<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" n="244"><p>παῖδες κατʼ εὐχὴν ἐγένοντο. πρέποντα δέ μοι δοκοῦσι καὶ τῷ τύπῳ τῆς πολιτείας διανοηθῆναι· μόνη γὰρ αὕτη πόλεων μετέβαλε τὸν νόμον. οἱ μὲν γὰρ ἄλλοι πάντες καὶ Ἕλληνες καὶ βάρβαροι ὅσοι κατὰ μικρὸν δυναστείας προσήψαντο, ἓν τοῦτο ἐσκέψαντο, ὅπως μηδεὶς τῶν αὐτῶν ἀπολαύσεται, ἀλλʼ ὡς οἷόν τε μάλιστα ἅπαντες ἀπελαθήσονται. μόνοι δὲ πάντων οὗτοι κοινὰ τἀγαθὰ προὔθεσαν εἰς μέσον, ὥσπερ ἆθλα τοῖς βελτίστοις, καὶ οὔτε Εὐρώπην ἢ Ἀσίαν ἢ Λιβύην οἰκεῖν διαφέρει οὔτε ἔστιν ὅρος διείργων οὐδεὶς, οὐ Τάναϊς, οὐ λίμνη Μαιῶτις, οὐκ Ἀτλαντὶς νῆσος, οὐχ ὅ τι εἴποι τις, ἀλλὰ πάντες ἄνθρωποι καὶ <pb xml:id="v.1.p.396"/>  πάντα γένη προσήκει τῇ πόλει, καὶ πᾶσιν ἔξεστιν ἄρχειν τὰ γιγνόμενα. ὥσπερ οὖν τῶν ἐν μέρει κοινὴν τὴν μετουσίαν ἅπασι καταστησαμένους ᾔδεσαν τοὺς προγόνους τοῖς ἀξίοις, οὕτως αὐτοὶ πλεῖστον ὑπερφέροντες ἁπάντων εἰς ἀρετὴν κοινὴν τὴν ἀρχὴν τῶν ὅλων ἐποιήσαντο. καὶ τό γε ἥδιστον τῆς ἐπινοίας, ὥσπερ γὰρ πρότερον τοὺς κατʼ ἐνιαυτὸν ἄρχοντας κατὰ συζυγίαν παρείχοντο ὀνομάζειν τοῖς ἔξω, οὕτω νῦν τοὺς διηνεκεῖς ἔξεστιν ὁμοῦ πατρόθεν τε καὶ σὺν ἀλλήλοις ὀνομάζειν. οὕτως καὶ τῆς πάσης πολιτείας ἀκόλουθα ἐσκέψαντο καὶ τὴν ὑπερβολὴν ἐλπίδος κρείττω παρέσχοντο. καὶ μὴν Ὅμηρος μὲν ἔφη που σεμνύνων τοὺς βασιλέας <quote rend="blockquote">θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων· </quote> οἱ δὲ οὐ θυμοῦ ῥώμην οὐδὲ ὀργῆς ἀμετρίαν τὰ ἐπίσημα τῆς ἀρχῆς ἐποιήσαντο, ἀλλὰ φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα εἰσηνέγκαντο, καὶ τῷ ὄντι ἐδήλωσαν τὴν τροφὴν θείαν οὖσαν ἑαυτῶν. ὁ γοῦν λογισμὸς αὐτῶν θεῖος καὶ ὡς ἀληθῶς ἄνωθεν ἔχων τὸ παράδειγμα καὶ πρὸς ἐκείνην ὁρῶν τὴν πολιτείαν, εἰ δεῖ κεφάλαιον εἰπεῖν· ἐπεὶ καὶ θεοὺς αὐτοὺς καὶ τὸν σύμπαντα δὴ κόσμον τε καὶ οὐρανὸν φιλίαν καὶ κοινωνίαν φασὶν εἶναι τὴν συνέχουσαν, καὶ διὰ τούτων τὸν ἀεὶ χρόνον ἀσφαλῶς ἅπαντα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" n="245"><p>πορεύεσθαι, φθόνον δὲ καὶ δυσμένειαν ἐν θεῶν οἴκοις οὐδʼ ἐν ἤθεσιν οὔτε εἶναί ποτε οὔτε γίγνεσθαι.