ὑπὸ γῆν τε καὶ κρεμαστοὶ διʼ αὐτοῦ διήκοντες κύκλῳ, ὥσπερ οὐκ ἐν προσθήκης μέρει, ἀλλʼ ἐξεπίτηδες εἶναι δρόμοι πεποιημένοι. ταῦτα μὲν οὖν οὐδὲν δεῖ λόγῳ κοσμεῖν, ἀλλʼ εἰς τοὺς γεωμέτρας καὶ ἐπαινέτας ἀποθέσθαι, καὶ τούτων ὅσοι τέλειοι καὶ ἱκανοὶ μετρῆσαι πρᾶγμα τοσοῦτον· ὡς ἐγὼ καὶ τοῦτο ὀρρωδῶ, μὴ οὐδὲ τούτοις πᾶσιν ᾖ τὴν ἀκρίβειαν ἐξευρεῖν. εἰ γάρ τις ἀποσταίη τῶν λόγων τῶν περὶ αὐτοῦ τοῦ νεὼ, ἱκανὸν καὶ τὰ μηχανήματα καὶ τὰ ὀχήματα θαυμάσαι, ἃ πρόσθεν οὐκ ὄντα κατʼ ἀνθρώπους ἐξεῦρεν ἡ χρεία τοῦ νεώ. ἄξιον δὲ καὶ τῆς τύχης ἕνεκα ὑμῖν συνησθῆναι. ἐπεγράψασθε μὲν γὰρ τὸν ἄριστον τῶν εἰς ἐκεῖνον τὸν χρόνον βασιλέων· ἥκει δὲ ὑμῖν τὸ ἔργον πρὸς τέλος ἐν τοῖσδε τοῖς καιροῖς, οἳ τὰ καλῶν αὖ κάλλιστα εἰλήχασι καὶ ὑπὲρ ὧν δικαιότατʼ ἂν χαριστήριον τοσοῦτον ἑστηκὸς εἴη τοῖς θεοῖς, ἐπειδήπερ οὐ ῥᾴδιον ἦν μεῖζον ἐξευρεῖν. ὅτι μὲν δὴ πλείστους οὗτοι τῶν πρὸ αὐτῶν βασιλέων προγόνους βασιλέας παρέσχοντο καὶ ὁποία τις ἡ τοῦ γένους αὐτοῖς ἀμφοτέρωθεν ἐξ ἀρχῆς κατασκευὴ, καὶ τροφὴν ἥντινα ἐτράφησαν καὶ ἐφʼ οἷστισι, καὶ τῆς παιδείας τῆς συμπάσης τὴν περιούσιαν, μακρός τε λόγος διεξιέναι καὶ οὐδαμῶς πληρῶσαι ῥᾴδιος· ὃ δὲ τῇ τε παρούσῃ συνόδῳ μάλιστα πρέπειν ἀκοῦσαί μοι δοκεῖ καὶ αὐτῶν ἰδιαιότατον ἐγκώμιον καὶ τῶν εἰς μνήμην ἡκόντων ἐν λόγῳ θαυμαστότατον καὶ πᾶσαν τὴν εὐγένειάν τε καὶ παιδείαν ἔχει συλλαβὸν καὶ οὔτʼ ἰδιώτης οὐδεὶς δύναται σιωπᾶν πόλις τε ἅπασα καὶ γένη ἅπαντα ἀνθρώπων ἐκπέπληκται, περὶ τοῦτο εἰς ὅσον ἔξεστι διατρίψομεν. οὗτοι γάρ εἰσιν οἱ τὴν παροιμίαν ἐπὶ πλεῖστον ἄραντες καὶ διὰ τῶν μεγίστων ἔργων ὅρον δείξαντες ὅτι τῷ ὄντι κοινὰ τὰ φίλων, οὐχ ἵππων ἀγέλης, οὐδὲ σκευῶν, οὐδὲ πλέθρων τινῶν γῆς κοινωνήσαντες, οὐδʼ εἰς ὅσον πρόσθεν μήκιστον ἔδει προελθεῖν κοινωνίαν· ἀλλʼ ἐπὶ τοσοῦτον τῆς μεγαλοψυχίας ἐλθόντες ὥστε