βασιλεῦσι συγχαίρειν τε καὶ συνεύχεσθαι, μακαρίζειν δʼ αὑτοὺς τοῦ χρόνου, καὶ πρὸς τῷ μακαρίζειν ἀπολαύειν τῆς ἀρχῆς τὰ γιγνόμενα. καλοὶ μὲν γὰρ καὶ οἱ τῶν οἰκοδομημάτων οὗτοι κόσμοι καὶ θαυμαστῶς πιθανοὶ τοῖς πλήθεσιν, ἀλλʼ ἐκεῖνο ἤδη τέλειον καὶ θεοῦ τινος ὡς ἀληθῶς δωρεὰ, ὅταν ἀμφότεροι συνᾴδωσιν οἱ κόσμοι, οἵ τε ἐν ταῖς ψυχαῖς καὶ οἱ τῶν οἰκοδομημάτων. ὥσπερ γὰρ ἐν τούτοις τὰς ἁρμονίας ἐπαινοῦμεν καὶ τὸ σώζειν ἕκαστα τὴν γιγνομένην τάξιν πρὸς ἄλληλα, οὕτω καὶ ζῆν εἰς κάλλος τοῦτʼ εἶναι χρὴ δοκεῖν, ὅταν ἁρμονία καὶ τάξις διὰ πάντων κρατῇ. οὗτος ὁ τῶν πόλεων ὡς ἀληθῶς κόσμος οἰκεῖος, οὗτος καὶ ἄνδρα ἰδίᾳ καὶ πόλιν σώζει, τοῦτον οὐδὲν δεῖ πρίασθαι χρημάτων δαπάνης οὐδὲ χρόνων τριβῆς οὐδʼ ὑπηρετῶν, οὐδὲ μηχανήματα ἱστάντας πραγματεύεσθαι, ἀλλʼ αὐτόν τινα ἕκαστον ἑαυτὸν δεῖ πεῖσαι προελέσθαι τὰ βελτίω. καὶ μὴ θαυμάσητε εἰ μηδὲν ἔχων ἐπιτιμᾶν εἶτα παραινεῖν ἀξιῶ, μηδὲ τῶν ἐπʼ αἰτίᾳ παριόντων μόνον τὴν παραίνεσιν εἶναι νομίσητε. ἀλλʼ ἐστὶ καὶ τοῖς ἐπαινοῦσι προσήκουσα· δῆλον δὲ ἐκ τοῦ παλαιοῦ τοῦ περὶ τῶν δρομέων θρυλουμένου λόγου. οὐδεὶς γὰρ ὡς ἔπος εἰπεῖν προτρέπει τοὺς ὑστάτους αὐτῶν οὐδὲ τοὺς ὅλως ἀπολειπομένους, ἀλλʼ οὓς ἂν ἐγγὺς ὄντας τῆς νίκης ὁρᾷ. οἶμαι δὲ καὶ τοὺς στρατηγοὺς τοὺς παρακλητικοὺς τῶν λόγων οὐ πρὸς τούτους ἀναλίσκειν τῶν στρατιωτῶν οἷς ἂν ταυτὸν ᾖ πολλά τε καὶ μηδὲν εἰπεῖν, ἀλλʼ οἷς ἂν εἰς δέον μέλλῃ μάλιστα γίγνεσθαι. ὣς δὲ καὶ ἡμεῖς νῦν οὐδὲν ποικίλον οὐδὲ σοφὸν λέγομεν πρὸς ὑμᾶς, ἀλλὰ σχεδὸν ταῦθʼ ἃ ποιεῖτε καὶ ἐν οἷς τέτραφθε, ταῦτα δʼ ἐστὶν ἀρχόντων αἰδὼς, νόμων τιμὴ, ταὐτὰ φρονεῖν, ἀεὶ μὲν δή ποτε εὐδοκιμοῦν πρᾶγμα, τοῖς δὲ παροῦσι καιροῖς καὶ σφόδρα συμβαῖνον. νῦν χρὴ πάσας τὰς πόλεις ἀδελφὰς ἀλλήλαις ὑπολαμβάνειν, νῦν στάσεις μὲν καὶ ταραχὰς καὶ φιλονεικίας καὶ τὸ μικρολογεῖσθαι περὶ τῶν ματαίων ἐκποδὼν ἀνελεῖν, νομίσαντας θηρίων εἶναι νοσήματα ταῦτα κἀκείνοις αὐτὰ παρεῖναι δεῖν, εἰρήνην δὲ ἀληθινὴν καὶ φιλίαν ἄδολον καὶ δικαιοσύνην καὶ τὴν διὰ πάντων εἰ οἷόν τε κοινωνίαν μέγιστον κερδῶν ὑπολαβεῖν, ἐν μὲν ταῖς ἐπιμιξίαις ταῖς παρʼ ἀλλήλους τοῦτο δὴ τὸ πάλαι λεχθὲν ἐπισταμένους, ξένους εἶναι, ἐν δὲ ταῖς τῶν ξένων ὑποδοχαῖς ἐλάττω τῆς ἐξουσίας ποιοῦντας, εἰδότας ἔστιν οὗ καὶ ἧτταν νίκης εὐσχημονεστέραν οὖσαν καὶ πλείονος ἀξίαν. ταῦτα γὰρ ἐξ ἀρχῆς τὰ κράτιστα καὶ τοῖς παροῦσι καιροῖς προσήκοντα καὶ παρʼ αὑτῶν εὐθὺς οἴκοθεν τὴν ὠφέλειαν ἔχοντα καὶ πρὸς τὴν παρὰ τῶν βασιλέων τιμὴν θαυμαστὸν ὅσον διαφέροντα. ὡς οὐκ ἔστιν ὅπως ἂν μᾶλλον αὐτοῖς χαρίζοισθε ἢ οὕτως δρῶντες, ἢ ὅπως ἂν μᾶλλον παρʼ αὐτῶν ὑμῖν ἃ βούλεσθε γίγνοιτο ἢ εἰ παρέχοιτε ὑμᾶς αὐτοὺς ὁποίους ἂν ἐκεῖνοι μάλιστα βούλοιντο. σχεδὸν δὲ, ὥσπερ ἔφην, οὐδὲν ἀλλοῖον ὧν ποιεῖτε παρῄνεσα, ἀλλʼ ὥσπερ τὸν νεὼν ἐπῄνεσα βλέψας εἰς αὐτὸν καὶ οὐδὲν οἴκοθεν εὑρὼν, οὕτω καὶ νῦν ἴδιον μὲν οὐδὲν οὔτε εὕρηκα οὔτʼ εἴρηκα, ἃ δὲ ὁρῶ ποιοῦντας, ταῦτʼ ἐπῄνεσα καὶ ταῦτʼ ἀγαθοῦ χάριν τοῦ συμβόλου, ὅπως μηδὲν ἐλλείποι τῷ λόγῳ τῶν προσηκόντων παρεῖναι. τοσαῦτα καὶ ἡμεῖς ὑμῖν εἰς τὴν πανήγυριν ὡς ἐκ τοῦ παραχρῆμα συμβαλλόμεθα, καὶ ἴσως μετρίως ἔχει.