ἀγαπητῆς μοίρας ὡσπερεὶ κλῆρος ἐστίν. ἐκείνοις τοίνυν στερηθεῖσι μὲν τῶν νεῶν, στερηθεῖσι δὲ τῶν τειχῶν καὶ τῆς ἀρχῆς ὅλης καὶ προελθοῦσιν εἰς τοῦτο ὥστε τὸν δῆμον φυγάδα ἀναγκασθῆναι τῆς πατρίδος γενέσθαι· τὰ γὰρ ἐν μέσῳ τοσαῦτα σιωπήσομαι· ἀλλʼ οὕτω γε πράξασι, πλὴν Φαρσάλου τε καὶ Ἄργους καὶ Θηβῶν, οὐδένες οὔτε μείζονα οὔτε ἐλάττονα ἀπεμνημόνευσαν χάριν τῶν ἐκ τοῦ παντὸς αἰῶνος εὐεργεσιῶν· οὐδʼ ὅτι τοῦ γένους ἔρεισμα ἡ πόλις ᾔδετο. οὗτοι δὲ οὓς εἶπον τούς τε φεύγοντας δεξάμενοι καὶ τοῖς ἐξαιτοῦσιν ἀντισχόντες ταύτην δὴ χάριν τῇ πάντα ὑπερφερούσῃ πόλει κατέθεντο, παρʼ ᾗ τὴν ἀγαθὴν ἱδρῦσθαι τύχην αἱ μαντεῖαι λέγουσι. φέρε δὴ καὶ τὰ τῆς ἡμετέρας πόλεως ἐπισκεψώμεθα, μή πη τῶν ἐραστῶν αὐτῆς αἰσχυνθῆναί τῳ προσῆκεν· ἣ μέχρι μὲν τούτων τῶν χρόνων οἷον πόλεως παράδειγμα κάλλους εἱστήκει, χειρουμένη μὲν εὐθὺς ἐξ ὄψεως τούς τε ἀπὸ γῆς καὶ τοὺς ἐκ θαλάττης καταίροντας, παρελθοῦσι δὲ εἴσω τὰ κάλλιστα ἀποφαίνουσα καὶ παρασκευάζουσα ὧν οὔτʼ ὀφθαλμῶν κόρον ἦν λαβεῖν οὔτε χρόνου διατριβῆς· ἃ νῦν ἀπέραντον ἂν εἴη καταλέγειν. ἐπεὶ δὲ καὶ τῆς ἑτέρας ἔδει μερίδος πεῖραν λαβεῖν, ἃ μὲν τοῖς ἄρχουσιν ἐπῆλθε σπουδάσαι, διήλθομεν ἀρτίως· ἀλλʼ ἐν ὑμῖν τοῖς ὁμοτίμοις τί τῶν ἁπάντων οὐκ ἐγένετο; οὐ κατὰ πόλεις τε ὀδυρμοὶ κἀν τοῖς κοινοῖς συνεδρίοις βοώντων τὰ μήκιστα καὶ ποθούντων ἐν πατρίδος μοίρᾳ τὴν πόλιν, πανηγύρεις τε διαλύειν ἀξιούντων καὶ ῥητορευόντων εἰς αὐτὴν, ὡς ἕκαστος εἶχε δυνάμεως; ὥσπερ γὰρ κοινοῦ πτώματος τῆς Ἀσίας γεγενημένου, οὕτω τὰς γνώμας εἴχετε. ἀλλὰ μὴν τά γε τῆς ἐπὶ τῶν ἔργων αὐτῶν ἐπικουρίας τίς πω μέχρι τοῦδε μέμνηται ἐν Ἕλλησι γενόμενα; ἀγοραὶ μὲν ἁπανταχόθεν τοῖς κατὰ χώραν μένουσιν, ἐκ γῆς καὶ θαλάττης εἰσαφικνούμεναι, ἅμιλλα δὲ καὶ σπουδὴ τῶν ἑκατέρωθεν μεγίστων πόλεων, καλούντων τε ὡς αὑτοὺς καὶ