πᾶσαν τὴν γῆν καὶ τὴν θάλατταν τῷ λόγῳ τούτῳ καταλαβεῖν καὶ μηδὲν ἀκοινώνητον τῶν ὄντων αὐτοὺς ἐκφυγεῖν, ὡς ἀληθῶς καθʼ Ὅμηρον κοινὴν τὴν γῆν καταστήσαντες, τῇ προστασίᾳ μὲν αὑτῶν, τῇ δὲ χρείᾳ συμπάντων· ἃ πρόσθεν εὔξασθαι μὲν ἐξῆν ὑπὲρ δικαιοσύνης, ἐλπίσαι δʼ οὐδαμοῦ περιῆν, ἀλλʼ ὁ τῆς εὐδαιμονίας ὅρος ὥσπερ εὐχή τις ἐφαίνετο. στρατηγοὶ μὲν γὰρ ἤδη στρατηγοὺς ἐν κινδύνοις προσείλοντο καὶ πόλεις ἀλλήλας ἐπὶ καιρῶν παρέλαβον καὶ βασιλεῖς πρὸς βασιλέας φιλίας καὶ συνθήκας ἐποιήσαντο, καὶ οὗτοι τῆς χρείας ὡς τὰ πολλὰ ἡττηθέντες, καὶ μέχρι τούτου κοινωνίας ἴσμεν γενομένας· βασιλεὺς δὲ ἑκὼν βασιλέα νῦν δὴ πρῶτον προείλετο κοινωνὸν ἑαυτῷ τῶν ὅλων καὶ μόνος τῶν ἐκ τοῦ παντὸς αἰῶνος οὐκ ἀρχὴν προσλαβεῖν μᾶλλον ἐζήτησεν ἢ βασιλέα προσλαβεῖν ἐπὶ πᾶσι τοῖς ἴσοις. καὶ γάρ τοι καταθεὶς εἰς μέσον τὴν ἀρχὴν οὐκ ἐλάττω ἐποίησε τὸ αὑτοῦ μέρος, ἀλλʼ αὐτῷ τούτῳ μείζω τήν τε αὑτοῦ καὶ τὴν τοῦ συνάρξαντος κατέστησεν. Ἀλέξανδρος μὲν γὰρ ἐξέπληξε τοὺς ἀνθρώπους, οὐ δεξάμενος τὴν πρὸς Δαρεῖον κοινωνίαν, καὶ ἴσως καλῶς ποιῶν, ἅτε οὐ πρὸς ὁμότιμον τὴν Ἀσίαν μέλλων νέμεσθαι· ὅμως δʼ ἔμοιγε δοκεῖ μηδʼ εἰ πολλῷ τις ἦν Δαρείου βελτίων, μηδʼ ἂν οὕτω δέξασθαι σὺν ἄλλῳ τῶν ἄλλων ἁπάντων κρατεῖν· οἱ δὲ τὴν βασιλείαν δικαιοσύνης σύμβολον τῆς τελεωτάτης ἐποιήσαντο, ὥσπερ τούτου χάριν παραλαμβάνοντες τὰ τῶν ἀνθρώπων πράγματα, ἵνʼ εἶεν ἅπασιν ἀρετῆς διδάσκαλοι κοινοί. τοῦτο ὑπὲρ πᾶσαν μὲν Καυκάσου περίοδον, τοῦτο δʼ ὑπὲρ Ἰνδοὺς ἁλισκομένους καὶ Κασπίας πύλας, τοῦτο ὑπὲρ πάντα τἀνθρώπεια, τοῦτο τοῖς καλλίστοις ἐστὶ νικώντων καὶ ἃ προσήκει τῇ φύσει. οὔτε γὰρ εἴ τις ἔξω τοῦ Ἀτλαντικοῦ πελάγους ἐστὶ γῆ, ταύτην προσκτησάμενοι, οὔτε ὅσα ἀοίκητα τῶν εἴσω διʼ ὑπερβολὴν ψύχους ἢ καύματος, εἰ ταῦτα εὑρόμενοι κραθῆναι παρὰ τῶν θεῶν προσθήκην τῆς ἀρχῆς ἐποιήσαντο