<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" n="238"><p>δʼ εἰπεῖν οὐ πολλὴν αὐτῇ μόνον εἶναι τὴν θάλατταν, ἀλλὰ καὶ πολλαπλῆν, τὸ μὲν πρὸς βορέαν ἄνω πηγήν τινα καὶ ἀφορμὴν ἁπάσης τῆς πλοΐμου, τὸ δʼ αὖ πρὸς ἑσπέραν πορθμὸν τὸν μήκιστον καὶ χαριέστατον, τρίτον δὲ μέσον τούτων ἀμφοτέρων καὶ φύσει καὶ τόπῳ τοῦτο <pb xml:id="v.1.p.386"/>  ὃ δὴ Προποντίδα κληθῆναι, πᾶν ὡς εἰπεῖν αὐτὴ πεπλήρωκε.</p><p rend="align(indent)">καὶ τὰ μὲν ἐκ θαλάττης τοιαῦτα· τὰ δʼ αὖ παρὰ τῆς γῆς ἀδελφά τε τούτων καὶ ἀντίρροπα. πολλὴ μὲν γῆ πᾶσα καὶ ἄφθονος, καὶ ὡς ἄν τις ἀξιώσειε κατʼ ἐπωνυμίαν τὴν ἤπειρον εἶναι τὸ μέγεθος, πολλαὶ δὲ αἱ φύσεις καὶ πλεῖστον ἀλλήλων κεχωρισμέναι καὶ πᾶσαι νεύουσαι πρὸς τὸ βέλτιστον. ὄρη τε γὰρ ἐνταῦθα ἡμερώτερα τῶν παρʼ ἄλλοις πεδίων, πεδία τε ἀποχρῶντα οὐ πόλεως, ἀλλʼ ἐθνῶν εἶναι, καὶ ποταμοὶ καὶ λίμναι καὶ ἕλη καὶ νάπαι καὶ μακάρων δή τινες εὐθυμίαι. ὥστε εἴ τις βούλοιτο πάντας οἰκίζειν τοὺς τόπους, πολλὰς μὲν ἂν τὰς περὶ τὰς λίμνας γενέσθαι πόλεις, πολλὰς δʼ ἐπὶ ταῖς ἀκταῖς τῆς θαλάττης, οὐκ ὀλίγας δὲ ἐν τῇ μεσογείᾳ, καὶ ταῖς πολλαῖς ἂν ὑπάρχειν ἀγνοεῖν ἀλλήλας, ὅσαι μὴ πόλεις πόλεων ἑξῆς τύχοιεν οὖσαι. καὶ τὰ μὲν ἐκ γῆς καὶ θαλάττης τῇ πόλει τοιαῦτα, ἀλλήλοις τε ἐφάμιλλα καὶ παραδείγμασιν οὐ πολλοῖς ἐνεχόμενα. ἀλλὰ μὴν αὐτήν γε τὴν πόλιν καὶ ὡς νῆσον προσείποις ἂν καὶ ὡς χερρόνησον καὶ εἴ τι ἐπέκεινα χερρονήσου πρὸς ἤπειρον. διὰ γὰρ τὸ μὴ κατʼ αὐχένα <pb xml:id="v.1.p.387"/>  εἶναι διαβατὴν μηδὲ ἀπὸ στενοῦ τινος ὡρμῆσθαι, ἀλλʼ ἐπὶ μήκους παρατείνουσαν τὴν ἤπειρον, κατʼ ἄμφω τὼ σκέλη συνεχῆ πρὸς αὐτὴν εἶναι, τό τε τῆς Σκύρου παράδειγμα ὑπερβέβληκε καὶ εἰ δή τις ἄλλη πόλις ἢ νῆσος παρὰ μικρὸν ἤπειρός ἐστι. καίτοι Θουκυδίδης γε ἐπαινεῖ Σικελίαν, ὅτι εἴκοσι σταδίους ἀπέχει τῆς ἠπείρου τοὐλάχιστον· ἡ δὲ τοσοῦτον ἄρα ἀπέχει τῆς ἠπείρου ὥστʼ ἐξεῖναι καὶ λαθεῖν τὸ μὴ νῆσον εἶναι, κἂν εἴ τις τὰ χώματα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" n="239"><p>ἀνέλοι