ἐμοὶ δὲ, ὦ ἄνδρες Ἕλληνες, συνέβη ταυτὸν ὅπερ τοῖς ἐν ταῖς τραγῳδίαις μέχρι πολλοῦ σιωπῶσιν, ἔπειτα καιροῦ παρασχόντος φθεγξαμένοις ἢ πρὸς χορὸν, ἢ πρὸς ὁντιναδήποτε. πάντα γὰρ τὸν ἄνω χρόνον κατασχὼν ἐμαυτὸν ἐξ οὗ ταῦθʼ ἃ σύνιστε ἐγένετο, καὶ οὔτε πρὸς παραμυθίαν τῶν πολιτῶν ὁρμήσας οὔτʼ ἄλλο πράξας οὐδὲν ἀλλʼ ἢ τοῖς προστάταις ὅσα καιρὸς ἦν ἐπιστείλας καὶ τἀκεῖθεν ἀποσκοπῶν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ οἱ θεῶν γνώμῃ βασιλεῖς ἡμῖν αὐτοί τε κυβερνώμενοι καὶ τὰ τῶν ἀνθρώπων ἄγοντες πράγματα τὴν ἀλλοτρίαν τῆς πόλεως ἀπωσάμενοι τύχην τὴν χρηστὴν καὶ πάλαι προσήκουσαν ἀντεισήγαγον, οἶμαί τι κἂν αὐτὸς ἐν καιρῷ τυχεῖν εἰπών. εἰ μὲν οὖν ἐξῆν ἐμοὶ κινεῖσθαι ὅποι βούλομαι, παρὼν ἂν ὑμῖν διελεγόμην· κατέχοντος δὲ τοῦ σωτῆρος ἡ διὰ τῶν γραμμάτων ὁμιλία κατελείπετο. καὶ τοῦτʼ εἰ μέν ἐστιν εἰς παράδειγμα ἀνενεγκεῖν, οὐ χρὴ θαυμάσαι· εἰ δʼ ἄλλῳ μὲν οὐδενί πω μέχρι τούτου πέπρακται, προσήκει δὲ ἡμῖν, οὐκ ὀρθῶς ἔχει νεμεσῆσαι. ἡνίκα μὲν οὖν τὰ συμβάντα ἐπυθόμην, —οὐ γὰρ παρών γε ἔτυχον, ἀλλʼ ἔφθην προεξελθὼν, ὅτου δὲ γνώμῃ λογίζεσθε—μονῳδίας τινὰς ᾖδον, ἕως ἔλαθον λόγους τινὰς σωθεὶς ὑπὸ τοῦ πάθους. οὐδὲ γὰρ ἦν ἄλλως ἀνταρκέσαι, μὴ τούτοις ἐφέντα ἑαυτόν. νῦν δʼ ὥρα μοι τὸν Στησίχορον μιμήσασθαι τῇ παλινῳδίᾳ, καὶ μὴ τότε ἀβούλητα ᾁδοντα τἀκ τῶν εὐχῶν νυνὶ σιωπῆσαι. τοσοῦτον δὲ τοῦ Στησιχόρου διοίσειν μοι δοκῶ, ὁ μὲν γὰρ ἀνθʼ ὧν κακῶς εἶπε τὴν Ἑλένην, ἀντὶ τούτων ὕμνησε τὰ δεύτερα, ἐγὼ δὲ ἃ τηνικαῦτα ἐκόσμουν ὀδυρόμενος, ταῦτα νῦν ἐπὶ τοῦ γεγηθέναι κοσμήσω, καθαρὰν ὀδυρμοῦ τὴν εὐφημίαν παρεχόμενος. ἡμῖν γὰρ, ὦ ἄνδρες Ἕλληνες, πταῖσαι μὲν συνέβη κατὰ τὴν κοινὴν ἀνθρώπων τύχην, ἣν οὐχ οἷόν τε ἀμοίρους κακῶν εἰς τέλος διεξελθεῖν, ἀναφέρειν δὲ τῇ τῆς πόλεως τύχῃ, διʼ ἣν οὐδενὸς τῶν καλῶν ἄμοιρος πώποτε ἐγένετο. γνοίη δʼ ἄν τις καὶ τῷ χρόνῳ τεκμαιρόμενος. τὸ γὰρ ἡνίκʼ ἔμελλεν οὐ πεσοῦσα κείσεσθαι, οὐδʼ ἀνθρώπου τελευτῇ παραπλησίως πράξειν, ὥσπερ ἄλλαι τινὲς ἤδη