ἔδαφος, ἀλλʼ ὀρύξαντι μέν ἐστι σημεῖα τῆς ἀρχαίας φύσεως, καὶ βλέψαντί γε εἰς τὰ κύκλῳ περιέχοντα εἰς ἅ ποτε ἀπηρείδετο ἡ θάλαττα, διεξελαύνοντι δὲ ἐν ὥραις καὶ κρήναις τὸ ἁλίπεδον, καὶ ταῦτά γε ἐν τέλει. καὶ προελθόντι μικρὸν ἡ πόλις αὖθις ὥσπερ παραπέμπουσα ἀναφαίνεται, καὶ γίγνεται διʼ ἐλάττονος ἐνταῦθα ἤδη ἀριθμητὰ καὶ μετρητὰ τὰ κάλλη αὐτῆς. καὶ οὐδεὶς οὕτως ἐπείγεται ὅστις ὁρᾷ τὸ πρόσω τῆς ὁδοῦ καὶ οὐ μεταβάλλει τὸ σχῆμα, τὰ μὲν κατʼ ὀφθαλμοὺς δεξιὰ ποιούμενος, τὰ δὲ ἀριστερὰ πρὸ τῆς ὄψεως. ἡ γὰρ πόλις ἕλκει πρὸς αὑτὴν ὥσπερ ἡ μαγνῆτις λίθος τὰ σιδήρια καὶ διʼ ἀνάγκης ἐθελουσίου χειροῦται. πέπονθε δὲ ταυτὸν ἥ τε πόλις πρὸς τὰ ἔξω καὶ τὰ ἔξω πρὸς τὴν πόλιν. οὔτε γὰρ ἐκ τοῦ ἄστεος τὰ προάστεια ὁρῶντι κόρος, εἴτε τις ἔξωθεν προσορῴη τὴν πόλιν, ἀεὶ τοῦ ἴσου δεῖ τὸ μὴ ἱκανῶς ἔχειν. μόνῃ δὲ ταύτῃ πόλεων εἰς ζημίαν ἡ δόξα καθίσταται· οὐδεὶς γὰρ ἂν ἔξω περὶ αὐτῆς ἀκούων ἐφίκοιτο ὥστε ἅπαν συλλαβεῖν. δοκεῖ δʼ ἄν μοί τις καὶ δόγμα παρʼ αὐτῶν ποιήσασθαι, ὥσπερ τὸν ὑπὸ τῆς ἐχίδνης φασὶ πληγέντα μὴ ἐθέλειν ἑτέρῳ λέγειν ἀλλʼ ἢ ὅστις πεπείραται, οὕτω καὶ τῶν περὶ τῆς πόλεως καλῶν ἰδὼν ἰδόντι μόνον κοινοῦσθαι, ἢ μέλλοντί γε αὐτίκα, εἰς ἑτέρους δὲ οὐκ ἂν ῥᾳδίως τοὺς λόγους ἐκφέρειν ὥσπερ εἰς βεβήλους ἱερά· ὥσπερ οἱ ὑπʼ ἔρωτος κατεχόμενοι πρὸς τοὺς κομιδῆ παῖδας οὐκ ἐθέλουσι διηγεῖσθαι. τοσόνδε μὲν γὰρ ἴσως καὶ ποιητὴς ἂν εἴποι καὶ ψυχαγωγήσειεν, ὡς ὁ μὲν λιμὴν ἐν ὀμφαλῷ τῆς πόλεως, τὸ δὲ πέλαγος ἐν ὀφθαλμῷ, τοῖς ἐπὶ θάτερα ἐσχάτοις οὐχ ἧττον σύνοπτον ἢ τοῖς προσοικοῦσι· καὶ ἡ μὲν ἀκρόπολις διὰ πάσης ἀνέχει τὴν πόλιν, ἡ δὲ θάλαττα παρατείνει καθάπερ βάσις, τοσοῦτον τοῦ Μέλητος πρὸς ἕω παραλλάττουσα ὅσον εἰς καμπὴν παρεξελθεῖν. ἀλλὰ ταῦτα μὲν καὶ ἐν μέρει κοσμοίη τις ἂν, ἡ δὲ ἐπὶ πᾶσι