δοκῶ μοι κατὰ τὴν Ἑλένην τὴν Ὁμήρου τὸν λόγον ποιήσεσθαι. καὶ γὰρ ἐκείνη πάντας μὲν οὐκ ἄν φησιν εἰπεῖν ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι. πρᾶξιν δέ τινα αὐτοῦ μίαν ἀπολαβοῦσα, οἶμαι, διηγεῖται πρὸς τὸν Τηλέμαχον καὶ Μενέλεων· κἀγὼ πάντα μὲν οὐκ ἂν εἴποιμι τὰ τοῦ σωτῆρος ἀγωνίσματα, ὅσων ἀπέλαυσα εἰς τήνδε τὴν ἡμέραν. καὶ οὐκέτʼ ἐνταῦθα τὸ τοῦ Ὁμήρου προσθήσω, οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν· μικρὸν γὰρ τοῦτό γε. ἀλλʼ οὐδʼ ἂν εἰ πᾶσαν ὑπερβαλοίμην τὴν ἐν ἀνθρώποις δύναμίν τε καὶ φωνὴν καὶ γνώμην, οὐκ ἄν ποτε οὐδʼ ἐγγὺς αὐτῶν ἀφικοίμην. ἀλλὰ καὶ ὅσοι πώποτε τῶν φίλων ἐδεήθησαν ἢ προὔτρεψαν εἰπεῖν καὶ συγγράψαι περὶ αὐτῶν, οὐδενὶ πώποτε ἐπείσθην, φεύγων τὸ ἀδύνατον. ἐδόκει γάρ μοι παραπλήσιον εἶναι ὥσπερ ἂν εἰ διὰ παντὸς τοῦ πελάγους ὕφαλος διεξελθὼν εἶτʼ ἠναγκαζόμην ἀποδιδόναι λόγον πόσοις τισὶ τοῖς πᾶσι ῥοθίοις ἐνέτυχον καὶ ποίας τινὸς τῆς θαλάττης παρʼ ἕκαστον αὐτῶν ἐπειρώμην καὶ τί τὸ σῶζον ἦν. ἑκάστη γὰρ τῶν ἡμετέρων ἡμερῶν, ὡσαύτως δὲ νυκτῶν, ἔχει συγγραφὴν, εἴ τις παρὼν, ἢ τὰ συμπίπτοντα ἀπογράφειν ἐβούλετο, ἢ τὴν τοῦ θεοῦ πρόνοιαν διηγεῖσθαι, ὧν τὰ μὲν ἐκ τοῦ φανεροῦ παρὼν, τὰ δὲ τῇ πομπῇ τῶν ἐνυπνίων ἐνεδείκνυτο, ὅσα γε δὴ καὶ ὕπνου λαχεῖν ἐξῆν· σπάνιον δʼ ἦν ὑπὸ τῶν περὶ τὸ σῶμα τρικυμιῶν. ταῦτʼ οὖν ἐνθυμούμενος ἐγνώκειν παρέχειν ὡς ἀληθῶς ὥσπερ ἰατρῷ τῷ θεῷ σιγῇ ποιεῖν ὅ τι βούλεται. νῦν δὲ ὡς ἔσχε τὸ τοῦ ἤτρου δηλῶσαι πρὸς ὑμᾶς βούλομαι. λογιοῦμαι δὲ ἕκαστα πρὸς ἡμέραν. ἦν μὲν γὰρ Ποσειδεὼν μὴν, ἴστε οἵου χειμῶνος· ἔκαμνε δὲ ὁ στόμαχος τὰς νύκτας καὶ ἀγρυπνίαι ἦσαν ὑπερφυεῖς, ὥστε οὐδὲ τὰ βραχύτατα πέττειν ἦν. αἰτία δʼ οὐχ ἥκιστα ἡ συνέχεια τῶν χειμώνων, ἣν οὐδὲ κέραμος οὐδεὶς ἐνέγκαι ἐλέγετο· ἐπεὶ καὶ ὁ ἱδρὼς ἔστη πάντα τοῦτον τὸν χρόνον, πλὴν ὅσα λουμένῳ. δωδεκάτῃ δὲ τοῦ μηνὸς ἀλουσίαν προστάττει ὁ θεὸς καὶ τῇ ὑστεραίᾳ τὸ αὐτὸ τοῦτο καὶ τῇ μετʼ ἐκείνην. ταύτας τρεῖς ἡμέρας ἑξῆς διήγαγον