χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρʼ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι; οὐχ οὕτως οὔτε ὁ Μέλης καλλίπαις οὔτε τις εἰς λόγους εὐτυχής. καὶ μὴν μόνη μὲν πόλεων ἱστορίας, οὐκ ἀκοῆς δεῖται, μόνη δὲ οὐχ ἱστορίας μᾶλλον ἢ διαίτης συνεχοῦς καὶ ὁμιλίας, ὅστις αὐτὴν μέλλει καλῶς θεάσεσθαι καὶ τοὺς μισθοὺς τῶν ἐπαίνων αὐτόθεν κομιεῖσθαι. ἐγὼ δὲ τοσοῦτον ἔτι προσθήσω τῇ περιόδῳ· τοῦ μὲν γὰρ μυχοῦ τοῦ κόλπου μικρῷ τινι πρότερον ἐμνήσθην, ὑπὲρ δὲ τοῦ παντὸς βραχὺ τὸ λοιπόν. ἔστι γὰρ ἀκριβῶς κατʼ ἐπωνυμίαν τῆς πόλεως καὶ οὐχ ἑτέρα πρέπων. πραότητι μὲν γὰρ καὶ χρείᾳ καὶ κάλλει καὶ σχήματι κόλπος ἐστὶ, δυνάμει δὲ θάλαττα ἐξώπιος· ἑνὸς δʼ ἔχων κόλπου προσωνυμίαν εἰς πολλοὺς κόλπους ἀνελίττεται, καθάπερ οἱ πίνακες οἱ πτυκτοί· ἄλλαι γὰρ ἄλλους ἄκραι σχηματίζουσι· λιμένες δὲ καὶ ἀναπαύσεις μυρίαι. φαίης ἂν αὐτὸν ἐοικέναι ταῖς πολυκρούνοις φιάλαις, οὕτως ἀεὶ διʼ ὀλίγης χερρονήσου τοὺς ὅρμους ἔχει, περίπλους ἡμερῶν οὐκ ὀλίγων, εἴ τις κατὰ ὅρμον ὁρμίζοιτο. κἀμοὶ τὸν λόγον ἐνταυθοῖ ἤδη ὥρα ὁρμίζειν· περὶ γὰρ τοῦ δήμου τί δεῖ λέγειν; αὐτὸς γὰρ κρινεῖς καὶ ἔτι βελτίω ποιήσεις ἐξηγούμενος πρὸς τὸ κάλλιστον. νῦν μὲν οὖν οἶδʼ ὅτι καὶ σοὶ καὶ τῶν παρόντων τοῖς πολλοῖς μετρίως δοκῶ διειλέχθαι· αὐτίκα δὲ ἐξελεγχθήσεται πάντα ταῦτα ἡττώμενα. καί μοι κέρδος ἡττᾶσθαι τὰ τοιαῦτα.