<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" n="240"><p>ὅσον βούλομαι; ἀλλὰ τοσοῦτον ἂν εἴποιμι ὅσον εἰπὼν συγγνοίην ἐμαυτῷ. πάντας γὰρ μικροῦ δέω λέγειν ὅσοι τοῖς ὁμοίοις ἐνεχείρησαν ὡσπερεὶ παῖδας ἀπεφήνατε, τοσοῦτον ἔργον ἐγείραντες, ὅσον ἐνθυμηθῆναι μὲν ἂν μανίας ἔργον εἶναι ἔδοξεν, ἐκτελέσαι δὲ κρεῖττον ἢ κατὰ ἄνθρωπον. ἀπορήσαι τις ἂν πότερον ἐνταυθοῖ μετενήνεκται τῆς νήσου τὸ πλεῖστον ἢ κατὰ χώραν μένει. οἶμαι δʼ ἂν ἅπαντας συμφῆσαι μήτε πόλεως ἂν ἄλλης εἶναι τὸ ἀνάθημα μήτε λιθοτομίας ἑτέρας ἢ τῆς ὑμετέρας· οὐ γὰρ ἂν ἀρκέσαι τὴν φύσιν. πρότερον μὲν γὰρ τῶν νήσων ταῖς κορυφαῖς ἐτεκμαίροντο οἱ πλέοντες, Κύζικος ἥδε, Προκόννησος αὕτη, τῶν ἄλλων ἣν ἴδοι τις· νῦν δὲ ὁ νεὼς ἀντὶ τῶν ὀρῶν ἀρκεῖ, καὶ μόνοις ὑμῖν οὐδὲν δεῖ λαμπτήρων οὐδὲ πυρσῶν οὐδὲ πύργων πρὸς τοὺς καταίροντας, ἀλλʼ ὁ νεὼς πληρῶν ἅπαν τὸ ὁρώμενον τήν τε πόλιν καὶ τὴν μεγαλοψυχίαν τῶν ἐχόντων αὐτὴν ὁμοῦ δηλοῖ, καὶ <pb xml:id="v.1.p.390"/>  τοσοῦτος ὢν καλλίων ἐστὶν ἢ μείζων. εἰ δʼ ἔτυχον παριόντες Ὅμηρος καὶ Ἡσίοδος, ῥᾳδίως ἄν μοι δοκοῦσιν εἰπεῖν τὸ περὶ τοῦ τείχους τοῦ Τρωικοῦ μυθολόγημα μεταθέντες, ὡς ἄρα Ποσειδῶν καὶ Ἀπόλλων κοινῇ φιλοτεχνήσαντες ἀπειργάσαντο τὸ ἔργον τῇ πόλει, ὁ μὲν τὴν πέτραν παρασχὼν ἐκ τοῦ βυθοῦ τῆς θαλάττης καὶ ἅμα ποιήσας δυνατὴν εἶναι κομισθῆναι, ὁ δʼ ὥσπερ εἰκὸς οἰκιστὴν βουληθεὶς τὴν ἑαυτοῦ πόλιν κοσμῆσαι προσθήκῃ τηλικαύτῃ. φαίης ἂν τῶν μὲν λίθων ἕκαστον ἀντὶ νεὼ τοῦ παντὸς εἶναι, τὸν δὲ νεὼν ἀντὶ τοῦ παντὸς περιβόλου, τὸν δʼ αὖ περίβολον τοῦ νεὼ πόλεως ἀποχρῶντα γίγνεσθαι. εἰ δὲ βούλει τὰ τῆς ῥᾳστώνης καὶ τρυφῆς, ἀντὶ γὰρ τῶν οἰκιῶν τῶν τριωρόφων καὶ τῶν τριήρων πάρεστιν ὁρᾶν νεὼν τὸν μέγιστον, τῶν μὲν ἄλλων πολλαπλασίονα, αὐτὸν δὲ τριπλοῦν τῇ φύσει. τὰ μὲν γὰρ αὐτοῦ κατάγειός ἐστι θέα, τὰ δʼ ὑπερῶος, μέση δὲ ἡ νενομισμένη. δρόμοι δὲ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" n="241"><p>ὑπὸ γῆν τε καὶ κρεμαστοὶ διʼ αὐτοῦ διήκοντες κύκλῳ, ὥσπερ οὐκ ἐν προσθήκης μέρει, ἀλλʼ ἐξεπίτηδες εἶναι δρόμοι πεποιημένοι.