ἰδίαν καθʼ ἑαυτόν πως ἑκάτερος, οὐκ ἂν ἔμοιγε ἐπʼ ἀρετῇ τοσούτῳ παρελθεῖν ἅπαντας δοκοῦσιν, ὅσῳ περ νῦν τὰ ὄντα κοινὰ ποιησάμενοι καὶ περὶ πλείονος ἀλλήλους ποιησάμενοι τῶν ὄντων ἁπάντων. ὢ θαυμαστοῦ μὲν τοῦ μηδὲν δεομένου βασιλεύειν, εἰ μὴ δοκοίη τῷ ἀδελφῷ, θαυμαστοῦ δὲ τοῦ μὴ δεχομένου βασιλεύειν, εἰ μὴ σὺν τῷ ἀδελφῷ. ὢ τοῖς ἴσοις ἀλλήλους ἀμειψάμενοι, μόνοι μὲν ἀλλήλοις ἐπὶ πλεῖστον παραπλήσιοι, μόνοι δʼ ἁπάντων πλεῖστον διαφέροντες, αὐτοὶ μὲν κοινωνοὶ τῶν μεγίστων, ἑτέρους δὲ οὐκ ἔχοντες τῶν ἴσων κοινωνούς. ὁ μὲν γὰρ τῶν Περσῶν βασιλεὺς ἐδόκει τι διάφορον κεκτῆσθαι τὸν καλούμενον βασιλέως ὀφθαλμὸν καὶ βασιλέως ὦτα· καὶ τοῦτο ἴσως μὲν ἦν τινα καὶ χρείαν παρέχον, τὸ δὲ πλεῖστον ἐμοὶ δοκεῖν ἀλαζόνευμα, ἵνα δὴ διπλᾶ τῶν ἄλλων ἀνθρώπων ὁρᾶν καὶ ἀκούειν δοκοίη. οἱ δὲ τοῦτο δὴ κάλλιστον καὶ σοφώτατον εὗρον πρὸς ὑπερβολήν· ἀμφότεροι γὰρ ἀλλήλοις ὦτα καὶ ὀφθαλμοὶ κατέστησαν, καὶ τὴν παρὰ τῆς φύσεως χρείαν ἐδιπλασίασαν, καὶ τὴν φυλακὴν τῆς ἀρχῆς οὐκ ἀλλοτρίαν, ἀλλʼ οἴκοθεν ὡς ἀληθῶς ἐποιήσαντο, κοινώσαντες ἅπαντα. καὶ οὐδέν γε μᾶλλον τὸ τῆς μοναρχίας ἀγαθὸν διέφθαρται, ἀλλʼ ἐστὶ μοναρχία θαυμαστὴ δυοῖν σώμασι καὶ δυοῖν ψυχαῖν μιᾶς γνώμης ἐνιδρυμένης, ὥσπερ τινὸς ἁρμονίας διὰ πασῶν τῶν χορδῶν διηκούσης. τίς οὖν γένοιτʼ ἂν ταύτης ἀμείνων μουσική; τίς συναυλία φιλτέρα τῷ τε Ἀπόλλωνι καὶ ταῖς Μούσαις; τίς ἁρμονία κοινοτέρα τῷ τῶν ἀνθρώπων γένει; τὰ μὲν γὰρ Ἀμφίονος καὶ Ζήθου πρὸς τοσοῦτον ἦλθεν ὅσον πυργῶσαι Θήβας, κἀνταῦθά τινες τὴν τοῦ ἑτέρου μουσικὴν αἰτιῶνται, οἱ δὲ ὑπὲρ πασῶν τῶν πόλεων καὶ πάντων ἀνθρώπων κοινωσάμενοι τὴν μουσικὴν ταυτὸν ᾁδουσι, πατρόθεν μέν που καὶ ἐκ προγόνων τὸ μέλος παραλαβόντες, ἔτι δὲ αὐτὸ τῷ παντὶ λαμπρότερον καταστήσαντες, ὡς ἂν μάλιστα ἐκείνων παῖδες κατʼ εὐχὴν ἐγένοντο. πρέποντα δέ μοι