καὶ τὰς γεφύρας, ἐξεῖναι νήξασθαι πρὸς αὐτὴν ἐκ τῆς ἠπείρου. οὕτως καὶ ἡ νῆσος ἅπασα καὶ ἡ πόλις οὐδὲν ἀτιμοτέρα τὴν φύσιν τῶν μεγίστων νήσων Κρήτης καὶ Σικελίας. κάλλη τοίνυν δημοσίων οἰκοδομημάτων καὶ τὴν ἅπασαν κατασκευὴν καὶ μέγεθος τῆς πόλεως οὔτʼ ἄπορος λόγων οὕτως οὐδεὶς ὥστε μὴ ἂν ἔχειν ἐπαινεῖν οὔθʼ οὕτω λέγειν ἱκανὸς ὥστε ῥᾳδίως ἂν ἐνδείξασθαι. ἐγὼ δὲ ἅπαντα τἄλλα παρεὶς, οὗ μάλιστα ἐμοὶ προσήκει μνημονεῦσαι, τοῦτο ἐκλέξομαι. δοκεῖ γάρ μοι κάλλιστα δὴ τοῦτο συμβόλων δεικνύναι τὸν οἰκιστὴν, καὶ ὅτι τῶν κρειττόνων τινός ἐστι ποίημα· ἔοικε γάρ τις ἁπάντων εἶναι τῶν θεῶν ἱερὰ, ὥσπερ ἣν καλοῦσιν οὕτως ἀγοράν. ὥσπερ <pb xml:id="v.1.p.388"/>  γὰρ κατὰ κλήρους ἅπασι θεοῖς ἐξῃρημένη πᾶσα δὴ μεμέρισται, καὶ αὐτὴν οἱ νεῲ διειλήφασιν ὥσπερ ἁμιλλωμένων θεῶν πρὸς ἀλλήλους ὑπὲρ σωτηρίας τῆς πόλεως. θυσίαι δὲ καὶ πομπαὶ καὶ πρόσοδοι καὶ θεραπεῖαι θεῶν μετὰ τῶν καθεστηκότων θεσμῶν οὐ πόρρω τῆς Ἀθηναίων πόλεως, τὸ μὴ τῇ συγγενείᾳ χρῆσθαι πρὸς τὸ βέλτιστον. καὶ μὴν ἥ γε ἄλλη δύναμις τούτων ἀκόλουθος. τοσοῦτον γὰρ τῇ πόλει περίεστιν ὥστε καὶ τῶν ἑτέρωθι ναῶν καὶ ἄλλων κόσμων δημοσίων εἴ τις φαίη ταύτην εἶναι τὴν χορηγὸν, οὐκ ἂν αἰσχυνθείη· οὕτω λαμπρά τε καὶ κοινὰ πᾶσι τὰ ὄντα κέκτηται, καὶ οὔτε Ἰταλία τῶν ταύτης κτημάτων ὑπερορᾷ οὔτε Αἴγυπτος οὕτω πόρρω οὔτε Τυρρηνικὸν πέλαγος οὔτε Σύρων καὶ Κιλίκων, ποιητὴς ἂν εἴποι τις, ἐνστροφαὶ, οὔτε ἔθνος οὐδὲν ὡς ἔπος εἰπεῖν οὔτε κατʼ ἤπειρον οὔτʼ ἐν νήσοις, ὃ μὴ παρὰ τῆς πόλεως ταύτης κεκόσμηται. Ἴωνας δὲ καὶ Αἰολέας καὶ τὰς πρὸ ποδῶν νήσους τε καὶ πόλεις τί τις ἂν λέγοι; καὶ τὸ δὴ νεανικώτατον, ὥσπερ γὰρ οἱ ἀγαθοὶ δρομεῖς ἐκ <pb xml:id="v.1.p.389"/>  πολλοῦ προέμενοι ῥᾳδίως αἱροῦσιν, οὕτως ἄρα καὶ ὑμεῖς πᾶσιν ἀνθρώποις ὧν ἐδεήθησαν παρασχόντες ἐπιστάντες αὐτοὶ τελευταῖοι.</p><p rend="align(indent)">πρὸς αὐτό γε ἥκω τὸ κλυδώνιον, πῶς ἂν εἴποιμι </p></div></div></body></text></TEI>