θάλαττα ὑπήκοος, ἐκ πατέρων τε καὶ ἐξ ὧν αὐτοὶ προσεκτήσαντο· σοφίας δὲ καὶ δικαιοσύνης καὶ ἀληθείας καὶ χρηστότητος οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον τῆς ἐν τοῖς ὅπλοις ἰσχύος περίεστι. τίς γὰρ οὕτως ἔξω στηλῶν Ἡρακλέους ἢ τίς ὑπὲρ τὸν Καύκασον, ὥστʼ ἀνήκοος τῆς τούτων φιλανθρωπίας καὶ μεγαλοψυχίας εἶναι; οἳ καὶ τὸ τῆς Σμύρνης ὄνομα οὐ περιεῖδον ἐν μύθου τάξει γενόμενον, ἀλλʼ ἀπορροήν τινα τῆς αὑτῶν τύχης ἀφεῖσαν εἰς αὐτὴν, καὶ παρέσχον οὐ τὸ πτῶμα θρηνεῖν, ἀλλὰ συνοικία ἑορτάζειν. Ἀλεξάνδρου μὲν οὖν ὕπνος ᾁδεται, προοίμιον τῆς κατοικίσεως ἔχων· οἱ δὲ τοσαύτην ἄρα τὴν ἐγρήγορσιν παρέσχοντο, ὥστʼ ἔφθησαν ἡμᾶς ἀνιστάντες, πρὶν ἐξελθεῖν τὸν ἐροῦντα πρὸς αὐτοὺς ἃ πεπόνθαμεν. ὀργάνοις δὲ θειοτάτοις ἅμα καὶ λαμπροτάτοις ἐχρήσαντο, λόγοις μὲν παραμυθησάμενοι καὶ δείξαντες, ὅ ποτε Ἡσίοδος ἐμαντεύσατο, ὅσον τι χρῆμα ἡ μουσικὴ τῇ βασιλικῇ προσγενομένη χορηγίαν δὲ πᾶσαν παρασχόμενοι πρός τε τὴν τῶν συμβεβηκότων θεραπείαν καὶ προσέτι ἑτέρων κόσμων περιβολήν. καὶ οὐδὲ ταῦτʼ ἀπέχρησεν, ἀλλʼ ὥσπερ ἐν αὐτῇ τῇ πόλει πολιτευόμενοι χρημάτων τε πόρους ἀπεδείκνυσαν καὶ τοὺς φιλοτιμησομένους ὑπʼ ἐλπίδων ἐκήλουν καὶ εἰς χειρῶν βοήθειαν ἐκάλουν καὶ ἐπηγγέλλοντο βουλομένους, οὐκ ἐθέλοντας δὲ οὐκ ἐνοχλήσειν, κἂν αὐτίκα πρὸς τούτοις ἕτερόν τι βουλώμεθα, λέγειν ἐκέλευον, ὡς χαριούμενοι. ὥστʼ ἐμοὶ μὲν οὐδὲ σύμπαντα τὰ ἐξ ἀνθρώπων χρήματα ἀντάξια τῆς συνεχείας ταύτης εἶναι δοκεῖ· πεποίηκε γὰρ, εἰ θέμις εἰπεῖν, συνενεγκεῖν τῇ πόλει τὸν σεισμόν. πρὶν μὲν γὰρ ἐν τούτῳ γενέσθαι τύχης οὔπω δῆλον ἦν εἰς ὅσον τιμᾶται οὐδὲ ὅπως δέοι πρὸς αὐτὴν ἔχειν τοὺς ἄλλους, νῦν δὲ τὸ τοῦ Θεμιστοκλέους ἔξεστιν εἰπεῖν, εἰ δὴ τοῦτό γε πιστευτέον κατʼ ἐκείνου, ὡς ἐπὶ ταῖς δωρεαῖς ταῖς παρὰ τοῦ Πέρσου γενομέναις αὐτῷ φθέγξαιτό τι τοιοῦτον πρὸς τοὺς παῖδας, ὅτι