</p><p rend="align(indent)">οἱ μὲν τοίνυν χαρακώματα καὶ τείχη προσλαμβάνοντες μικροῖς τισι καὶ θνητοῖς ὡς ἀληθῶς ἐπαύξουσι τὰς ἀρχὰς, οἱ δὲ ἀρετῆς καὶ δικαιοσύνης καὶ φιλίας, οὕτω λαμπρὰ καὶ θαυμαστὰ πᾶσιν ἐξενεγκόντες ὁρᾶν παραδείγματα, οὗτοι τὴν νίκην ὡς ἀληθῶς ἐκ θεῶν κέκτηνται, <pb xml:id="v.1.p.397"/>  οὗτοι τῷ ἀθανάτῳ στεφάνῳ κεκόσμηνται, τούτους καὶ θεῶν φίλους ὥσπερ ἀλλήλων εἰκὸς εἶναι καὶ ἀνθρώπων εὐεργέτας καθαρῶς νομίζεσθαι. ὥσπερ γὰρ οἱ γράφειν ἀγαθοὶ διὰ τῶν πινάκων τῶν ὑπὲρ κορυφῆς μεθʼ ὑπερβολῆς δεικνύουσι τὰ γράμματα ὡς μέγιστα καὶ ὡς κάλλιστα γραφόμενοι τοῖς παισὶ μιμεῖσθαι τὸ εἰς δύναμιν τὴν ἑαυτῶν, οὕτως οὗτοι τὰ κάλλιστα τῶν ἐν ἀνθρώποις διὰ τοῦ μεγίστου τῶν παραδειγμάτων ἐξέφηναν, ὥστʼ ἔχειν ἕκαστον εἰς δύναμιν εἶναι μιμεῖσθαι καὶ καθάπερ διδασκάλων τῶν βασιλέων ἀπολαύειν εἰς τὰ αὑτῶν πράγματα. ποῖαι ταῦτα Σεσώστριδος στῆλαι δύναιντʼ ἂν ὑπερβαλέσθαι, ἃς ἐκεῖνος ἐπʼ ἀμφοτέραις ἵστη περιιὼν, μᾶλλον δὲ τούτων ἐγγὺς εἶναι δόξαι; τίς ἀνθρώπων ἅμα τοσοῦτόν τε ἐνίκησε καὶ οὕτω λυσιτελῆ τοῖς νικωμένοις; καὶ γάρ τοι τοῖς μὲν ἄλλοις ὁ φόβος οἰκειοῖ τοὺς ἀρχομένους, ὑπὲρ δὲ τούτων εὐχαὶ καὶ χάριτες κοιναὶ παρὰ πάντων οὐκ εὐπρεπείᾳ μόνον εἰς τὸ μέσον γιγνόμεναι, ἀλλʼ ἀπὸ τοῦ καθαρωτάτου τῆς γνώμης. εἰσέρχεται δὲ ἔμοιγε καὶ τὰ τῶν δύο τῶν σωτήρων θεῶν, οἳ τὴν γῆν ἅπασαν <pb xml:id="v.1.p.398"/> κατειληφότες σώζουσι κοινῇ καὶ συνεργάζονται, παρʼ ἀλλήλους τε πέμποντες καὶ τὰς εὐεργεσίας τὰς παρʼ ἑαυτῶν καὶ τὰς παρὰ τῶν ἀνθρώπων εὐχαριστίας κοινὰς ποιούμενοι· παρʼ οἷς τίνας μᾶλλον τούτων εἰκὸς εὐδοκιμεῖν, ἢ τίνας ἐν πλείονι τῆς σωτηρίας εἶναι λόγῳ, οἵτινες ὥσπερ προφῆται καὶ μίμημα τῆς ἐκείνων γνώμης γεγόνασι, τὴν καλλίστην φιλίαν ἐπʼ ὠφελείᾳ τοῦ κοινοῦ τῶν ἀνθρώπων συνθέμενοι γένους;</p><p>ἄξιον οὖν τοῖς μὲν θεοῖς χάριν εἰδέναι, τοῖς δὲ </p></div></div></body></text></TEI>