<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" n="236"><p>ἅπασι μὲν, ὡς ἐγὼ νομίζω, προφάσεις ἱκαναὶ τοῦ λέγειν ὡς ἐν τῷ παρόντι· ἥ τε γὰρ πόλις ἀξία σπουδῆς, εἰ δή τις ἄλλη τῶν Ἑλληνίδων, τό τʼ ἔργον ἐφʼ ᾧ τὴν ἱερομηνίαν ποιεῖται μέγιστον τῶν εἰς ὄψιν ἐλθόντων ἀνθρώποις, οἵ τε καιροὶ τῶν πώποτε ἄριστοι καὶ τελεώτατοι· ἐμοὶ δὲ καὶ μάλιστα ἐναργὴς ἡ πρόφασις καὶ τῆς συνηθείας τοῦ βίου τοῦ ἡμετέρου. ὁ γὰρ Ἀσκληπιὸς κελεύει λέγειν· ὥστʼ οὔτʼ ἀσθένειαν σώματος οἷόν τε ὑπολογίσασθαι πρός γε αὐτὸν τὸν σωτῆρα οὔτε τῆς ὑποθέσεως τὸ μέγεθος καταδεῖσαι μὴ οὐ ῥᾴδιον ᾖ τυχεῖν· ἀλλʼ ὥσπερ ἔφη Πίνδαρος, θεοῦ δείξαντος ἀρχὴν οὐδὲν δὴ τὸ κωλῦον, ἄλλως τε καὶ οὐ νῦν πρῶτον αὐτοῦ πειρώμεθα, ἀλλʼ ἐν πολλοῖς τε καὶ μεγάλοις καὶ πρόσθεν ἔγνωμεν ἐφʼ ἡμῶν αὐτῶν, οὐχ ἑτέρων, ὁπόσον τὸ τῆς ῥᾳστώνης αὐτῷ περίεστι κἀν τοῖς καθάπαξ ἀπόροις εἶναι δοκοῦσι, καὶ μὴ ὅτι <pb xml:id="v.1.p.383"/>  τοῖς χαλεποῖς μὲν, ἀπογνῶναι δʼ οὐκ ἀναγκαίως ἔχουσιν. ἔγωγʼ οὖν πρὸς τοσοῦτον ἥκω τοῦ πιστεύειν ἑτέρῳ μελήσειν, ὥστʼ οὐκ οἶδʼ ὅντινα τρόπον αὐτοσχεδιάζω, πλὴν ὅσον οὐκ ἀπὸ στόματος παντελῶς, ἀλλὰ γράφων ἔτι. οὔτε γὰρ πρόσθεν ἔγνων ὅ τι χρὴ λέγειν, πρὶν ἔδει λέγειν ἤδη, ὅ τε προστάξας μείζων ἁπάσης ἔμοιγε παρασκευῆς. ἡγοῦμαι δὲ οὐ τὸν αὐτὸν τρόπον περὶ τῶν πραγμάτων τῶν μεγάλων ἔχειν καὶ τῶν πελαγῶν· τὰ μὲν γὰρ ὅσῳ μείζω, τοσούτῳ παρέχει πλείω τὸν φόβον, τὰ δʼ ἔστιν ὅπη καὶ βοηθεῖ, ἔστι γὰρ ὥσπερ ὅρμου λαβέσθαι πολλαχόθεν· ὥστʼ εἰ μὴ παντάπασί τις εἴη δυστυχὴς, τό γε τοῦ παντὸς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg016.perseus-grc2" n="237"><p>δοκεῖν διαμαρτεῖν διαφεύξεται. πεπύσθαι δέ τινα ἤδη καὶ τῶν ἐν Ὑπερβορέοις οἶμαι τὸν περὶ Κυζίκου χρησμὸν καὶ τὸν μάρτυρα τῆς