νῦν ἄρα ἐσώθησαν, ἡνίκα ἀπωλώλεσαν. ἀλλʼ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν· ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα. ἆρʼ οὐ ταῦτα χρὴ φάναι τῆς ἐκείνων ἀηττήτου καὶ τῆς ἀγαθῆς τῆς πόλεως τύχης εἶναι, τοῖς μὲν ἐξ ὧν οἰκίζουσί τε καὶ πράττουσι, τῇ δʼ ἐξ ὧν οἰκίζεται μνήμην ἀθάνατον ποριζούσης; οἵ γε τοσαύτην ἔσχον ὑπερβολὴν, ὥστʼ οὐδὲ τοσοῦτον ἀρκεῖν ὑπέλαβον, αὐτεπάγγελτοι πρὸς τὸν οἰκισμὸν ὁρμῆσαι, ἀλλʼ ἀντὶ τοῦ πρέσβεις παρʼ ἡμῶν ἀναμένειν, αὐτοὶ πρέσβεις περὶ ἡμῶν πρὸς τὴν οἴκοι βουλὴν κατέστησαν· ἃ μηδεὶς ἂν ἡμῶν ἐθάρρησεν αἰτῆσαι, ταῦτʼ ἀξιοῦντες ψηφίσασθαι. ἆρʼ οὐχ ἅπας μὲν θρῆνος τούτοις ἐξαλήλιπται καὶ μνήμη πᾶσα τῶν τε ἰδίων ἑκάστῳ καὶ τῶν κοινῶν δυσχερῶν, ἀντεισῆκται δὲ εὐφροσύνη μετʼ εὐφημίας καὶ τοῦ ζῆν ἐπιθυμία νῦν, εἴπερ ποτὲ, ἐπὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ χάριτες πρέπουσαι τοῖς θεοῖς, τοῖς βασιλεῦσι, τῷ δεξαμένῳ τὰ τῶν κορυφαίων πολιτεύματα χορῷ ἀσμένῳ καὶ μνησθέντι τῆς Σμύρνης ἃ προσῆκεν; ἄξιον τοίνυν, ὦ ἄνδρες Ἕλληνες, καὶ τοῦ καθʼ ὑμᾶς τοὺς ὁμοφύλους ἤδη μέρους μνησθῆναι, ὡς τούτοις τε ἀκολούθως διετέθητε καὶ τὴν εὔνοιαν ἣν εἴχετε ἐκ παντὸς χρόνου τῇ πόλει, σαφέστατα ἐπεδείξασθε. μάθοι δʼ ἄν τις ἐπισκεψάμενος τὰ τῆς πρώτης καὶ πρεσβυτάτης τῶν Ἑλληνίδων πόλεως, λέγω δὲ τῆς Ἀθηναίων, πῶς ἔσχε παρὰ τὰς συμφοράς. καὶ οὐ καθαιρεῖν ἐκείνην ἀξιῶν λέγω ταῦτα, μήποτε σφόδρα οὕτω γενοίμην φιλόπολις, ἀλλʼ ἅμα τούς τε πολίτας παραμυθεῖσθαι βουλόμενος καὶ τοῖς παροῦσιν ἐνδείξασθαι ὅτι τῇ πόλει διὰ πάντων καιρῶν εὖ πράττειν ἐπιχώριον καὶ τῆς ἀγαπητῆς μοίρας ὡσπερεὶ κλῆρος ἐστίν. ἐκείνοις τοίνυν στερηθεῖσι μὲν τῶν νεῶν, στερηθεῖσι δὲ τῶν τειχῶν καὶ τῆς ἀρχῆς ὅλης καὶ προελθοῦσιν εἰς τοῦτο ὥστε τὸν δῆμον φυγάδα ἀναγκασθῆναι τῆς πατρίδος γενέσθαι· τὰ γὰρ ἐν μέσῳ τοσαῦτα σιωπήσομαι· ἀλλʼ οὕτω γε πράξασι, πλὴν Φαρσάλου τε καὶ Ἄργους καὶ Θηβῶν, οὐδένες οὔτε μείζονα οὔτε ἐλάττονα ἀπεμνημόνευσαν χάριν τῶν ἐκ τοῦ παντὸς αἰῶνος εὐεργεσιῶν· οὐδʼ ὅτι τοῦ γένους ἔρεισμα ἡ πόλις ᾔδετο. οὗτοι δὲ οὓς εἶπον τούς τε φεύγοντας δεξάμενοι καὶ τοῖς ἐξαιτοῦσιν ἀντισχόντες ταύτην δὴ χάριν τῇ πάντα ὑπερφερούσῃ πόλει κατέθεντο, παρʼ ᾗ τὴν ἀγαθὴν ἱδρῦσθαι τύχην αἱ μαντεῖαι λέγουσι. φέρε δὴ καὶ τὰ τῆς ἡμετέρας πόλεως ἐπισκεψώμεθα, μή πη τῶν ἐραστῶν αὐτῆς αἰσχυνθῆναί τῳ προσῆκεν· ἣ μέχρι μὲν τούτων τῶν χρόνων οἷον πόλεως παράδειγμα κάλλους εἱστήκει, χειρουμένη μὲν εὐθὺς ἐξ ὄψεως τούς τε ἀπὸ γῆς καὶ τοὺς ἐκ θαλάττης καταίροντας, παρελθοῦσι δὲ εἴσω τὰ κάλλιστα ἀποφαίνουσα καὶ παρασκευάζουσα ὧν οὔτʼ ὀφθαλμῶν κόρον ἦν λαβεῖν οὔτε χρόνου διατριβῆς· ἃ νῦν ἀπέραντον ἂν εἴη καταλέγειν. ἐπεὶ δὲ καὶ τῆς ἑτέρας ἔδει μερίδος πεῖραν λαβεῖν, ἃ μὲν τοῖς ἄρχουσιν ἐπῆλθε σπουδάσαι, διήλθομεν ἀρτίως· ἀλλʼ ἐν ὑμῖν τοῖς ὁμοτίμοις τί τῶν ἁπάντων οὐκ ἐγένετο; οὐ κατὰ πόλεις τε ὀδυρμοὶ κἀν τοῖς κοινοῖς συνεδρίοις βοώντων τὰ μήκιστα καὶ ποθούντων ἐν πατρίδος μοίρᾳ τὴν πόλιν, πανηγύρεις τε διαλύειν ἀξιούντων καὶ ῥητορευόντων εἰς αὐτὴν, ὡς ἕκαστος εἶχε δυνάμεως; ὥσπερ γὰρ κοινοῦ πτώματος τῆς Ἀσίας γεγενημένου, οὕτω τὰς γνώμας εἴχετε. ἀλλὰ μὴν τά γε τῆς ἐπὶ τῶν ἔργων αὐτῶν ἐπικουρίας τίς πω μέχρι τοῦδε μέμνηται ἐν Ἕλλησι γενόμενα; ἀγοραὶ μὲν ἁπανταχόθεν τοῖς κατὰ χώραν μένουσιν, ἐκ γῆς καὶ θαλάττης εἰσαφικνούμεναι, ἅμιλλα δὲ καὶ σπουδὴ τῶν ἑκατέρωθεν μεγίστων πόλεων, καλούντων τε ὡς αὑτοὺς καὶ