦ χάρις. καὶ ἅμα ἐνενόησα πρὸς ἐμαυτὸν ὡς καὶ ἐπιδεικνυμένῳ ποῦ καλὸν εἰπεῖν ὅτι τῶν μὲν ἄλλων ἀνθρώπων αἱ ἡδοναὶ κινδυνεύουσιν ὑῶν τινῶν εἶναι ἡδοναὶ, ἡ δὲ ἐμὴ καθαρῶς ἄρα ἀνθρώπου εἴη, ὅστις σύνειμί τε καὶ χαίρω λόγοις. ἐδόκει δʼ οὖν ταῦτα λέγειν ὁ νεανίσκος περὶ τοῦ βαλανείου τοῦ πρὸς ταῖς πύλαις ταῖς εἰς Ἔφεσον φερούσαις. καὶ τέλος ἔδοξέ μοι χρῆναι ἀποπειραθῆναι—πότε γὰρ δὴ καὶ ἄλλοτε θαρρῆσαι, εἰ μὴ νῦν; —οὕτω δὴ συνθέσθαι εἰς ὥραν ἕκτην ὡς τηνικαῦτα ἀσφαλέστατον ὂν κινεῖσθαι· ἐπεὶ δὲ ἀφίκετο ἡ ὥρα, αἰτιᾶσθαι Βάσσον ὡς διατρίβοντα. ὁρᾷς, ἔφην, ὡς καὶ δὴ παρέρχεται ἡ σκιά; δεικνὺς τὴν τῶν κιόνων. ἐπορευόμεθά τε, καὶ ὡς ἠνύσαμεν, ἐπιστὰς τῇ δεξαμενῇ τοῦ ψυχροῦ τοῦ ἔξω ἐπειρώμην τοῦ ὕδατος, καί μοι ἔδοξε παρʼ ἐλπίδας οὐ μάλα ψυχρὸν εἶναι, κυανοῦν δὲ καὶ ἡδὺ ἰδεῖν. κἀγὼ, καλὸν, ἔφην, οἷα δὴ γνωρίζων τὸ τοῦ ὕδατος ἀγαθόν. ὡς δὲ παρῆλθον εἴσω, πάλιν εὗρον ἕτερον ἐν θερμοτέρῳ οἴκῳ ἀνειμένον μᾶλλον. καὶ ἅμα ἐγιγνόμην τε ἐν τῷ θερμῷ καὶ ἀπεδυόμην, ἐλουσάμην καὶ μάλα ἡδέως. ὀγδόῃ ἔμετος εἰς ἑσπέραν κατὰ ὄναρ καὶ οὗτος. ἑβδόμῃ ἐδόκουν ἐν ὕδασιν εἶναί που θερμοῖς. τυχεῖν οὖν <pb xml:id="v.1.p.451"/> τινας πλησίον ἀνθρώπους ἐγχειρίδια ἔχοντας καὶ ἄλλως οὐκ ἀνυπόπτους. καὶ δῆτα προσελθεῖν μοί τινας αὐτῶν, ὥς τινος προστασίας χρῄζοντας, ἐγκαλεῖσθαι γὰρ ὑπό τινων. ὡς δʼ ἅπαξ περιεσχέθην, ἐν παντὶ εἶναι, οὔτε πιστεύων ἐνδείξασθαί τε οὐκ ἐθέλων ὅτι ἀπιστοίην. ἰέναι τε δή τινα ὁδὸν καὶ ἐκδέχεσθαι ψαλίδα πάνυ μακρὰν, ἐν ᾗ καὶ σφόδρα δεῖσαι μὴ ἐπιθεῖντό μοι. ὡς δὲ διεξελθεῖν ἀσμένως, φανῆναί τε ἐν τῇ πόλει τῶν Σμυρναίων ἐν τῇ ἀγορᾷ καὶ σκοπεῖν ὅπως ὡς τάχιστα πολλοί τε ἀθροισθεῖεν καὶ ἐνδειξαίμην τὸ ὄν. κἀκ τούτου αὐτός τε λαμπάδα λαμβάνω </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg023.perseus-grc2" n="279"><p>καὶ πάντες ἐλαμπαδηφόρουν οἱ ἐν τῇ ἀγορᾷ, καὶ τὸ Εὐριπίδειον τοῦτο ἔλεγον <quote rend="blockquote">Ἥλιε θοαῖς ἵπποισιν εἱλίσσων φλόγα·</quote> καὶ γὰρ ἅμα ἡλίου ἀνατολῇ ἐδόκουν εἰσελθεῖν. ταῦτα καὶ ὕστερον πρὸς Κοδρᾶτον τὸν ἡγεμόνα ἐδόκουν ὡς ὄναρ διηγεῖσθαι, καὶ τὸν εἰπεῖν, ποίησον οὕτω· καὶ ἡ λαμπὰς ἤρθη.