καὶ προϊόντος τοῦ λόγου μνησθῆναι ὅσα δὴ καὶ περὶ τὸ ἱερὸν τυγχάνοι κεκινημένα. καὶ ἅμα ταῦτα λέγοντες εἰσῄειμεν εἴσω. ὡς δὲ ἐγενόμεθα οὗ ἡ ἀγαθὴ τύχη καὶ ὁ ἀγαθὸς δαίμων ἐπιστάντες, ἔτι διελεγόμεθα. καί τινα τῶν ὑπηρετῶν ἰδὼν τῶν περὶ τὸ ἱερὸν ἠρόμην ὅπου ὁ ἱερεὺς εἴη. ὁ δʼ ἔφη, ἐξόπισθε τοῦ νεώ· καὶ γὰρ εἶναι περὶ λύχνους ἤδη τοὺς ἱεροὺς, τάς τε δὴ κλεῖς ἀνακομίζειν τὸν νεωκόρον· καὶ τυχεῖν ἐν τούτῳ κλεισθὲν τὸ ἱερὸν, οὕτω μέντοι ὥστε καὶ συγκεκλεισμένου εἴσοδόν τέ τινα λείπεσθαι καὶ τὰ ἔνδον ὁρᾶσθαι. προσῆλθόν τε δὴ ταῖς θύραις καὶ ὁρῶ ἄγαλμα ἕτερον ἀντὶ τοῦ παλαιοῦ κατηφές. θαυμάζοντι δέ μοι καὶ ζητοῦντι τὸ ἀρχαῖον οὗ εἴη, προσφέρει τις, καὶ οὐδʼ αὐτὸ πάνυ ἔδοξα γνωρίσαι, προσεκύνησα δʼ οὖν σπουδῇ. μετὰ δὲ ταῦτα περιελθόντες ἐντυγχάνομεν τῷ ἱερεῖ καὶ ἠρχόμην ἐγὼ πρὸς αὐτὸν λόγου τοιοῦδε· ἐμοὶ καὶ ἐν Σμύρνῃ ὀνείρατα ἐγίγνετο διαλεχθῆναί σοι περὶ τοῦ ἱεροῦ, καὶ νομίσας τὸ πρᾶγμα μεῖζον εἶναι ἢ κατʼ ἐμὲ ἐσιώπησα· καὶ νῦν ἔναγχός μοι περὶ αὐτῶν τούτων γεγένηται. καὶ ἅμα ἐν νῷ εἶχον λέγειν περὶ τοῦ τὸ ἕδος εἰς τὴν ἀρχαίαν χώραν καταστῆσαι. περιπατοῦντος δέ μου ἀποπίπτει τὸ διάβαθρον τοῦ ἑτέρου ποδὸς, καὶ ὁ ἱερεὺς ἀνελόμενος προσφέρει. κἀγὼ τῆς μὲν τιμῆς ἕνεκα ἥσθην, βουλόμενος δὲ αὐτὸν οἷον ἀμείβεσθαι καὶ δεξιοῦσθαι κύψας λαμβάνω. κἀν τούτῳ ταῦρός τις ἐπῄει μοι κατʼ αὐτὰς τὰς ἀκοὰς τοῦ θεοῦ. κἀγὼ ἐδεδοίκειν τε καί πως ἐπειρώμην φυλάττεσθαι. ὁ δʼ ἄλλο μὲν οὐδὲν ἔδρασεν, ὑπὸ δὲ τὸ γόνυ τὸ δεξιὸν ἐνέθλασεν. ὁ δὲ Θεόδοτος σμίλην τινὰ λαβὼν ἀνεκάθαρεν· ὥστε ἔμελλον πρὸς αὐτὸν ἐρεῖν ὅτι σὺ αὐτὸ ἐποίησας ἕλκος. ταῦτʼ ἦν τὰ φανθέντα καὶ ἐνταῦθα ἔληξεν ὁ φόβος καὶ ἐγένετο ὑπὸ τὸ γόνυ τὸ δεξιὸν ἑλκύδιον ἄνθρακι ἐοικὸς, καὶ ἐδόκει ἀγαθὸν εἶναι πρὸς τὰ ἄνω. δεκάτῃ δʼ ὑστέρᾳ ἐδόκουν ἐσθῆτα ἔχειν ἱερέως καὶ αὐτὸν παρόντα ὁρᾶν τὸν ἱερέα· ἐδόκουν δὲ καὶ τῶν ἐπιτηδείων τινὰ ὑποχωλεύοντα ἰδὼν ἐκ τῶν περὶ τὴν ἕδραν φάναι πρὸς αὐτὸν