</p><p rend="align(indent)">ταῦτα μὲν οὖν οὐδὲν δεῖ λόγῳ κοσμεῖν, ἀλλʼ εἰς τοὺς γεωμέτρας καὶ ἐπαινέτας ἀποθέσθαι, καὶ τούτων ὅσοι <pb xml:id="v.1.p.391"/>  τέλειοι καὶ ἱκανοὶ μετρῆσαι πρᾶγμα τοσοῦτον· ὡς ἐγὼ καὶ τοῦτο ὀρρωδῶ, μὴ οὐδὲ τούτοις πᾶσιν ᾖ τὴν ἀκρίβειαν ἐξευρεῖν. εἰ γάρ τις ἀποσταίη τῶν λόγων τῶν περὶ αὐτοῦ τοῦ νεὼ, ἱκανὸν καὶ τὰ μηχανήματα καὶ τὰ ὀχήματα θαυμάσαι, ἃ πρόσθεν οὐκ ὄντα κατʼ ἀνθρώπους ἐξεῦρεν ἡ χρεία τοῦ νεώ. ἄξιον δὲ καὶ τῆς τύχης ἕνεκα ὑμῖν συνησθῆναι. ἐπεγράψασθε μὲν γὰρ τὸν ἄριστον τῶν εἰς ἐκεῖνον τὸν χρόνον βασιλέων· ἥκει δὲ ὑμῖν τὸ ἔργον πρὸς τέλος ἐν τοῖσδε τοῖς καιροῖς, οἳ τὰ καλῶν αὖ κάλλιστα εἰλήχασι καὶ ὑπὲρ ὧν δικαιότατʼ ἂν χαριστήριον τοσοῦτον ἑστηκὸς εἴη τοῖς θεοῖς, ἐπειδήπερ οὐ ῥᾴδιον ἦν μεῖζον ἐξευρεῖν. ὅτι μὲν δὴ πλείστους οὗτοι τῶν πρὸ αὐτῶν βασιλέων προγόνους βασιλέας παρέσχοντο καὶ ὁποία τις ἡ τοῦ γένους αὐτοῖς ἀμφοτέρωθεν ἐξ ἀρχῆς κατασκευὴ, καὶ τροφὴν ἥντινα ἐτράφησαν καὶ ἐφʼ οἷστισι, καὶ τῆς παιδείας τῆς συμπάσης τὴν περιούσιαν, μακρός τε λόγος διεξιέναι καὶ οὐδαμῶς πληρῶσαι ῥᾴδιος· ὃ δὲ τῇ τε παρούσῃ συνόδῳ μάλιστα πρέπειν ἀκοῦσαί μοι δοκεῖ καὶ αὐτῶν ἰδιαιότατον ἐγκώμιον καὶ τῶν εἰς μνήμην ἡκόντων ἐν λόγῳ θαυμαστότατον καὶ πᾶσαν τὴν εὐγένειάν τε καὶ παιδείαν ἔχει συλλαβὸν καὶ οὔτʼ ἰδιώτης οὐδεὶς δύναται σιωπᾶν πόλις τε ἅπασα καὶ γένη ἅπαντα ἀνθρώπων ἐκπέπληκται, περὶ τοῦτο εἰς ὅσον ἔξεστι διατρίψομεν. οὗτοι <pb xml:id="v.1.p.392"/>  γάρ εἰσιν οἱ τὴν παροιμίαν ἐπὶ πλεῖστον ἄραντες καὶ διὰ τῶν μεγίστων ἔργων ὅρον δείξαντες ὅτι τῷ ὄντι κοινὰ τὰ φίλων, οὐχ ἵππων ἀγέλης, οὐδὲ σκευῶν, οὐδὲ πλέθρων τινῶν γῆς κοινωνήσαντες, οὐδʼ εἰς ὅσον πρόσθεν μήκιστον</p></div></div></body></text></TEI>