</p><p rend="align(indent)">ἕκτῃ ἐδόκουν ἅμα Ἀλεξάνδρῳ τῷ διδασκάλῳ προσιέναι τῷ αὐτοκράτορι, καθέζεσθαι δʼ αὐτὸν ἐπί τινος βήματος. προσειπόντος δὲ αὐτὸν τοῦ Ἀλεξάνδρου προτέρου καὶ προσρηθέντος ὑπʼ αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν, ἅτε καὶ ἐκ πολλοῦ γνωρίμου καὶ συνήθους ὄντος, μετὰ τοῦτο προσῄειν ἐγώ. προσειπόντος δὲ κἀμοῦ καὶ στάντος ἐθαύμασεν ὁ αὐτοκράτωρ, ὡς οὐ καὶ αὐτὸς προσελθὼν φιλήσαιμι. κἀγὼ εἶπον ὅτι ὁ θεραπευτὴς εἴην ὁ τοῦ Ἀσκληπιοῦ· τοσοῦτον γάρ μοι ἤρκεσεν εἰπεῖν περὶ ἐμαυτοῦ. πρὸς οὖν τοῖς ἄλλοις, ἔφην, καὶ τοῦτο ὁ θεός μοι παρήγγειλε μὴ φιλεῖν οὑτωσί· καὶ ὃς, ἀρκεῖ, ἔφη. κἀγὼ ἐσίγησα. καὶ ὃς ἔφη, καὶ μὴν θεραπεύειν γε παντὸς κρείττων ὁ Ἀσκληπιός. πέμπτῃ ἐφαίνετο μὲν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ ἐν τῷ ὄρει τῷ Μιλύᾳ· ἐδόκει δὲ οἰκήματα ἄττα προσγεγενῆσθαι, καὶ ὄνομα εἶναι τῷ χωρίῳ Ἐλεφαντίνη ἀπὸ <pb xml:id="v.1.p.452"/> Ἐλεφαντίνης τῆς ἐν Αἰγύπτῳ. ἔχαιρον δὴ καὶ κατʼ αὐτὰ τὰ οἰκήματα καὶ κατὰ τὴν οἰκειότητα τοῦ τόπου τῷ τόπῳ· καὶ δὴ καὶ ἱερέα εἶναι τοῦ θεοῦ τὸν τῆς Ἴσιδος τῆς ἐν Σμύρνῃ ἱερέα, παρʼ ᾧπερ καὶ κατάγεσθαι καὶ ἐνθυμεῖσθαι πρὸς ἐμαυτὸν ὅτι πολλά μοι πρὸς αὐτὸν οἰκεῖα ὑπάρχοι ἐκ πολλοῦ· καί τι καὶ τυγχάνειν παρʼ αὐτοῦ πρόσθεν ἐωνημένος, ἔπειτα ὑπόλοιπόν τι ἔχων ἐθέλειν ἀλλάξασθαι. κἀκ τούτου δὴ ἐδόκουν εἰπεῖν τινὰ <sic>κοιφὶ</sic> μετὰ οἴνου· λαβεῖν τε δὴ εὐθὺς αὐτὸ ὡς ἴαμα καὶ σκοπεῖν εἴτε τῷ προσώπῳ δέοι προσθέσθαι εἴτε καὶ τοῖς ἐντός. καί τινος εἰπόντος ὅτι ἐπικάοι ὅπου ἐπιτεθείη, ἐνθυμηθῆναι ὡς ἐπιτηδείως ἔχοι παντὸς μᾶλλον ψύξεως εἶναι φάρμακον. καί πως ἐκ τούτων εἰπεῖν πρὸς τὸν ἱερέα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg023.perseus-grc2" n="280"><p>ὅτι δῆλον ἦν ἐξ ὧν ἀνεγίγνωσκον ὅτι οὐχὶ δεήσοι φαγεῖν. καὶ δῆτα εὐθὺς εἶχον ἐν νῷ ὡς διατελέσων