πρότερον πόλεις, ἀλλʼ ἐπὶ κρειττόνων κρηπίδων ἀναστήσεσθαι, τηνικαῦτα ὑπολισθεῖν, πῶς οὐκ εὐτυχίας μέρει προσθείη τις ἂν εὖ φρονῶν; συζυγίαν δὲ, ὡς ἔοικεν, ὁ δαίμων ἐσκέψατο. τοῖς τε γὰρ πάντα ἀρίστοις βασιλεῦσι καὶ πάσας πόλεις ὑφʼ ἑαυτοῖς ἔχουσι τὴν καλλίστην οἰκίσαι φιλοτιμίαν εἶχε, τῇ τε πόλει τὸ διὰ τούτων ἀνεγερθῆναι καὶ τοιούτους ἀρχηγέτας ἐπιγράψασθαι τὴν συμφορὰν εἰς εὐπραξίαν μετέβαλε. πρότερον μὲν γὰρ Θησέα καὶ Ἀλέξανδρον ᾔδομεν, τὸν μὲν τῶν ἐν Ἕλλησιν, οἶμαι, φιλανθρωπότατον, τὸν δὲ συμπάντων βασιλέων μάλιστα δὴ θαυμασθέντα τῆς εἰς τοὺς πολέμους τόλμης ἕνεκα. νῦν δʼ ἔτι λαμπροτέρους καὶ μείζονας οἰκιστὰς προσελάβομεν· οἷς πᾶσα μὲν γῆ καὶ θάλαττα ὑπήκοος, ἐκ πατέρων τε καὶ ἐξ ὧν αὐτοὶ προσεκτήσαντο· σοφίας δὲ καὶ δικαιοσύνης καὶ ἀληθείας καὶ χρηστότητος οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον τῆς ἐν τοῖς ὅπλοις ἰσχύος περίεστι. τίς γὰρ οὕτως ἔξω στηλῶν Ἡρακλέους ἢ τίς ὑπὲρ τὸν Καύκασον, ὥστʼ ἀνήκοος τῆς τούτων φιλανθρωπίας καὶ μεγαλοψυχίας εἶναι; οἳ καὶ τὸ τῆς Σμύρνης ὄνομα οὐ περιεῖδον ἐν μύθου τάξει γενόμενον, ἀλλʼ ἀπορροήν τινα τῆς αὑτῶν τύχης ἀφεῖσαν εἰς αὐτὴν, καὶ παρέσχον οὐ τὸ πτῶμα θρηνεῖν, ἀλλὰ συνοικία ἑορτάζειν. Ἀλεξάνδρου μὲν οὖν ὕπνος ᾁδεται, προοίμιον τῆς κατοικίσεως ἔχων· οἱ δὲ τοσαύτην ἄρα τὴν ἐγρήγορσιν παρέσχοντο, ὥστʼ ἔφθησαν ἡμᾶς ἀνιστάντες, πρὶν ἐξελθεῖν τὸν ἐροῦντα πρὸς αὐτοὺς ἃ πεπόνθαμεν. ὀργάνοις δὲ θειοτάτοις ἅμα καὶ λαμπροτάτοις ἐχρήσαντο, λόγοις μὲν παραμυθησάμενοι καὶ δείξαντες, ὅ ποτε Ἡσίοδος ἐμαντεύσατο, ὅσον τι χρῆμα ἡ μουσικὴ τῇ βασιλικῇ προσγενομένη χορηγίαν δὲ πᾶσαν παρασχόμενοι πρός τε τὴν τῶν συμβεβηκότων θεραπείαν καὶ προσέτι ἑτέρων κόσμων περιβολήν. καὶ οὐδὲ ταῦτʼ ἀπέχρησεν, ἀλλʼ ὥσπερ ἐν αὐτῇ τῇ πόλει πολιτευόμενοι χρημάτων τε πόρους ἀπεδείκνυσαν καὶ τοὺς φιλοτιμησομένους ὑπʼ ἐλπίδων ἐκήλουν καὶ εἰς χειρῶν βοήθειαν ἐκάλουν καὶ ἐπηγγέλλοντο βουλομένους, οὐκ ἐθέλοντας δὲ οὐκ ἐνοχλήσειν, κἂν αὐτίκα