δοκοῦσι καὶ τῷ τύπῳ τῆς πολιτείας διανοηθῆναι· μόνη γὰρ αὕτη πόλεων μετέβαλε τὸν νόμον. οἱ μὲν γὰρ ἄλλοι πάντες καὶ Ἕλληνες καὶ βάρβαροι ὅσοι κατὰ μικρὸν δυναστείας προσήψαντο, ἓν τοῦτο ἐσκέψαντο, ὅπως μηδεὶς τῶν αὐτῶν ἀπολαύσεται, ἀλλʼ ὡς οἷόν τε μάλιστα ἅπαντες ἀπελαθήσονται. μόνοι δὲ πάντων οὗτοι κοινὰ τἀγαθὰ προὔθεσαν εἰς μέσον, ὥσπερ ἆθλα τοῖς βελτίστοις, καὶ οὔτε Εὐρώπην ἢ Ἀσίαν ἢ Λιβύην οἰκεῖν διαφέρει οὔτε ἔστιν ὅρος διείργων οὐδεὶς, οὐ Τάναϊς, οὐ λίμνη Μαιῶτις, οὐκ Ἀτλαντὶς νῆσος, οὐχ ὅ τι εἴποι τις, ἀλλὰ πάντες ἄνθρωποι καὶ πάντα γένη προσήκει τῇ πόλει, καὶ πᾶσιν ἔξεστιν ἄρχειν τὰ γιγνόμενα. ὥσπερ οὖν τῶν ἐν μέρει κοινὴν τὴν μετουσίαν ἅπασι καταστησαμένους ᾔδεσαν τοὺς προγόνους τοῖς ἀξίοις, οὕτως αὐτοὶ πλεῖστον ὑπερφέροντες ἁπάντων εἰς ἀρετὴν κοινὴν τὴν ἀρχὴν τῶν ὅλων ἐποιήσαντο. καὶ τό γε ἥδιστον τῆς ἐπινοίας, ὥσπερ γὰρ πρότερον τοὺς κατʼ ἐνιαυτὸν ἄρχοντας κατὰ συζυγίαν παρείχοντο ὀνομάζειν τοῖς ἔξω, οὕτω νῦν τοὺς διηνεκεῖς ἔξεστιν ὁμοῦ πατρόθεν τε καὶ σὺν ἀλλήλοις ὀνομάζειν. οὕτως καὶ τῆς πάσης πολιτείας ἀκόλουθα ἐσκέψαντο καὶ τὴν ὑπερβολὴν ἐλπίδος κρείττω παρέσχοντο. καὶ μὴν Ὅμηρος μὲν ἔφη που σεμνύνων τοὺς βασιλέας θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων· οἱ δὲ οὐ θυμοῦ ῥώμην οὐδὲ ὀργῆς ἀμετρίαν τὰ ἐπίσημα τῆς ἀρχῆς ἐποιήσαντο, ἀλλὰ φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα εἰσηνέγκαντο, καὶ τῷ ὄντι ἐδήλωσαν τὴν τροφὴν θείαν οὖσαν ἑαυτῶν. ὁ γοῦν λογισμὸς αὐτῶν θεῖος καὶ ὡς ἀληθῶς ἄνωθεν ἔχων τὸ παράδειγμα καὶ πρὸς ἐκείνην ὁρῶν τὴν πολιτείαν, εἰ δεῖ κεφάλαιον εἰπεῖν· ἐπεὶ καὶ θεοὺς αὐτοὺς καὶ τὸν σύμπαντα δὴ κόσμον τε καὶ οὐρανὸν φιλίαν καὶ κοινωνίαν φασὶν εἶναι τὴν συνέχουσαν, καὶ διὰ τούτων τὸν ἀεὶ χρόνον ἀσφαλῶς ἅπαντα πορεύεσθαι, φθόνον δὲ καὶ δυσμένειαν ἐν θεῶν