ἅπασι μὲν, ὡς ἐγὼ νομίζω, προφάσεις ἱκαναὶ τοῦ λέγειν ὡς ἐν τῷ παρόντι· ἥ τε γὰρ πόλις ἀξία σπουδῆς, εἰ δή τις ἄλλη τῶν Ἑλληνίδων, τό τʼ ἔργον ἐφʼ ᾧ τὴν ἱερομηνίαν ποιεῖται μέγιστον τῶν εἰς ὄψιν ἐλθόντων ἀνθρώποις, οἵ τε καιροὶ τῶν πώποτε ἄριστοι καὶ τελεώτατοι· ἐμοὶ δὲ καὶ μάλιστα ἐναργὴς ἡ πρόφασις καὶ τῆς συνηθείας τοῦ βίου τοῦ ἡμετέρου. ὁ γὰρ Ἀσκληπιὸς κελεύει λέγειν· ὥστʼ οὔτʼ ἀσθένειαν σώματος οἷόν τε ὑπολογίσασθαι πρός γε αὐτὸν τὸν σωτῆρα οὔτε τῆς ὑποθέσεως τὸ μέγεθος καταδεῖσαι μὴ οὐ ῥᾴδιον ᾖ τυχεῖν· ἀλλʼ ὥσπερ ἔφη Πίνδαρος, θεοῦ δείξαντος ἀρχὴν οὐδὲν δὴ τὸ κωλῦον, ἄλλως τε καὶ οὐ νῦν πρῶτον αὐτοῦ πειρώμεθα, ἀλλʼ ἐν πολλοῖς τε καὶ μεγάλοις καὶ πρόσθεν ἔγνωμεν ἐφʼ ἡμῶν αὐτῶν, οὐχ ἑτέρων, ὁπόσον τὸ τῆς ῥᾳστώνης αὐτῷ περίεστι κἀν τοῖς καθάπαξ ἀπόροις εἶναι δοκοῦσι, καὶ μὴ ὅτι τοῖς χαλεποῖς μὲν, ἀπογνῶναι δʼ οὐκ ἀναγκαίως ἔχουσιν. ἔγωγʼ οὖν πρὸς τοσοῦτον ἥκω τοῦ πιστεύειν ἑτέρῳ μελήσειν, ὥστʼ οὐκ οἶδʼ ὅντινα τρόπον αὐτοσχεδιάζω, πλὴν ὅσον οὐκ ἀπὸ στόματος παντελῶς, ἀλλὰ γράφων ἔτι. οὔτε γὰρ πρόσθεν ἔγνων ὅ τι χρὴ λέγειν, πρὶν ἔδει λέγειν ἤδη, ὅ τε προστάξας μείζων ἁπάσης ἔμοιγε παρασκευῆς. ἡγοῦμαι δὲ οὐ τὸν αὐτὸν τρόπον περὶ τῶν πραγμάτων τῶν μεγάλων ἔχειν καὶ τῶν πελαγῶν· τὰ μὲν γὰρ ὅσῳ μείζω, τοσούτῳ παρέχει πλείω τὸν φόβον, τὰ δʼ ἔστιν ὅπη καὶ βοηθεῖ, ἔστι γὰρ ὥσπερ ὅρμου λαβέσθαι πολλαχόθεν· ὥστʼ εἰ μὴ παντάπασί τις εἴη δυστυχὴς, τό γε τοῦ παντὸς δοκεῖν διαμαρτεῖν διαφεύξεται. πεπύσθαι δέ τινα ἤδη καὶ τῶν ἐν Ὑπερβορέοις οἶμαι τὸν περὶ Κυζίκου χρησμὸν καὶ τὸν μάρτυρα τῆς εὐδαιμονίας τῇ πόλει, ὃς ταῖς μὲν ἄλλαις πόλεσιν ἐξηγητής ἐστι, τῇ δὲ πόλει ταύτῃ καὶ ἀρχηγέτης. τὰς μὲν γὰρ ἄλλας πόλεις διὰ τῶν οἰκιστῶν