παντελῶς ἀνιδρωτὶ νύκτα καὶ ἡμέραν, ὥστε μηδὲ χιτωνίσκου δεῆσαι μεταλαβεῖν, καὶ οὔπω πρόσθεν ἐμαυτοῦ ῥᾴονος ᾐσθόμην. διήγαγον δὲ περιπάτῳ χρώμενος κατʼ οἰκίαν, καὶ ἅμα παιδιᾷ, οἷα ἑορτῶν οὐσῶν. καὶ γὰρ ἡ τοῦ θεοῦ παννυχὶς ἐγκατειλήφει τὴν προτέραν ἑορτὴν, τὴν τοῦ Ποσειδῶνος. μετὰ δὲ τοῦτο ὄναρ γίγνεται, ἔχον μέν τινα ἔννοιαν λουτροῦ, οὐ μέντοι χωρίς γε ὑπονοίας· ἀλλʼ ἐδόκουν τι καὶ μολυνθῆναι· ὅμως δὲ ἔδοξε λούσασθαι, πάντως δʼ εἰ καὶ τῷ ὄντι τοῦτʼ ἐπεπόνθειν, ὕδατος δεῖν. εὐθύς τε οὖν οὐχ ὡς ἥδιστα ἔσχον ἐν τῷ βαλανείῳ καὶ ἐπειδὴ ἐπανῆλθον, ἐδόκει πάντα πλήρη εἶναι, καὶ τὸ πνεῦμα οἷον ἀσθμαίνοντος ἦν. ὥστε ἐπʼ ἀρχῇ τῆς τροφῆς εὐθὺς ἐπαυσάμην. διαφθορὰ μετὰ τοῦτο ἐκ νυκτὸς, καὶ προῆλθεν εἰς τοῦτο, ὥστε μόλις κατέστη πρὸ μεσημβρίας μικρόν. ὄψις δὲ ὀνείρατος οὑτωσί πως εἶχεν, ὡς ἄρα εἴην ἐν ὕδασι θερμοῖς, προκεκυφὼς δὲ εἰς τὸ πρόσθεν ὁρῴην τὰ κάτω τῆς κοιλίας ἀτοπώτερον διακείμενα. ἐβουλευσάμην μὲν δὴ μεῖναι ἐπʼ ἀλουσίας. ἔφη δέ τις ὡς οὐκ ἐπʼ αὐτοῦ γε τοῦ λουτροῦ τὸ δυσχερὲς ἦν τὸ φαινόμενον, οὐδʼ εἰκὸς ὡς αἴτιον φυλάξασθαι. ἐλουσάμην τε εἰς ἑσπέραν, καὶ ἅμα τῷ ὄρθρῳ τὸ ἦτρον ἤλγουν, καὶ ἐπεχώρει τὸ ἄλγημα ἐπὶ δεξιᾷ καὶ μέχρι βουβῶνος κάτω. ἑβδόμῃ δʼ ἐπὶ δέκα ἀλουσία ἐξ ὀνείρατος, ὀγδόῃ δʼ ἐπὶ δέκα ἀλουσία. ἐνάτῃ ἐπὶ δέκα δʼ ἔδοξά τινας τῶν βαρβάρων ἐγκρατεῖς γεγενῆσθαί μου, καί τινα αὐτῶν ἐπιέναι μοι καὶ δόξαν παρασχεῖν ὡς στίξοντα· ἔπειτα καθεῖναι τὸν δάκτυλον οὑτωσὶ μέχρι τοῦ λαιμοῦ, καί τι ἐγχέαι, κατὰ δή τινα ἐπιχώριον νόμον, ὀνομάσαι δὲ αὐτὸ ὀξυσιτίαν· ταῦτα δὲ ὕστερον ὡς ὄναρ διηγεῖσθαι καὶ τοὺς ἀκούοντας θαυμάζειν καὶ λέγειν ὡς ἄρα τοῦτο αἴτιον εἴη τοῦ διψῆν μὲν, μὴ δύνασθαι δὲ πιεῖν, τὸ τρέπεσθαι εἰς ὄξος τὰ σιτία. ἐκ δὴ τούτου ἔμετός τε ἐδείκνυτο καὶ προσέταξεν ὁ βάρβαρος λουτροῦ τε ἀποσχέσθαι καὶ διάκονον ἕνα παραστήσασθαι. τὸ τήμερον εἶναι ἀλουσία καὶ ἔμετος μετὰ ῥᾳστώνης, ὡς εἰκάσαι ἐδόκουν ἐν προπυλαίοις εἶναι τοῦ Ἀσκληπιοῦ, καί τινα