ὅτι ταῦτα ἡσυχία θεραπεύοι. ἐπετάχθη καὶ ἔμετος διὰ πολλῶν· καὶ ἦν αὕτη πέμπτη ἀλουσιῶν ἑξῆς. ἄξιον δὲ καὶ τὸ πάρεργον τῶν ὀνειράτων εἰπεῖν. ἐδόκουν γὰρ ὡς ἐπὶ τῇ εἰωθυίᾳ μελέτῃ τῶν λόγων Δημοσθένη τινὰ μεταχειρίζεσθαι καὶ λέγειν δὴ πρὸς τοὺς Ἀθηναίους ὡς ἐκεῖνος ὤν· ὑμεῖς μὲν οὖν διὰ τοῦ κήρυκος ἐρωτᾶτε τίς ἀγορεύειν βούλεται, ἐγὼ δὲ ὑμᾶς ἡδέως ἂν ἐροίμην τίς ὑμῶν βούλεται πράττειν. ἡ κωμῳδία γε τὸ λοιπόν ἐστιν, ἔλεγον δὲ ἀναφέρων εἰς τοὺς Τελμισσέας τοῦ Ἀριστοφάνους ὡς ἐκεῖ λόγῳ τις ἠγωνίζετο, ἔργῳ δὲ οὔ. ἐνάτῃ δὲ ἐδόκουν ὡς ἐν Σμύρνῃ περὶ ἑσπέραν προσιέναι τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ τοῦ ἐν τῷ γυμνασίῳ, προσιέναι δὲ μετὰ Ζήνωνος, καὶ εἶναι τὸν νεὼν μείζω τε καὶ ἐπειληφότα τῆς στοᾶς ὅσον ἐστὶ τὸ ἐστρωμένον. ἅμα δὲ καὶ ὡς περὶ προνάου τούτου διενοούμην. προσευχομένου δέ μου καὶ ἀνακαλοῦντος τὸν θεὸν ὁ Ζήνων οὐδὲν ἔφη προσηνέστερον, λέγων δὴ καὶ αὐτὸς τὸν θεὸν, καταφυγήν τε καὶ τοιαῦτα ὠνόμαζε. περιεσκόπουν δὲ, ὡς ἐν τῷ προνάῳ δὴ τούτῳ, ἀνδριάντα ἐμαυτοῦ· καὶ τότε μέν γε ὡς ἐμαυτοῦ ὄντα ἑώρων, πάλιν δὲ ἐδόκει μοι εἶναι αὐτοῦ τοῦ Ἀσκληπιοῦ μέγας τις καὶ καλός. ταῦτα καὶ ὡς ὄναρ μοι φανθέντα αὖθις διηγεῖσθαι πρὸς αὐτὸν τὸν Ζήνωνα· καὶ ἐδόκει σφόδρα ἔντιμον τὸ τοῦ ἀνδριάντος εἶναι. αὖθις δὲ αὖ τὸν ἀνδριάντα ἑώρων, ὡς ἐν τῇ στοᾷ τῇ προμήκει τοῦ γυμνασίου. περὶ δὲ βαλανείου τοιάδε ἔδοξα. πρῶτον μὲν ὡς μεταξὺ ἀνατριβόμενος εἰσελθεῖν εἴς τι βαλανεῖον τῶν ἰδιωτικῶν· ἔπειτα φάναι ὡς ἔλαθον ἐμαυτὸν εἰσελθὼν, ἀλούτων ἡμερῶν ἤδη. ἔπειτα ἐδόκει μοι παραθαρρύνειν Φοῖβος παρὼν, ὥστε καὶ εἰς τὸ ὕδωρ εἰσέβαινον ἀνυπόπτως ἤδη. αὖθις δὲ ἐδόκουν πρὸς αὐτῷ τῷ Ἀσκληπιῷ νεανίσκον τινὰ τῶν γυμναστικῶν ἔτι ἀγένειον περὶ βαλανείων διαλέγεσθαι, τὰ μεγάλα δὴ ἐπαινοῦντα καὶ τοιαύτας τινὰς τὰς ἀπολαύσεις τοῦ βίου τιθέμενον. δείξας οὖν αὐτῷ τὴν θάλατταν ἠρόμην εἰ καὶ ἐνταῦθα ἄμεινον λοῦσθαι, ἢ ἐν μικρῷ. ἐν