οἴκοις οὐδʼ ἐν ἤθεσιν οὔτε εἶναί ποτε οὔτε γίγνεσθαι. οἱ μὲν τοίνυν χαρακώματα καὶ τείχη προσλαμβάνοντες μικροῖς τισι καὶ θνητοῖς ὡς ἀληθῶς ἐπαύξουσι τὰς ἀρχὰς, οἱ δὲ ἀρετῆς καὶ δικαιοσύνης καὶ φιλίας, οὕτω λαμπρὰ καὶ θαυμαστὰ πᾶσιν ἐξενεγκόντες ὁρᾶν παραδείγματα, οὗτοι τὴν νίκην ὡς ἀληθῶς ἐκ θεῶν κέκτηνται, οὗτοι τῷ ἀθανάτῳ στεφάνῳ κεκόσμηνται, τούτους καὶ θεῶν φίλους ὥσπερ ἀλλήλων εἰκὸς εἶναι καὶ ἀνθρώπων εὐεργέτας καθαρῶς νομίζεσθαι. ὥσπερ γὰρ οἱ γράφειν ἀγαθοὶ διὰ τῶν πινάκων τῶν ὑπὲρ κορυφῆς μεθʼ ὑπερβολῆς δεικνύουσι τὰ γράμματα ὡς μέγιστα καὶ ὡς κάλλιστα γραφόμενοι τοῖς παισὶ μιμεῖσθαι τὸ εἰς δύναμιν τὴν ἑαυτῶν, οὕτως οὗτοι τὰ κάλλιστα τῶν ἐν ἀνθρώποις διὰ τοῦ μεγίστου τῶν παραδειγμάτων ἐξέφηναν, ὥστʼ ἔχειν ἕκαστον εἰς δύναμιν εἶναι μιμεῖσθαι καὶ καθάπερ διδασκάλων τῶν βασιλέων ἀπολαύειν εἰς τὰ αὑτῶν πράγματα. ποῖαι ταῦτα Σεσώστριδος στῆλαι δύναιντʼ ἂν ὑπερβαλέσθαι, ἃς ἐκεῖνος ἐπʼ ἀμφοτέραις ἵστη περιιὼν, μᾶλλον δὲ τούτων ἐγγὺς εἶναι δόξαι; τίς ἀνθρώπων ἅμα τοσοῦτόν τε ἐνίκησε καὶ οὕτω λυσιτελῆ τοῖς νικωμένοις; καὶ γάρ τοι τοῖς μὲν ἄλλοις ὁ φόβος οἰκειοῖ τοὺς ἀρχομένους, ὑπὲρ δὲ τούτων εὐχαὶ καὶ χάριτες κοιναὶ παρὰ πάντων οὐκ εὐπρεπείᾳ μόνον εἰς τὸ μέσον γιγνόμεναι, ἀλλʼ ἀπὸ τοῦ καθαρωτάτου τῆς γνώμης. εἰσέρχεται δὲ ἔμοιγε καὶ τὰ τῶν δύο τῶν σωτήρων θεῶν, οἳ τὴν γῆν ἅπασαν κατειληφότες σώζουσι κοινῇ καὶ συνεργάζονται, παρʼ ἀλλήλους τε πέμποντες καὶ τὰς εὐεργεσίας τὰς παρʼ ἑαυτῶν καὶ τὰς παρὰ τῶν ἀνθρώπων εὐχαριστίας κοινὰς ποιούμενοι· παρʼ οἷς τίνας μᾶλλον τούτων εἰκὸς εὐδοκιμεῖν, ἢ τίνας ἐν πλείονι τῆς σωτηρίας εἶναι λόγῳ, οἵτινες ὥσπερ προφῆται καὶ μίμημα τῆς ἐκείνων γνώμης γεγόνασι, τὴν καλλίστην φιλίαν ἐπʼ ὠφελείᾳ τοῦ κοινοῦ τῶν ἀνθρώπων συνθέμενοι γένους; ἄξιον οὖν τοῖς μὲν θεοῖς χάριν εἰδέναι, τοῖς δὲ