ᾤκισεν οὓς ἀπέστειλεν ἑκασταχόσε, ταύτης δὲ ἐκ τοῦ εὐθέος αὐτὸς γέγονεν οἰκιστής. ὥστε πῶς οὐκ εὐδαίμων Κύζικος, ἀπὸ τοιαύτης τε ἀρχῆς ἀρξαμένη εἰς τοιοῦτόν τε ἅμα τὸν οἰκιστὴν καὶ μάρτυρα ἀναφέρουσα; γνοίη δʼ ἄν τις καὶ πρὸς τὴν θέσιν εὐθὺς αὐτῆς ἀποβλέψας καὶ τὴν φύσιν τὴν ὅλην, ὅτι γιγνομένην αὐτῇ τὴν ἐπωνυμίαν ἔθετο ὁ θεός· οὕτως καὶ τὰ ἀπὸ τῆς γῆς καὶ τὰ ἀπὸ τῆς θαλάττης συμβαίνει. πρόκειται γὰρ τῆς Ἀσίας, ἀρχομένη μὲν ἐκ νήσου, καθισταμένη δʼ εἰς τὴν ἤπειρον, ἔνθεν μὲν τὸν Εὔξεινον πόντον προβεβλημένη, ἑτέρωθεν δὲ τὸν Ἑλλήσποντον, σύνδεσμός τις οὖσα τῆς θαλάττης ἑκατέρας, μᾶλλον δὲ ἁπάσης ἣν ἄνθρωποι πλέουσι. παράπλοι δὲ αὐτὴν καὶ περίπλοι καὶ εἴσπλοι ναυτῶν ἁπάντων οὔποτε λείπουσιν, ἀλλʼ οἱ μὲν τὰ νῶτα κομίζονται οὐρίᾳ ἐφέντες εἰς τὸ πέλαγος διὰ νήσων τῆς πόλεως, οἱ δʼ εἰς αὐτὴν καταθέουσί τε καὶ ἀναθέουσι. καίτοι εἰ τὴν Κορινθίων πόλιν εὐδαίμονα τοῖς ποιηταῖς ἔδοξε προσειπεῖν, ὅτι ἐπὶ τῷ Ἰσθμῷ κειμένη τοὺς ἐφʼ ἑκάτερα τῆς Πελοποννήσου βαδίζοντας ὑποδέχεται, ἦ που λαμπρῶς ταύτῃ γε προσήκει τῆς προσηγορίας. τῆς γὰρ θαλάττης ἐν μέσῳ κειμένη συνάγει πάντας ἀνθρώπους εἰς ταυτὸν, τούς τε ἀπὸ τῆς εἴσω πρὸς τὴν ἔξω παραπέμπουσα καὶ τοὺς ἔξωθεν πρὸς τὰ εἴσω, ὥσπερ τις ὀμφαλὸς τοῦ μεταξὺ τόπου Γαδείρων καὶ Φάσιδος. ἔστι μὲν δὴ καὶ ἑτέραις, οἶμαι, νήσοις συμβεβηκὸς ἐν ἀφθόνῳ τῇ κύκλῳ θαλάττῃ κεῖσθαι, καὶ Κρήτην Ὅμηρος σεμνύνων ἔφη κεῖσθαι μέσην ἐνὶ οἴνοπι πόντῳ· τὸ δὲ τῆσδε σεμνότερον. οὐ γὰρ ἑνὸς πελάγους τὸ μέσον κατείληφεν· ἔξεστι δʼ εἰπεῖν οὐ πολλὴν αὐτῇ μόνον εἶναι τὴν θάλατταν, ἀλλὰ καὶ πολλαπλῆν, τὸ μὲν πρὸς βορέαν ἄνω πηγήν τινα καὶ ἀφορμὴν ἁπάσης τῆς πλοΐμου, τὸ δʼ αὖ πρὸς ἑσπέραν πορθμὸν τὸν μήκιστον καὶ χαριέστατον, τρίτον δὲ μέσον τούτων ἀμφοτέρων καὶ φύσει καὶ τόπῳ τοῦτο ὃ δὴ Προποντίδα κληθῆναι, πᾶν ὡς εἰπεῖν αὐτὴ πεπλήρωκε. καὶ τὰ μὲν ἐκ θαλάττης τοιαῦτα· τὰ δʼ αὖ παρὰ τῆς γῆς ἀδελφά τε τούτων καὶ ἀντίρροπα. πολλὴ μὲν γῆ πᾶσα καὶ ἄφθονος, καὶ ὡς ἄν τις ἀξιώσειε κατʼ ἐπωνυμίαν τὴν ἤπειρον εἶναι τὸ μέγεθος, πολλαὶ δὲ αἱ φύσεις καὶ πλεῖστον ἀλλήλων κεχωρισμέναι καὶ πᾶσαι νεύουσαι πρὸς τὸ βέλτιστον. ὄρη τε γὰρ ἐνταῦθα ἡμερώτερα τῶν παρʼ ἄλλοις πεδίων, πεδία τε ἀποχρῶντα οὐ πόλεως, ἀλλʼ ἐθνῶν εἶναι, καὶ ποταμοὶ καὶ λίμναι καὶ ἕλη καὶ νάπαι καὶ μακάρων δή τινες εὐθυμίαι. ὥστε εἴ τις βούλοιτο πάντας οἰκίζειν τοὺς τόπους, πολλὰς μὲν ἂν τὰς περὶ τὰς λίμνας γενέσθαι πόλεις, πολλὰς δʼ ἐπὶ ταῖς ἀκταῖς τῆς θαλάττης, οὐκ ὀλίγας δὲ ἐν τῇ μεσογείᾳ, καὶ ταῖς πολλαῖς ἂν ὑπάρχειν ἀγνοεῖν ἀλλήλας, ὅσαι μὴ πόλεις πόλεων ἑξῆς τύχοιεν οὖσαι. καὶ τὰ μὲν ἐκ γῆς καὶ θαλάττης τῇ πόλει τοιαῦτα, ἀλλήλοις τε ἐφάμιλλα καὶ παραδείγμασιν οὐ πολλοῖς ἐνεχόμενα. ἀλλὰ μὴν αὐτήν γε τὴν πόλιν καὶ ὡς νῆσον προσείποις ἂν καὶ ὡς χερρόνησον καὶ εἴ τι ἐπέκεινα χερρονήσου πρὸς ἤπειρον. διὰ γὰρ τὸ μὴ κατʼ αὐχένα εἶναι διαβατὴν μηδὲ ἀπὸ στενοῦ τινος ὡρμῆσθαι, ἀλλʼ ἐπὶ μήκους παρατείνουσαν τὴν ἤπειρον, κατʼ ἄμφω τὼ σκέλη συνεχῆ πρὸς αὐτὴν εἶναι, τό τε τῆς Σκύρου παράδειγμα ὑπερβέβληκε καὶ εἰ δή τις ἄλλη πόλις ἢ νῆσος παρὰ μικρὸν ἤπειρός ἐστι. καίτοι Θουκυδίδης γε ἐπαινεῖ Σικελίαν, ὅτι εἴκοσι σταδίους ἀπέχει τῆς ἠπείρου τοὐλάχιστον· ἡ δὲ τοσοῦτον ἄρα ἀπέχει τῆς ἠπείρου ὥστʼ ἐξεῖναι καὶ λαθεῖν τὸ μὴ νῆσον εἶναι, κἂν εἴ τις τὰ χώματα ἀνέλοι καὶ τὰς γεφύρας, ἐξεῖναι νήξασθαι πρὸς αὐτὴν ἐκ τῆς ἠπείρου. οὕτως καὶ ἡ νῆσος ἅπασα καὶ ἡ πόλις οὐδὲν ἀτιμοτέρα τὴν φύσιν