μικρῷ, ἔφη. μετὰ δὲ τοῦτο λίμνην τινὰ ἔδειξα καὶ ἠρόμην εἰ καὶ ἐν λίμνῃ τοσαύτῃ κρεῖττον, ἢ ἐν μικρῷ. συνεχώρει κἀνταῦθα ὅτι αἱρετώτερον τὸ ἐν μικρῷ. οὐκ ἄρα, ἔφην, πανταχοῦ τό γε μεῖζον αἱρετώτερον, ἀλλʼ ἔστι τις καὶ μικροῦ χάρις. καὶ ἅμα ἐνενόησα πρὸς ἐμαυτὸν ὡς καὶ ἐπιδεικνυμένῳ ποῦ καλὸν εἰπεῖν ὅτι τῶν μὲν ἄλλων ἀνθρώπων αἱ ἡδοναὶ κινδυνεύουσιν ὑῶν τινῶν εἶναι ἡδοναὶ, ἡ δὲ ἐμὴ καθαρῶς ἄρα ἀνθρώπου εἴη, ὅστις σύνειμί τε καὶ χαίρω λόγοις. ἐδόκει δʼ οὖν ταῦτα λέγειν ὁ νεανίσκος περὶ τοῦ βαλανείου τοῦ πρὸς ταῖς πύλαις ταῖς εἰς Ἔφεσον φερούσαις. καὶ τέλος ἔδοξέ μοι χρῆναι ἀποπειραθῆναι—πότε γὰρ δὴ καὶ ἄλλοτε θαρρῆσαι, εἰ μὴ νῦν; —οὕτω δὴ συνθέσθαι εἰς ὥραν ἕκτην ὡς τηνικαῦτα ἀσφαλέστατον ὂν κινεῖσθαι· ἐπεὶ δὲ ἀφίκετο ἡ ὥρα, αἰτιᾶσθαι Βάσσον ὡς διατρίβοντα. ὁρᾷς, ἔφην, ὡς καὶ δὴ παρέρχεται ἡ σκιά; δεικνὺς τὴν τῶν κιόνων. ἐπορευόμεθά τε, καὶ ὡς ἠνύσαμεν, ἐπιστὰς τῇ δεξαμενῇ τοῦ ψυχροῦ τοῦ ἔξω ἐπειρώμην τοῦ ὕδατος, καί μοι ἔδοξε παρʼ ἐλπίδας οὐ μάλα ψυχρὸν εἶναι, κυανοῦν δὲ καὶ ἡδὺ ἰδεῖν. κἀγὼ, καλὸν, ἔφην, οἷα δὴ γνωρίζων τὸ τοῦ ὕδατος ἀγαθόν. ὡς δὲ παρῆλθον εἴσω, πάλιν εὗρον ἕτερον ἐν θερμοτέρῳ οἴκῳ ἀνειμένον μᾶλλον. καὶ ἅμα ἐγιγνόμην τε ἐν τῷ θερμῷ καὶ ἀπεδυόμην, ἐλουσάμην καὶ μάλα ἡδέως. ὀγδόῃ ἔμετος εἰς ἑσπέραν κατὰ ὄναρ καὶ οὗτος. ἑβδόμῃ ἐδόκουν ἐν ὕδασιν εἶναί που θερμοῖς. τυχεῖν οὖν τινας πλησίον ἀνθρώπους ἐγχειρίδια ἔχοντας καὶ ἄλλως οὐκ ἀνυπόπτους. καὶ δῆτα προσελθεῖν μοί τινας αὐτῶν, ὥς τινος προστασίας χρῄζοντας, ἐγκαλεῖσθαι γὰρ ὑπό τινων. ὡς δʼ ἅπαξ περιεσχέθην, ἐν παντὶ εἶναι, οὔτε πιστεύων ἐνδείξασθαί τε οὐκ ἐθέλων ὅτι ἀπιστοίην. ἰέναι τε δή τινα ὁδὸν καὶ ἐκδέχεσθαι ψαλίδα πάνυ μακρὰν, ἐν ᾗ καὶ σφόδρα δεῖσαι μὴ ἐπιθεῖντό μοι. ὡς δὲ διεξελθεῖν ἀσμένως, φανῆναί τε ἐν τῇ πόλει τῶν Σμυρναίων ἐν τῇ ἀγορᾷ καὶ σκοπεῖν ὅπως ὡς τάχιστα πολλοί τε ἀθροισθεῖεν καὶ ἐνδειξαίμην τὸ ὄν. κἀκ τούτου αὐτός τε λαμπάδα λαμβάνω