ἄσιτος τὴν ἡμέραν· ἠσίτησα δή. ἡ δὲ ἐπιοῦσα ἀλουσίας πάλιν ἦν. τρίτῃ φθίνοντος ἐδόκουν ἐφθαρμένης μοι τῆς τροφῆς συμβουλεύεσθαι περὶ λουτροῦ Ζωσίμῳ τῷ τροφεῖ καὶ ἐρωτᾶν εἰ δέοι πλείω λούσασθαι. τὸν δὲ οὐ συμφῆσαι. μετὰ δὲ τοῦτο λελοῦσθαί γε καὶ τῆς γαστρὸς φαύλως ἔχειν, καὶ φάναι πρὸς τὸν Ζώσιμον, ἔδει γὰρ ἠσιτηκέναι; καὶ τὸν εἰπεῖν, ἔδει· ἠσίτησα αὖθις. καὶ τῆς ἐπιούσης ἤμουν πάλιν εἰς ἑσπέραν. ἦν δὲ τὸ ὄναρ ὡς ὀστοῦ γε ἐγκειμένου καὶ δέον ἐκβαλεῖν, ἔννοια δὲ καὶ αἵματος ἀφαιρέσεως ἀπὸ τῶν σφυρῶν· καὶ ἐποίησα οὕτω καὶ προῆλθον οὐ πολύ. Ληναιῶνος νουμηνίᾳ ἐδόκουν ἐν τῷ Ἀδριανείῳ κεχρῖσθαι μὲν, λελοῦσθαι δʼ οὔ· ὡς δʼ ἐπανελθεῖν, φάναι πρός τινα τῶν φίλων ὅτι οὐ λουσαίμην, ἀλλὰ χρισαίμην· τὸν δὲ, καὶ γὰρ ἐγὼ, φάναι, κέχρισμαι μόνον. ἀλουσία ἡμερῶν ἕξ. δευτέρᾳ ἐδόκουν ἐν τῷ ἱερῷ εἶναι τοῦ Ἀσκληπιοῦ <pb xml:id="v.1.p.453"/> ὄρθριον εὐθὺς ἐξ ὁδοῦ ποθὲν ἥκων, καὶ χαίρειν ὡς ταχέως ἀνεῴγνυτο. ἐδόκουν δὲ καὶ τοὺς παῖδας ᾁδειν τὸ ἀρχαῖον ᾆσμα, οὗ ἡ ἀρχή ἐστι <quote rend="blockquote">Δία τὸν πάντων ὕπατον κλῄζω·</quote> καὶ εἶναι ἐν ἐκείνῳ τῷ μέρει τοῦ ᾁσματος <quote rend="blockquote">πολὺ γὰρ πολύ μοι τὸ μέσον βιότου <l/> μέλπειν τε θεοὺς ἔν τʼ εὐφροσύναις <l/> ἦτορ ἰαίνειν <l/> τοιῷδʼ ὑπὸ παιδονόμῳ.</quote> ὥστʼ ἐθαύμαζον ὡς αὐτόματον τὸ ᾆσμα εἰς μέσον ἧκε. πάλιν δὲ ὡς γενεθλίων προσιόντων προπέμπειν εἰς τὸ ἱερὸν τοὺς οἰκέτας ἀποκομίζοντας δή τινα καὶ ἅμα γράμματα ἐγγράφειν ἐπʼ αὐτῶν ὧν ἀπεκόμιζον· καὶ φιλοτεχνεῖν ὑπὲρ συμβούλου ἀγαθοῦ ὅπως χορηγήσειεν ὅσων ἔδει τῷ λόγῳ. τρίτῃ λύχνων εἰσφορά τις ἐφαίνετο εἰς τὸ ἱερὸν ὑπὸ τοῦ θυρωροῦ κατʼ εὐχὴν ὑπὲρ ἐμοῦ καὶ ἐμεῖν ἔδει, ἤμεσα. πέμπτῃ θεοῖς ἐδόκουν εὔχεσθαι, τὰ μὲν οἷς εἴωθα κοινῇ, πάλιν δὲ ἰδίᾳ Διὶ καὶ Ἄρει καὶ θεοῖς οἳ Συρίαν ἔχουσι· καὶ παραπλήσια τἀκεῖ τοῖς οἴκοι κατὰ τὴν οἴκησιν ἐφαίνετο. καὶ μετὰ τοῦτο ἐγίγνετο ἡ πρόσοδος ἡ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg023.perseus-grc2" n="281"><p>πρὸς τὸν