πρὸς τούτοις ἕτερόν τι βουλώμεθα, λέγειν ἐκέλευον, ὡς χαριούμενοι. ὥστʼ ἐμοὶ μὲν οὐδὲ σύμπαντα τὰ ἐξ ἀνθρώπων χρήματα ἀντάξια τῆς συνεχείας ταύτης εἶναι δοκεῖ· πεποίηκε γὰρ, εἰ θέμις εἰπεῖν, συνενεγκεῖν τῇ πόλει τὸν σεισμόν. πρὶν μὲν γὰρ ἐν τούτῳ γενέσθαι τύχης οὔπω δῆλον ἦν εἰς ὅσον τιμᾶται οὐδὲ ὅπως δέοι πρὸς αὐτὴν ἔχειν τοὺς ἄλλους, νῦν δὲ τὸ τοῦ Θεμιστοκλέους ἔξεστιν εἰπεῖν, εἰ δὴ τοῦτό γε πιστευτέον κατʼ ἐκείνου, ὡς ἐπὶ ταῖς δωρεαῖς ταῖς παρὰ τοῦ Πέρσου γενομέναις αὐτῷ φθέγξαιτό τι τοιοῦτον πρὸς τοὺς παῖδας, ὅτι νῦν ἄρα ἐσώθησαν, ἡνίκα ἀπωλώλεσαν. ἀλλʼ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν· ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα. ἆρʼ οὐ ταῦτα χρὴ φάναι τῆς ἐκείνων ἀηττήτου καὶ τῆς ἀγαθῆς τῆς πόλεως τύχης εἶναι, τοῖς μὲν ἐξ ὧν οἰκίζουσί τε καὶ πράττουσι, τῇ δʼ ἐξ ὧν οἰκίζεται μνήμην ἀθάνατον ποριζούσης; οἵ γε τοσαύτην ἔσχον ὑπερβολὴν, ὥστʼ οὐδὲ τοσοῦτον ἀρκεῖν ὑπέλαβον, αὐτεπάγγελτοι πρὸς τὸν οἰκισμὸν ὁρμῆσαι, ἀλλʼ ἀντὶ τοῦ πρέσβεις παρʼ ἡμῶν ἀναμένειν, αὐτοὶ πρέσβεις περὶ ἡμῶν πρὸς τὴν οἴκοι βουλὴν κατέστησαν· ἃ μηδεὶς ἂν ἡμῶν ἐθάρρησεν αἰτῆσαι, ταῦτʼ ἀξιοῦντες ψηφίσασθαι. ἆρʼ οὐχ ἅπας μὲν θρῆνος τούτοις ἐξαλήλιπται καὶ μνήμη πᾶσα τῶν τε ἰδίων ἑκάστῳ καὶ τῶν κοινῶν δυσχερῶν, ἀντεισῆκται δὲ εὐφροσύνη μετʼ εὐφημίας καὶ τοῦ ζῆν ἐπιθυμία νῦν, εἴπερ ποτὲ, ἐπὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ χάριτες πρέπουσαι τοῖς θεοῖς, τοῖς βασιλεῦσι, τῷ δεξαμένῳ τὰ τῶν κορυφαίων πολιτεύματα χορῷ ἀσμένῳ καὶ μνησθέντι τῆς Σμύρνης ἃ προσῆκεν; ἄξιον τοίνυν, ὦ ἄνδρες Ἕλληνες, καὶ τοῦ καθʼ ὑμᾶς τοὺς ὁμοφύλους ἤδη μέρους μνησθῆναι, ὡς τούτοις τε ἀκολούθως διετέθητε καὶ τὴν εὔνοιαν ἣν εἴχετε ἐκ παντὸς χρόνου τῇ πόλει, σαφέστατα ἐπεδείξασθε. μάθοι δʼ ἄν τις ἐπισκεψάμενος τὰ τῆς πρώτης καὶ πρεσβυτάτης τῶν Ἑλληνίδων πόλεως, λέγω δὲ τῆς Ἀθηναίων, πῶς ἔσχε παρὰ τὰς συμφοράς. καὶ οὐ καθαιρεῖν ἐκείνην ἀξιῶν λέγω ταῦτα, μήποτε σφόδρα