<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" n="242"><p>ἔδει προελθεῖν κοινωνίαν· ἀλλʼ ἐπὶ τοσοῦτον τῆς μεγαλοψυχίας ἐλθόντες ὥστε πᾶσαν τὴν γῆν καὶ τὴν θάλατταν τῷ λόγῳ τούτῳ καταλαβεῖν καὶ μηδὲν ἀκοινώνητον τῶν ὄντων αὐτοὺς ἐκφυγεῖν, ὡς ἀληθῶς καθʼ Ὅμηρον κοινὴν τὴν γῆν καταστήσαντες, τῇ προστασίᾳ μὲν αὑτῶν, τῇ δὲ χρείᾳ συμπάντων· ἃ πρόσθεν εὔξασθαι μὲν ἐξῆν ὑπὲρ δικαιοσύνης, ἐλπίσαι δʼ οὐδαμοῦ περιῆν, ἀλλʼ ὁ τῆς εὐδαιμονίας ὅρος ὥσπερ εὐχή τις ἐφαίνετο. στρατηγοὶ μὲν γὰρ ἤδη στρατηγοὺς ἐν κινδύνοις προσείλοντο καὶ πόλεις ἀλλήλας ἐπὶ καιρῶν παρέλαβον καὶ βασιλεῖς πρὸς βασιλέας φιλίας καὶ συνθήκας ἐποιήσαντο, καὶ οὗτοι τῆς χρείας ὡς τὰ πολλὰ ἡττηθέντες, καὶ μέχρι τούτου κοινωνίας ἴσμεν γενομένας· βασιλεὺς δὲ ἑκὼν βασιλέα νῦν δὴ πρῶτον προείλετο κοινωνὸν ἑαυτῷ τῶν ὅλων καὶ μόνος τῶν ἐκ τοῦ παντὸς αἰῶνος οὐκ ἀρχὴν προσλαβεῖν μᾶλλον ἐζήτησεν ἢ βασιλέα προσλαβεῖν ἐπὶ πᾶσι τοῖς ἴσοις. καὶ <pb xml:id="v.1.p.393"/>  γάρ τοι καταθεὶς εἰς μέσον τὴν ἀρχὴν οὐκ ἐλάττω ἐποίησε τὸ αὑτοῦ μέρος, ἀλλʼ αὐτῷ τούτῳ μείζω τήν τε αὑτοῦ καὶ τὴν τοῦ συνάρξαντος κατέστησεν. Ἀλέξανδρος μὲν γὰρ ἐξέπληξε τοὺς ἀνθρώπους, οὐ δεξάμενος τὴν πρὸς Δαρεῖον κοινωνίαν, καὶ ἴσως καλῶς ποιῶν, ἅτε οὐ πρὸς ὁμότιμον τὴν Ἀσίαν μέλλων νέμεσθαι· ὅμως δʼ ἔμοιγε δοκεῖ μηδʼ εἰ πολλῷ τις ἦν Δαρείου βελτίων, μηδʼ ἂν οὕτω δέξασθαι σὺν ἄλλῳ τῶν ἄλλων ἁπάντων κρατεῖν· οἱ δὲ τὴν βασιλείαν δικαιοσύνης σύμβολον τῆς τελεωτάτης ἐποιήσαντο, ὥσπερ τούτου χάριν παραλαμβάνοντες τὰ τῶν ἀνθρώπων πράγματα, ἵνʼ εἶεν ἅπασιν ἀρετῆς διδάσκαλοι κοινοί. τοῦτο ὑπὲρ πᾶσαν μὲν Καυκάσου περίοδον, τοῦτο δʼ ὑπὲρ Ἰνδοὺς ἁλισκομένους καὶ Κασπίας πύλας, τοῦτο ὑπὲρ πάντα τἀνθρώπεια, τοῦτο τοῖς καλλίστοις ἐστὶ νικώντων καὶ ἃ προσήκει τῇ φύσει. οὔτε γὰρ εἴ τις ἔξω τοῦ Ἀτλαντικοῦ πελάγους ἐστὶ γῆ, ταύτην προσκτησάμενοι, οὔτε ὅσα ἀοίκητα τῶν εἴσω διʼ ὑπερβολὴν ψύχους ἢ</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" n="243"><p>καύματος, εἰ ταῦτα εὑρόμενοι κραθῆναι παρὰ τῶν θεῶν προσθήκην τῆς ἀρχῆς ἐποιήσαντο ἰδίαν καθʼ ἑαυτόν πως ἑκάτερος, οὐκ ἂν ἔμοιγε ἐπʼ ἀρετῇ τοσούτῳ παρελθεῖν <pb xml:id="v.1.p.394"/> ἅπαντας δοκοῦσιν, ὅσῳ περ νῦν τὰ ὄντα κοινὰ ποιησάμενοι καὶ περὶ πλείονος ἀλλήλους ποιησάμενοι τῶν ὄντων ἁπάντων.</p><p rend="align(indent)">ὢ θαυμαστοῦ μὲν τοῦ μηδὲν δεομένου βασιλεύειν, εἰ μὴ δοκοίη τῷ ἀδελφῷ, θαυμαστοῦ δὲ τοῦ μὴ δεχομένου βασιλεύειν, εἰ μὴ σὺν τῷ ἀδελφῷ. ὢ τοῖς ἴσοις ἀλλήλους ἀμειψάμενοι, μόνοι μὲν ἀλλήλοις ἐπὶ πλεῖστον παραπλήσιοι, μόνοι δʼ ἁπάντων πλεῖστον διαφέροντες, αὐτοὶ μὲν κοινωνοὶ τῶν μεγίστων, ἑτέρους δὲ οὐκ ἔχοντες τῶν ἴσων κοινωνούς. ὁ μὲν γὰρ τῶν Περσῶν βασιλεὺς ἐδόκει τι διάφορον κεκτῆσθαι τὸν καλούμενον βασιλέως ὀφθαλμὸν καὶ βασιλέως ὦτα· καὶ τοῦτο ἴσως μὲν ἦν τινα καὶ χρείαν παρέχον, τὸ δὲ πλεῖστον ἐμοὶ δοκεῖν ἀλαζόνευμα, ἵνα δὴ διπλᾶ τῶν ἄλλων ἀνθρώπων ὁρᾶν καὶ ἀκούειν δοκοίη. οἱ δὲ τοῦτο δὴ κάλλιστον καὶ σοφώτατον εὗρον πρὸς ὑπερβολήν· ἀμφότεροι γὰρ ἀλλήλοις ὦτα καὶ ὀφθαλμοὶ κατέστησαν, καὶ τὴν παρὰ τῆς φύσεως χρείαν ἐδιπλασίασαν, καὶ τὴν φυλακὴν τῆς ἀρχῆς οὐκ ἀλλοτρίαν, ἀλλʼ οἴκοθεν ὡς ἀληθῶς ἐποιήσαντο, κοινώσαντες ἅπαντα. καὶ οὐδέν γε μᾶλλον τὸ τῆς μοναρχίας ἀγαθὸν διέφθαρται, ἀλλʼ ἐστὶ μοναρχία θαυμαστὴ δυοῖν σώμασι καὶ δυοῖν ψυχαῖν μιᾶς γνώμης ἐνιδρυμένης, ὥσπερ τινὸς ἁρμονίας διὰ πασῶν τῶν χορδῶν διηκούσης. τίς οὖν γένοιτʼ <pb xml:id="v.1.p.395"/>  ἂν ταύτης ἀμείνων μουσική; τίς συναυλία φιλτέρα τῷ τε Ἀπόλλωνι καὶ ταῖς Μούσαις; τίς ἁρμονία κοινοτέρα τῷ τῶν ἀνθρώπων γένει; τὰ μὲν γὰρ Ἀμφίονος καὶ Ζήθου πρὸς τοσοῦτον ἦλθεν ὅσον πυργῶσαι Θήβας, κἀνταῦθά τινες τὴν τοῦ ἑτέρου μουσικὴν αἰτιῶνται, οἱ δὲ ὑπὲρ πασῶν τῶν πόλεων καὶ πάντων ἀνθρώπων κοινωσάμενοι τὴν μουσικὴν ταυτὸν ᾁδουσι, πατρόθεν μέν που καὶ ἐκ προγόνων τὸ μέλος παραλαβόντες, ἔτι δὲ αὐτὸ τῷ παντὶ λαμπρότερον καταστήσαντες, ὡς ἂν μάλιστα ἐκείνων </p></div></div></body></text></TEI>