αὐτοκράτορα, ἐπεπόμφειν δὲ ὡς τὸν ἐν τῇ Συρίᾳ τότε αὐτοκράτορα, καὶ συνέβη καλῶς. ἑβδόμῃ ἔν τινι ἀποδυτηρίῳ βαλανείου Χαρίδημον ἰδεῖν τὸν ῥήτορα τὸν ἐκ Φοινίκης φαιδρόν τε καὶ ἄρτι λελουμένον, καὶ φάναι δὴ πρὸς αὐτὸν ἅμα τῇ προσρήσει οὑτωσὶ, ὅτι πρῳαίτερον λούσαιτο· καὶ αὐτὸς ἅμα ἀποδύεσθαι, ἐλουσάμην. </p><p rend="align(indent)">καὶ πάλιν τῇ δεκάτῃ τοῦ μηνὸς ἐδόκει μοι Ἀντωνῖνος ὁ Πυθοδώρου διαλέγεσθαι περὶ Νυμφῶν ἐπαίνων· εἰπεῖν οὖν καὶ αὐτὸς ὅτι οὐκ εἶεν θεαὶ χαριέστεραι, πάντως δὲ εἶναι καὶ τῷ ἐπιεικεῖ ἀπολαύειν αὐτῶν, εἰ καὶ μὴ πολλὰ λουμένῳ, τά γε μέτρια. ταῦτά τε δὴ καὶ ὑγιείας <pb xml:id="v.1.p.454"/> ἐδόκουν τι λέγειν ἐγκώμιον. δωδεκάτῃ ἐδόκουν Ἀντωνῖνον τὸν αὐτοκράτορα τὸν πρεσβύτερον καὶ τὸν τῶν πολεμίων βασιλέα σπονδὰς καὶ φιλίαν πεποιῆσθαι πρὸς ἀλλήλους· προσιόντων δὲ τῶν περὶ τὸν Βολόγεσον φωνὴν εἶναι οὐκ ὀλίγην, καὶ δοκεῖν αὐτοὺς ἑλληνίζειν. ἔπειτα ἀφικέσθαι παρʼ ἐμὲ ἀμφοτέρους μετὰ τοῦ σχήματος τοῦ βασιλικοῦ, καὶ εἶναι τόν τε Ἀντωνῖνον ἐπιεικῶς ἐν ἀκμῇ κἀκεῖνον βλοσυρόν τι ἰδεῖν· καθέζεσθαι δέ μου αὐτὸν οὐκ ἀπὸ πολλοῦ, ἑτέρωθεν δὲ ἐν θρόνῳ τὸν Ἀντωνῖνον. ἐδόκει δέ μοι καὶ ἰατρικῶν τινῶν ἐμπείρως ἔχειν ὁ Μῆδος, δεξιούμενος δέ με εἰπεῖν, πότε ἡμῖν ἀναγιγνώσκεις; κἀγὼ ἡσθῆναί τε τῷ ῥήματι καὶ φάναι, ὅταν ὑμεῖς κελεύητε. καὶ οἱ μὲν παρεσκευάζοντο πρὸς τὴν ἀκρόασιν, ἐγὼ δὲ ἀπῄειν ἐκλέξων τῶν βιβλίων. καί μοι ἔδοξε πρόλογόν τινα ὡς ἐν βραχεῖ συνθεῖναι εἰς αὐτοὺς, καὶ εἶχεν οὕτω πως— ἐδόκουν δὲ καὶ πάνυ τοῦ συντεθέντος ἅπαντος μνημονεύειν—ἃ δʼ οὖν διεσωσάμην· ἤδη μέν τις καὶ ἄλλος χρηστοῦ τινος αὐτῷ συμβάντος καὶ βουλόμενος ἐνδείξασθαι τὴν ἡδονὴν εἶπεν ὡς ἄρα εἴη πλεῖν ἢ διπλάσιος γεγονὼς, ἄλλος δέ τις ὡς ἐν μακάρων νήσοις εἶναι δοκοίη, ἐγὼ δὲ καὶ αὐτὸς οὕτως ὑπὸ τῆς παρούσης ἡμέρας τε καὶ τύχης διάκειμαι· καὶ ἅμα ἐσκοπούμην εἰ κοινοῦν χρὴ τὸν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg023.perseus-grc2" n="282"><p>λόγον, ἢ πλέον τῷ παρʼ ἡμῖν βασιλεῖ νέμειν, ἔπειτα