τῶν μεγίστων νήσων Κρήτης καὶ Σικελίας. κάλλη τοίνυν δημοσίων οἰκοδομημάτων καὶ τὴν ἅπασαν κατασκευὴν καὶ μέγεθος τῆς πόλεως οὔτʼ ἄπορος λόγων οὕτως οὐδεὶς ὥστε μὴ ἂν ἔχειν ἐπαινεῖν οὔθʼ οὕτω λέγειν ἱκανὸς ὥστε ῥᾳδίως ἂν ἐνδείξασθαι. ἐγὼ δὲ ἅπαντα τἄλλα παρεὶς, οὗ μάλιστα ἐμοὶ προσήκει μνημονεῦσαι, τοῦτο ἐκλέξομαι. δοκεῖ γάρ μοι κάλλιστα δὴ τοῦτο συμβόλων δεικνύναι τὸν οἰκιστὴν, καὶ ὅτι τῶν κρειττόνων τινός ἐστι ποίημα· ἔοικε γάρ τις ἁπάντων εἶναι τῶν θεῶν ἱερὰ, ὥσπερ ἣν καλοῦσιν οὕτως ἀγοράν. ὥσπερ γὰρ κατὰ κλήρους ἅπασι θεοῖς ἐξῃρημένη πᾶσα δὴ μεμέρισται, καὶ αὐτὴν οἱ νεῲ διειλήφασιν ὥσπερ ἁμιλλωμένων θεῶν πρὸς ἀλλήλους ὑπὲρ σωτηρίας τῆς πόλεως. θυσίαι δὲ καὶ πομπαὶ καὶ πρόσοδοι καὶ θεραπεῖαι θεῶν μετὰ τῶν καθεστηκότων θεσμῶν οὐ πόρρω τῆς Ἀθηναίων πόλεως, τὸ μὴ τῇ συγγενείᾳ χρῆσθαι πρὸς τὸ βέλτιστον. καὶ μὴν ἥ γε ἄλλη δύναμις τούτων ἀκόλουθος. τοσοῦτον γὰρ τῇ πόλει περίεστιν ὥστε καὶ τῶν ἑτέρωθι ναῶν καὶ ἄλλων κόσμων δημοσίων εἴ τις φαίη ταύτην εἶναι τὴν χορηγὸν, οὐκ ἂν αἰσχυνθείη· οὕτω λαμπρά τε καὶ κοινὰ πᾶσι τὰ ὄντα κέκτηται, καὶ οὔτε Ἰταλία τῶν ταύτης κτημάτων ὑπερορᾷ οὔτε Αἴγυπτος οὕτω πόρρω οὔτε Τυρρηνικὸν πέλαγος οὔτε Σύρων καὶ Κιλίκων, ποιητὴς ἂν εἴποι τις, ἐνστροφαὶ, οὔτε ἔθνος οὐδὲν ὡς ἔπος εἰπεῖν οὔτε κατʼ ἤπειρον οὔτʼ ἐν νήσοις, ὃ μὴ παρὰ τῆς πόλεως ταύτης κεκόσμηται. Ἴωνας δὲ καὶ Αἰολέας καὶ τὰς πρὸ ποδῶν νήσους τε καὶ πόλεις τί τις ἂν λέγοι; καὶ τὸ δὴ νεανικώτατον, ὥσπερ γὰρ οἱ ἀγαθοὶ δρομεῖς ἐκ πολλοῦ προέμενοι ῥᾳδίως αἱροῦσιν, οὕτως ἄρα καὶ ὑμεῖς πᾶσιν ἀνθρώποις ὧν ἐδεήθησαν παρασχόντες ἐπιστάντες αὐτοὶ τελευταῖοι. πρὸς αὐτό γε ἥκω τὸ κλυδώνιον, πῶς ἂν εἴποιμι ὅσον βούλομαι; ἀλλὰ τοσοῦτον ἂν