τῶν ἐπιτηδείων ἐντυχόντα μοι περιβάλλειν καὶ φιλοφρονεῖσθαι, οἷα δὴ διὰ χρόνου ἑορακότα· εἰπεῖν δὴ πρὸς αὐτὸν ὡς ἐν ἀηδίᾳ τε εἴην γεγονὼς καὶ προϊόντος τοῦ λόγου μνησθῆναι ὅσα δὴ καὶ περὶ τὸ ἱερὸν τυγχάνοι κεκινημένα. καὶ ἅμα ταῦτα λέγοντες εἰσῄειμεν εἴσω. ὡς δὲ ἐγενόμεθα οὗ ἡ ἀγαθὴ τύχη καὶ ὁ ἀγαθὸς δαίμων ἐπιστάντες, ἔτι διελεγόμεθα. καί τινα τῶν ὑπηρετῶν ἰδὼν τῶν περὶ τὸ ἱερὸν ἠρόμην ὅπου ὁ ἱερεὺς εἴη. ὁ δʼ ἔφη, ἐξόπισθε τοῦ νεώ· καὶ γὰρ εἶναι περὶ λύχνους ἤδη τοὺς ἱεροὺς, τάς τε δὴ κλεῖς ἀνακομίζειν τὸν νεωκόρον· καὶ τυχεῖν ἐν τούτῳ κλεισθὲν τὸ ἱερὸν, οὕτω μέντοι ὥστε καὶ συγκεκλεισμένου εἴσοδόν τέ τινα λείπεσθαι καὶ τὰ ἔνδον ὁρᾶσθαι. προσῆλθόν τε δὴ ταῖς θύραις καὶ ὁρῶ ἄγαλμα ἕτερον ἀντὶ τοῦ παλαιοῦ κατηφές. θαυμάζοντι δέ μοι καὶ ζητοῦντι τὸ ἀρχαῖον οὗ εἴη, προσφέρει τις, καὶ οὐδʼ αὐτὸ πάνυ ἔδοξα γνωρίσαι, προσεκύνησα δʼ οὖν σπουδῇ. μετὰ δὲ ταῦτα περιελθόντες ἐντυγχάνομεν τῷ ἱερεῖ καὶ ἠρχόμην ἐγὼ πρὸς αὐτὸν λόγου τοιοῦδε· ἐμοὶ καὶ ἐν Σμύρνῃ ὀνείρατα ἐγίγνετο διαλεχθῆναί σοι περὶ τοῦ ἱεροῦ, καὶ νομίσας τὸ πρᾶγμα μεῖζον εἶναι ἢ κατʼ ἐμὲ ἐσιώπησα· καὶ νῦν ἔναγχός μοι περὶ αὐτῶν τούτων γεγένηται. καὶ ἅμα ἐν νῷ εἶχον λέγειν περὶ τοῦ τὸ ἕδος εἰς τὴν ἀρχαίαν χώραν καταστῆσαι. περιπατοῦντος δέ μου ἀποπίπτει τὸ διάβαθρον τοῦ ἑτέρου ποδὸς, καὶ ὁ ἱερεὺς ἀνελόμενος προσφέρει. κἀγὼ τῆς μὲν τιμῆς ἕνεκα ἥσθην, βουλόμενος δὲ αὐτὸν οἷον ἀμείβεσθαι καὶ δεξιοῦσθαι κύψας λαμβάνω. κἀν τούτῳ ταῦρός τις ἐπῄει μοι κατʼ αὐτὰς τὰς ἀκοὰς τοῦ θεοῦ. κἀγὼ ἐδεδοίκειν τε καί πως ἐπειρώμην φυλάττεσθαι. ὁ δʼ ἄλλο μὲν οὐδὲν ἔδρασεν, ὑπὸ δὲ τὸ γόνυ τὸ δεξιὸν ἐνέθλασεν. ὁ δὲ Θεόδοτος σμίλην τινὰ λαβὼν ἀνεκάθαρεν· ὥστε ἔμελλον πρὸς αὐτὸν ἐρεῖν ὅτι σὺ αὐτὸ ἐποίησας ἕλκος. ταῦτʼ ἦν τὰ φανθέντα καὶ ἐνταῦθα ἔληξεν ὁ φόβος καὶ ἐγένετο ὑπὸ τὸ γόνυ τὸ δεξιὸν ἑλκύδιον ἄνθρακι ἐοικὸς, καὶ ἐδόκει ἀγαθὸν εἶναι πρὸς τὰ ἄνω. δεκάτῃ δʼ ὑστέρᾳ ἐδόκουν ἐσθῆτα ἔχειν ἱερέως καὶ αὐτὸν παρόντα