οὕτως ἐφέπεσθαι τὰ πρὸς τὸν ἕτερον. εἶπον δὲ οὕτω πως. ὥστʼ, ἔφην, εἰ μὴ γεγυμνασμένος ἦν ἐν θείαις ὄψεσιν, οὐκ ἄν μοι δοκῶ ῥᾳδίως οὐδὲ πρὸς αὐτὴν τὴν πρόσοψιν <pb xml:id="v.1.p.455"/> ἀντισχεῖν, οὕτω μοι δοκεῖ θαυμαστή τις εἶναι καὶ κρείττων ἢ κατʼ ἄνθρωπον. ἔλεγον δὲ θείας ὄψεις, μάλιστα δὴ ἐνδεικνύμενος τὸν Ἀσκληπιὸν καὶ τὸν Σάραπιν.</p><p rend="align(indent)">ταυτὶ μὲν τοιαῦτα. τῶν δὲ βιβλίων τέως μὲν ἐκλέγειν ἠξίουν, ἔπειτα ἔδοξέ μοι τὸ κιβώτιον κομίζειν, καὶ ἐπʼ αὐτοῖς ποιήσασθαι ἀνελέσθαι ὅ τι ἂν βούλωνται· τοῦτο γὰρ καὶ ἄλλως χάριν τινὰ ἔχειν καὶ ἅμα οὕτω μάλιστα αὐτοὺς ἐκπλῆξαι. ταῦτα καὶ ὕστερον ὡς ὀνείρατα φανθέντα πρὸς Πέλοπα κατὰ ῥῆμα ἐδόκουν διηγεῖσθαι. ὕστερον δὲ ἔδοξα λελουμένῳ μοι προσφέρεσθαι, τοτὲ μὲν ὡς ὕδωρ ψυχρὸν, τοτὲ δὲ ὡς γάλα· ἀμφιγνοεῖν οὖν καὶ λέγειν δὴ πρὸς Ζώσιμον ὅτι οὔτε διψῴην οὔτε πεινῴην. τί οὖν ἄν τις ἐσθίοι; καὶ μετὰ τοῦτο ἐκυροῦτο ἡ ἀσιτία καὶ ὁ ἱερεὺς ἐδόκει μου τὰ χείλη ἐκμυζεῖν. αὕτη μὲν ἀσιτίας, ἡ δὲ ἐπιοῦσα ἀλουσίας, ἡ δὲ ἀπʼ ἐκείνης ἀλουσίας, καὶ ἐμέτου. πέμπτῃ ἐπὶ δέκα ἐδόκουν τὸν ἡγεμόνα ἐπιστέλλοντά μοι τὴν πρόρρησιν οὕτω ποιήσασθαι· Ἀριστείδῃ τῷ ἱερεῖ χαίρειν· καὶ ἦν ἀλουσίας καὶ αὕτη. τῇ δὲ ἐπιούσῃ κάδους τινὰς ἔδει καταχέασθαι· ἔπειτα ἀλουσία. ὀγδόῃ ἐπὶ δέκα ἐδόκει μοι Μητρόδωρος ὁ ποιητὴς ἀγωνίζεσθαι ἐν Σμύρνῃ τὸν τῶν ποιητῶν ἀγῶνα, ὅσπερ καὶ ἦν σχεδὸν κατʼ αὐτὴν τὴν ἡμέραν· πρὶν δʼ εἰσιέναι, λαλεῖν μοι περί τινων καὶ ἅμα ἐσθίειν φύλλα πράσων καὶ ὠὸν μετʼ ἄρτου, καὶ μέρος τι τοῦ ὠοῦ ἐγκαταλιπεῖν. κἀγὼ μέντοι πρὸς αὐτὸν εἰπεῖν ἐπισχὼν ὀλίγα, ὅπως καὶ ἀγωνίσῃ. ἐγένετο δὲ ὁ λόγος καὶ περὶ τοῦ ἱεροῦ τοῦ ἐν Περγάμῳ καὶ τοῦ φρέατος, οἷον μέν τι εἴη αὐτὸν προσελθόντα πιεῖν, οἷον δὲ ἕτερον πίνοντα ἰδεῖν, οἷον δὲ αὐτὸ ἰδεῖν. ταῦτά τε οὕτως ἐδόκουν διαλέγεσθαι καὶ τυγχάνειν ἀκηκοὼς ὡς εἰ γενοίμην ἐν χερσὶ τοῦ θεοῦ, ἐλπίδες εἶεν. καί πως ἅμα τούτοις ἑστάναι μὲν ὡς οἴκοι ἐν τῷ προθύρῳ, ναρκῶντος</p></div></div></body></text></TEI>