εὐδαιμονίας τῇ πόλει, ὃς ταῖς μὲν ἄλλαις πόλεσιν ἐξηγητής ἐστι, τῇ δὲ πόλει ταύτῃ καὶ ἀρχηγέτης. τὰς μὲν γὰρ ἄλλας πόλεις διὰ τῶν οἰκιστῶν <pb xml:id="v.1.p.384"/>  ᾤκισεν οὓς ἀπέστειλεν ἑκασταχόσε, ταύτης δὲ ἐκ τοῦ εὐθέος αὐτὸς γέγονεν οἰκιστής. ὥστε πῶς οὐκ εὐδαίμων Κύζικος, ἀπὸ τοιαύτης τε ἀρχῆς ἀρξαμένη εἰς τοιοῦτόν τε ἅμα τὸν οἰκιστὴν καὶ μάρτυρα ἀναφέρουσα; γνοίη δʼ ἄν τις καὶ πρὸς τὴν θέσιν εὐθὺς αὐτῆς ἀποβλέψας καὶ τὴν φύσιν τὴν ὅλην, ὅτι γιγνομένην αὐτῇ τὴν ἐπωνυμίαν ἔθετο ὁ θεός· οὕτως καὶ τὰ ἀπὸ τῆς γῆς καὶ τὰ ἀπὸ τῆς θαλάττης συμβαίνει. πρόκειται γὰρ τῆς Ἀσίας, ἀρχομένη μὲν ἐκ νήσου, καθισταμένη δʼ εἰς τὴν ἤπειρον, ἔνθεν μὲν τὸν Εὔξεινον πόντον προβεβλημένη, ἑτέρωθεν δὲ τὸν Ἑλλήσποντον, σύνδεσμός τις οὖσα τῆς θαλάττης ἑκατέρας, μᾶλλον δὲ ἁπάσης ἣν ἄνθρωποι πλέουσι. παράπλοι δὲ αὐτὴν καὶ περίπλοι καὶ εἴσπλοι ναυτῶν ἁπάντων οὔποτε λείπουσιν, ἀλλʼ οἱ μὲν τὰ νῶτα κομίζονται οὐρίᾳ ἐφέντες εἰς τὸ πέλαγος διὰ νήσων τῆς πόλεως, οἱ δʼ εἰς αὐτὴν καταθέουσί τε καὶ ἀναθέουσι. <pb xml:id="v.1.p.385"/>  καίτοι εἰ τὴν Κορινθίων πόλιν εὐδαίμονα τοῖς ποιηταῖς ἔδοξε προσειπεῖν, ὅτι ἐπὶ τῷ Ἰσθμῷ κειμένη τοὺς ἐφʼ ἑκάτερα τῆς Πελοποννήσου βαδίζοντας ὑποδέχεται, ἦ που λαμπρῶς ταύτῃ γε προσήκει τῆς προσηγορίας. τῆς γὰρ θαλάττης ἐν μέσῳ κειμένη συνάγει πάντας ἀνθρώπους εἰς ταυτὸν, τούς τε ἀπὸ τῆς εἴσω πρὸς τὴν ἔξω παραπέμπουσα καὶ τοὺς ἔξωθεν πρὸς τὰ εἴσω, ὥσπερ τις ὀμφαλὸς τοῦ μεταξὺ τόπου Γαδείρων καὶ Φάσιδος. ἔστι μὲν δὴ καὶ ἑτέραις, οἶμαι, νήσοις συμβεβηκὸς ἐν ἀφθόνῳ τῇ κύκλῳ θαλάττῃ κεῖσθαι, καὶ Κρήτην Ὅμηρος σεμνύνων ἔφη κεῖσθαι μέσην ἐνὶ οἴνοπι πόντῳ· τὸ δὲ τῆσδε σεμνότερον. οὐ γὰρ ἑνὸς πελάγους τὸ μέσον κατείληφεν· ἔξεστι </p></div></div></body></text></TEI>