οὕτω γενοίμην φιλόπολις, ἀλλʼ ἅμα τούς τε πολίτας παραμυθεῖσθαι βουλόμενος καὶ τοῖς παροῦσιν ἐνδείξασθαι ὅτι τῇ πόλει διὰ πάντων καιρῶν εὖ πράττειν ἐπιχώριον καὶ τῆς ἀγαπητῆς μοίρας ὡσπερεὶ κλῆρος ἐστίν. ἐκείνοις τοίνυν στερηθεῖσι μὲν τῶν νεῶν, στερηθεῖσι δὲ τῶν τειχῶν καὶ τῆς ἀρχῆς ὅλης καὶ προελθοῦσιν εἰς τοῦτο ὥστε τὸν δῆμον φυγάδα ἀναγκασθῆναι τῆς πατρίδος γενέσθαι· τὰ γὰρ ἐν μέσῳ τοσαῦτα σιωπήσομαι· ἀλλʼ οὕτω γε πράξασι, πλὴν Φαρσάλου τε καὶ Ἄργους καὶ Θηβῶν, οὐδένες οὔτε μείζονα οὔτε ἐλάττονα ἀπεμνημόνευσαν χάριν τῶν ἐκ τοῦ παντὸς αἰῶνος εὐεργεσιῶν· οὐδʼ ὅτι τοῦ γένους ἔρεισμα ἡ πόλις ᾔδετο. οὗτοι δὲ οὓς εἶπον τούς τε φεύγοντας δεξάμενοι καὶ τοῖς ἐξαιτοῦσιν ἀντισχόντες ταύτην δὴ χάριν τῇ πάντα ὑπερφερούσῃ πόλει κατέθεντο, παρʼ ᾗ τὴν ἀγαθὴν ἱδρῦσθαι τύχην αἱ μαντεῖαι λέγουσι. φέρε δὴ καὶ τὰ τῆς ἡμετέρας πόλεως ἐπισκεψώμεθα, μή πη τῶν ἐραστῶν αὐτῆς αἰσχυνθῆναί τῳ προσῆκεν· ἣ μέχρι μὲν τούτων τῶν χρόνων οἷον πόλεως παράδειγμα κάλλους εἱστήκει, χειρουμένη μὲν εὐθὺς ἐξ ὄψεως τούς τε ἀπὸ γῆς καὶ τοὺς ἐκ θαλάττης καταίροντας, παρελθοῦσι δὲ εἴσω τὰ κάλλιστα ἀποφαίνουσα καὶ παρασκευάζουσα ὧν οὔτʼ ὀφθαλμῶν κόρον ἦν λαβεῖν οὔτε χρόνου διατριβῆς· ἃ νῦν ἀπέραντον ἂν εἴη καταλέγειν. ἐπεὶ δὲ καὶ τῆς ἑτέρας ἔδει μερίδος πεῖραν λαβεῖν, ἃ μὲν τοῖς ἄρχουσιν ἐπῆλθε σπουδάσαι, διήλθομεν ἀρτίως· ἀλλʼ ἐν ὑμῖν τοῖς ὁμοτίμοις τί τῶν ἁπάντων οὐκ ἐγένετο; οὐ κατὰ πόλεις τε ὀδυρμοὶ κἀν τοῖς κοινοῖς συνεδρίοις βοώντων τὰ μήκιστα καὶ ποθούντων ἐν πατρίδος μοίρᾳ τὴν πόλιν, πανηγύρεις τε διαλύειν ἀξιούντων καὶ ῥητορευόντων εἰς αὐτὴν, ὡς ἕκαστος εἶχε δυνάμεως; ὥσπερ γὰρ κοινοῦ πτώματος τῆς Ἀσίας γεγενημένου, οὕτω τὰς γνώμας εἴχετε. ἀλλὰ μὴν τά γε τῆς ἐπὶ τῶν ἔργων αὐτῶν ἐπικουρίας τίς πω μέχρι τοῦδε μέμνηται ἐν Ἕλλησι γενόμενα; ἀγοραὶ μὲν ἁπανταχόθεν τοῖς κατὰ χώραν μένουσιν, ἐκ γῆς καὶ θαλάττης εἰσαφικνούμεναι, ἅμιλλα δὲ καὶ σπουδὴ τῶν ἑκατέρωθεν μεγίστων πόλεων, καλούντων τε ὡς αὑτοὺς καὶ