ὀχήματα καὶ πορείας ἐπιπεμπόντων, ἔτι δʼ οἰκήσεις καὶ συνεδρίων κοινωνίας καὶ πάσας ἀφορμὰς παρασκευαζόντων, ὥσπερ γονεῦσιν ἢ παισὶν αὑτῶν, παραπλήσιά τε τῶν μεγέθει μὲν ἀπολειπομένων, προθυμίας δὲ καὶ τιμῆς οὐδὲν ἐλλειπόντων. τίς γὰρ οὐχ ἕρμαιον ἑαυτοῦ ἐποιήσατο; τίς γὰρ οὐχ εὑρίσκεσθαι μᾶλλον ἢ τίθεσθαι ταύτην χάριν ᾠήθη, δέξασθαι συνοίκους τοὺς τοσοῦτον πρωτεύσαντας; χρημάτων τοίνυν συντέλειαν καὶ πρὸς τὰ μέλλοντα ὑποσχέσεις ἀφʼ ἑκατέρας τῆς ἠπείρου καὶ πολλὰς ἄλλας φιλανθρωπίας εἰς δύναμιν τὴν ἑκάστων γενομένας τίς ἂν ἐκπεράνειε διηγούμενος; καὶ οὐ τούτου γε ἕνεκα ἡ πόλις ἠξίωσε πάντα ἐφεξῆς δέχεσθαι, οὐδʼ ὡς οἱ διδόντες ἐβούλοντο, ἀλλʼ ὡς αὐτῇ καλὸν ἦν λαβεῖν. καὶ τί δεῖ ταῦτʼ ἐν μέρει καταλέγειν; πάντα γὰρ τὰ ἔθνη τὰ πληροῦνθʼ ἡμῖν τὴν Ἀσίαν φιλοτιμίαν κοινὴν φιλοτιμεῖται πρὸς τὴν πόλιν, τὰ κράτιστα τῶν ἀρχαίων ἀνιστάντα. ἐπὶ μόνης δὲ ταύτης τῆς πόλεως τὸ παλαιὸν ῥῆμα ἐξηλέγχθη ψευδῶς ἔχον, τὸ κακῶς πραξάντων λήθην εἶναι παρὰ τοῖς φίλοις· τοσοῦτον αὐτῇ καὶ παρὰ τὴν συμφορὰν ἐπιφανείας καὶ χαρίτων καὶ δόξης ἐφυλάχθη παρὰ τοῦ δαίμονος. νῦν δʼ ὅσα μὲν θρηνώδους ἁρμονίας καὶ σχημάτων ἀχαρίτων καὶ παρὰ τῆς λύπης ἔχοντα τὴν εὐφημίαν ἐκποδὼν ἀπελήλυθε, λευχειμονεῖ δὲ ἡ ἤπειρος, πανηγυρίζει δʼ ἡ Ἑλλὰς ἐπὶ χρηστῆς ὑποθέσεως, ἡ πόλις δʼ ὥσπερ ἐν δράματι καὶ δὴ πάλιν ἐξ ἀρχῆς ἀναφύεται μεταβαλοῦσα τὴν ἡλικίαν, ἡ αὐτὴ παλαιὰ καὶ νέα γενομένη, ὥσπερ τὸν φοίνικα ἀναβιώσκεσθαι λόγος αὐτὸν ἐξ αὑτοῦ· οὐ γὰρ δὴ τοῦτʼ ἄρα δόξαι τῷ θεῷ ἕτερον φοίνικα ἀντʼ ἐκείνου τε καὶ μετʼ ἐκεῖνον γενέσθαι. πάντα δʼ ὥσπερ ὁδῷ κεχωρηκέναι φαίνεται. Θησέως μὲν γὰρ ἐξ ἀρχῆς οἰκίσαντος, Ἀλέξανδρος ὕστερον εἰς τοῦτο τὸ σχῆμα προήγαγε. τρίτη δὲ χεὶρ τῶν πάντα νικώντων ἀνίστησι τὴν αὐτὴν καὶ συντίθησι· μεταθεῖναι μὲν γὰρ οὐκ ἠξίωσαν, ἔρωτι τῆς ὑπαρχούσης, οἱ δʼ ἐπὶ τῶν ἰχνῶν ἐγείρουσιν. ἐπόθει δʼ ἄρα καὶ ἡ τῆς πόλεως φύσις οἰκιστὰς διττοὺς, δύο τὰς ἀρχηγέτιδας νέμουσα. καὶ δὴ λιμένες τε κομίζονται τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας καὶ πάλιν αὖ κατακοσμεῖται, καὶ τῷ Μέλητι οὐδὲν ἐμποδὼν τὸ μὴ τοὺς προσοίκους ἔχειν, ἦρος δὲ πύλαι καὶ θέρους ὑπὸ στεφάνων ἀνοίγνυνται. χοροὶ δὲ Νυμφῶν καὶ Μουσῶν ἐν αὐτῇ τε καὶ περὶ αὐτὴν χορεύουσι, ζέφυροι δὲ οὐ λυπήσουσι πνέοντες. ὦ μακάριοι μὲν τῶν πρεσβυτέρων οἱ πρὸς ταύτην ἀφιξόμενοι τὴν ἡμέραν, ἐν ᾗ τὴν Σμύρναν ὄψονται τὸν ἑαυτῆς ἔχουσαν κόσμον· παῖδες δὲ οὐδὲν ζημιωσόμενοι, ἀλλʼ ὀψόμενοι τὴν πατρίδα οἵαν οἱ γονεῖς ᾤκουν· οἱ δʼ ἐν ἡλικίᾳ τὰ μὲν συμπράξαντές τε καὶ συμπονήσαντες, τὰ δὲ συνθύσοντες καὶ συνεορτάσοντες ἑαυτοῖς τε καὶ τοῖς εἰσαφικνουμένοις· ὡς τῶν παρόντων ἀγαθῶν ἔτι καλλίους αἱ τῶν μελλόντων ἐλπίδες. ἀλλὰ Ζεῦ πολιεῦ τε καὶ θεαὶ κληροῦχοι τῆσδε τῆς πόλεως καὶ Πόσειδον, ὃς ἀμφότερα εἴληχας, κινεῖν τε καὶ σώζειν, καὶ θεοὶ βασίλειοί τε καὶ Ἑλλήνιοι, γενέσθαι τόνδε ἡμῖν τὸν οἰκισμὸν δευτέρων ἀμεινόνων βεβαιοτέρων ἐπὶ πολλῇ μὲν εὐφροσύνῃ καὶ δόξῃ τῶν οἰκιστῶν, χρηστοῖς δὲ τοῖς ἀπαντησομένοις τῇ πόλει διὰ παντὸς τοῦ μέλλοντος χρόνου, εἶναι δέ τι καὶ τοὐμὸν ἐν Ἕλλησι νῦν τε καὶ ὕστερον.