εἴποιμι ὅσον εἰπὼν συγγνοίην ἐμαυτῷ. πάντας γὰρ μικροῦ δέω λέγειν ὅσοι τοῖς ὁμοίοις ἐνεχείρησαν ὡσπερεὶ παῖδας ἀπεφήνατε, τοσοῦτον ἔργον ἐγείραντες, ὅσον ἐνθυμηθῆναι μὲν ἂν μανίας ἔργον εἶναι ἔδοξεν, ἐκτελέσαι δὲ κρεῖττον ἢ κατὰ ἄνθρωπον. ἀπορήσαι τις ἂν πότερον ἐνταυθοῖ μετενήνεκται τῆς νήσου τὸ πλεῖστον ἢ κατὰ χώραν μένει. οἶμαι δʼ ἂν ἅπαντας συμφῆσαι μήτε πόλεως ἂν ἄλλης εἶναι τὸ ἀνάθημα μήτε λιθοτομίας ἑτέρας ἢ τῆς ὑμετέρας· οὐ γὰρ ἂν ἀρκέσαι τὴν φύσιν. πρότερον μὲν γὰρ τῶν νήσων ταῖς κορυφαῖς ἐτεκμαίροντο οἱ πλέοντες, Κύζικος ἥδε, Προκόννησος αὕτη, τῶν ἄλλων ἣν ἴδοι τις· νῦν δὲ ὁ νεὼς ἀντὶ τῶν ὀρῶν ἀρκεῖ, καὶ μόνοις ὑμῖν οὐδὲν δεῖ λαμπτήρων οὐδὲ πυρσῶν οὐδὲ πύργων πρὸς τοὺς καταίροντας, ἀλλʼ ὁ νεὼς πληρῶν ἅπαν τὸ ὁρώμενον τήν τε πόλιν καὶ τὴν μεγαλοψυχίαν τῶν ἐχόντων αὐτὴν ὁμοῦ δηλοῖ, καὶ τοσοῦτος ὢν καλλίων ἐστὶν ἢ μείζων. εἰ δʼ ἔτυχον παριόντες Ὅμηρος καὶ Ἡσίοδος, ῥᾳδίως ἄν μοι δοκοῦσιν εἰπεῖν τὸ περὶ τοῦ τείχους τοῦ Τρωικοῦ μυθολόγημα μεταθέντες, ὡς ἄρα Ποσειδῶν καὶ Ἀπόλλων κοινῇ φιλοτεχνήσαντες ἀπειργάσαντο τὸ ἔργον τῇ πόλει, ὁ μὲν τὴν πέτραν παρασχὼν ἐκ τοῦ βυθοῦ τῆς θαλάττης καὶ ἅμα ποιήσας δυνατὴν εἶναι κομισθῆναι, ὁ δʼ ὥσπερ εἰκὸς οἰκιστὴν βουληθεὶς τὴν ἑαυτοῦ πόλιν κοσμῆσαι προσθήκῃ τηλικαύτῃ. φαίης ἂν τῶν μὲν λίθων ἕκαστον ἀντὶ νεὼ τοῦ παντὸς εἶναι, τὸν δὲ νεὼν ἀντὶ τοῦ παντὸς περιβόλου, τὸν δʼ αὖ περίβολον τοῦ νεὼ πόλεως ἀποχρῶντα γίγνεσθαι. εἰ δὲ βούλει τὰ τῆς ῥᾳστώνης καὶ τρυφῆς, ἀντὶ γὰρ τῶν οἰκιῶν τῶν τριωρόφων καὶ τῶν τριήρων πάρεστιν ὁρᾶν νεὼν τὸν μέγιστον, τῶν μὲν ἄλλων πολλαπλασίονα, αὐτὸν δὲ τριπλοῦν τῇ φύσει. τὰ μὲν γὰρ αὐτοῦ κατάγειός ἐστι θέα, τὰ δʼ ὑπερῶος, μέση δὲ ἡ νενομισμένη. δρόμοι δὲ