ὁρᾶν τὸν ἱερέα· ἐδόκουν δὲ καὶ τῶν ἐπιτηδείων τινὰ ὑποχωλεύοντα ἰδὼν ἐκ τῶν περὶ τὴν ἕδραν φάναι πρὸς αὐτὸν ὅτι ταῦτα ἡσυχία θεραπεύοι. ἐπετάχθη καὶ ἔμετος διὰ πολλῶν· καὶ ἦν αὕτη πέμπτη ἀλουσιῶν ἑξῆς. ἄξιον δὲ καὶ τὸ πάρεργον τῶν ὀνειράτων εἰπεῖν. ἐδόκουν γὰρ ὡς ἐπὶ τῇ εἰωθυίᾳ μελέτῃ τῶν λόγων Δημοσθένη τινὰ μεταχειρίζεσθαι καὶ λέγειν δὴ πρὸς τοὺς Ἀθηναίους ὡς ἐκεῖνος ὤν· ὑμεῖς μὲν οὖν διὰ τοῦ κήρυκος ἐρωτᾶτε τίς ἀγορεύειν βούλεται, ἐγὼ δὲ ὑμᾶς ἡδέως ἂν ἐροίμην τίς ὑμῶν βούλεται πράττειν. ἡ κωμῳδία γε τὸ λοιπόν ἐστιν, ἔλεγον δὲ ἀναφέρων εἰς τοὺς Τελμισσέας τοῦ Ἀριστοφάνους ὡς ἐκεῖ λόγῳ τις ἠγωνίζετο, ἔργῳ δὲ οὔ. ἐνάτῃ δὲ ἐδόκουν ὡς ἐν Σμύρνῃ περὶ ἑσπέραν προσιέναι τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ τοῦ ἐν τῷ γυμνασίῳ, προσιέναι δὲ μετὰ Ζήνωνος, καὶ εἶναι τὸν νεὼν μείζω τε καὶ ἐπειληφότα τῆς στοᾶς ὅσον ἐστὶ τὸ ἐστρωμένον. ἅμα δὲ καὶ ὡς περὶ προνάου τούτου διενοούμην. προσευχομένου δέ μου καὶ ἀνακαλοῦντος τὸν θεὸν ὁ Ζήνων οὐδὲν ἔφη προσηνέστερον, λέγων δὴ καὶ αὐτὸς τὸν θεὸν, καταφυγήν τε καὶ τοιαῦτα ὠνόμαζε. περιεσκόπουν δὲ, ὡς ἐν τῷ προνάῳ δὴ τούτῳ, ἀνδριάντα ἐμαυτοῦ· καὶ τότε μέν γε ὡς ἐμαυτοῦ ὄντα ἑώρων, πάλιν δὲ ἐδόκει μοι εἶναι αὐτοῦ τοῦ Ἀσκληπιοῦ μέγας τις καὶ καλός. ταῦτα καὶ ὡς ὄναρ μοι φανθέντα αὖθις διηγεῖσθαι πρὸς αὐτὸν τὸν Ζήνωνα· καὶ ἐδόκει σφόδρα ἔντιμον τὸ τοῦ ἀνδριάντος εἶναι. αὖθις δὲ αὖ τὸν ἀνδριάντα ἑώρων, ὡς ἐν τῇ στοᾷ τῇ προμήκει τοῦ γυμνασίου. περὶ δὲ βαλανείου τοιάδε ἔδοξα. πρῶτον μὲν ὡς μεταξὺ ἀνατριβόμενος εἰσελθεῖν εἴς τι βαλανεῖον τῶν ἰδιωτικῶν· ἔπειτα φάναι ὡς ἔλαθον ἐμαυτὸν εἰσελθὼν, ἀλούτων ἡμερῶν ἤδη. ἔπειτα ἐδόκει μοι παραθαρρύνειν Φοῖβος παρὼν, ὥστε καὶ εἰς τὸ ὕδωρ εἰσέβαινον ἀνυπόπτως ἤδη. αὖθις δὲ ἐδόκουν πρὸς αὐτῷ τῷ Ἀσκληπιῷ νεανίσκον τινὰ τῶν γυμναστικῶν ἔτι ἀγένειον περὶ βαλανείων διαλέγεσθαι, τὰ μεγάλα δὴ ἐπαινοῦντα καὶ τοιαύτας τινὰς τὰς ἀπολαύσεις τοῦ βίου τιθέμενον. δείξας οὖν αὐτῷ τὴν