οὗ τις ἐρείσει τὸν ὀφθαλμόν· ἕλκει γὰρ ἐφʼ ἑαυτὸ ἕκαστον ὥσπερ ἐν ὅρμῳ ποικίλῳ. κατιόντα δὲ ἀπὸ τῆς ἀκροπόλεως τὰ ἑῷα ἐκδέχεται, ναῶν τε ὁ κάλλιστος αὖθις τῆς εἰληχυίας θεοῦ τὴν πόλιν, καὶ τὰ ἐπὶ τούτοις ἔργον καὶ πρεσβύτῃ μνησθῆναι κοσμίως. πάντα γὰρ ἤδη μέχρι τῆς παραλίας καταλάμπεται γυμνασίοις, ἀγοραῖς, θεάτροις, περιβόλοις, λιμέσι, κάλλεσιν αὐτοφυέσι καὶ χειροποιήτοις ἁμιλλωμένοις. ἀργὸν δὲ οὐδέν ἐστι θεάματος οὐδὲ χρείας. λουτρὰ μέν γε τοσαῦτα ὥστε ἀπορήσαις ἂν οὗ λούσαιο, δρόμοι δὲ ἁπάσης ἰδέας, οἱ μὲν ἐν βάθει τῆς πόλεως, οἱ δʼ ἐπὶ τέρμασιν, ἄλλος ἄλλον κωλύων τὸν κάλλιστον εἶναι, κρῆναι δὲ καὶ πηγαὶ κατʼ οἰκίας τε καὶ πλείους ἢ κατʼ οἰκίαν, καὶ στενωποὶ ἀντʼ ἀγορῶν καὶ στενωποὶ τέτραχα σχίζοντες ἀλλήλους εἰς ὑποδοχὴν τοῦ ἡλίου, μικροῦ δέω λέγειν ὃ πρόσθεν ἠρνούμην, πολλὰς πόλεις ποιοῦντες τῇ περιγραφῇ, μίμημα τῆς πάσης ἑκάστην. αὖραι δὲ ἠριναί τε καὶ θεριναὶ λιγυρώτεραι τῶν παρὰ ποιηταῖς ἀηδόνων καὶ τεττίγων, ἄλλαι διʼ ἄλλων διᾴττουσαι τόπων ἅπασαν τὴν πόλιν ἀντὶ ἄλσους καθιστᾶσι. ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον. θυμηδίαι δὲ αὐτὴν οὔποτε λείπουσιν, οὐδʼ ὅσαι Μοῦσαι πόλεις ἀνθρώπων ἐπέρχονται οὐδεμία ἐξοικεῖ. πολλὴ μὲν γὰρ ἡ ἐγχώριος, πολλὴ δὲ ἡ ἔπηλυς· φαίης ἂν ἑστίαν εἶναι τῆς ἠπείρου παιδείας ἕνεκα. θεάτρων τε πάντων κατά τε ἀγῶνας καὶ τὰς ἄλλας ἐπιδείξεις ἀμύθητος ἡ ἀφθονία. πρὸς δὲ τούτοις χειρῶν ἔργα παντοῖα καὶ φορὰ γῆς καὶ θαλάττης ἐφάμιλλος. συνελόντι δʼ εἰπεῖν, ἑκατέρῳ τῷ ἔθνει μία δὴ πόλις αὕτη μετριωτάτη, ὅσοι τε ἐπὶ ῥᾳστώνης τὸν βίον διανύσαι προείλοντο καὶ ὅσοι φιλοσοφεῖν ἀδόλως ἀξιοῦσιν. ἀντιπάλους γὰρ τῶν πόνων τὰς ἀναπαύσεις ἔχουσιν, ὥστε οὐ κάμνουσιν. ὁ δὲ δὴ πρὸ θυρῶν κόσμος ἀντὶ Ἀπόλλωνος ἀγυιέως προπύλαιος τῇ πόλει, Μέλης ὁ ἐπώνυμος διωρυχὴν Νυμφῶν ἐκ πηγῶν εἰς θάλατταν, αὐταῖς τʼ εἶναι λουτρὸν ῥυτὸν καὶ Νηρηίδας παρὰ Νηρέως δέξασθαι διʼ ὀλίγου. ῥεῖ δὲ ὁ Μέλης ὁμοίως ἔκ τε ἄντρων καὶ οἴκων καὶ δένδρων καὶ μέσου τοῦ ῥείθρου ἀνίσχων καὶ προϊὼν μέχρι θαλάττης, καὶ αὐτοῦ τὸ μὲν κατὰ τὰς ἄνω πηγὰς κύκλος τέ ἐστι καὶ ὅρμῳ μάλιστʼ ἂν ἀπεικάσαις, τὰ δὲ ἑξῆς Εὐρίπῳ. πρὸς δὲ ταῖς ἐκβολαῖς βέβρυχε μὲν ἥκιστα, ὁ δὲ τὸ ῥόθιον ἐπιλεαίνων ἀψοφητὶ καταμίγνυται, ἐπιοῦσαν μὲν ἐξ ἀνέμων τὴν θάλατταν αἰωρῶν, ἀπιούσῃ δὲ ἑπόμενος, νῶτον ἐκ τοῦ ὕδατος ἑκατέρου δεικνὺς, ὥστε οὐκ ἂν γνοίης ὅπου συνέβαλον. καὶ μὴν ὅτι γε ἰχθύων πάντη πλήρης, καὶ τούτων τιθασῶν τε καὶ συσσίτων τοῖς σκηνοῦσιν ἐπὶ ταῖς ὄχθαις, καὶ οὐκ ἐπὶ τοῦ ξηροῦ, ἀλλʼ ὑπὸ τοῦ αὐλοῦ ἐν χώρᾳ ὀρχουμένων καὶ παροινίᾳ κυβιστώντων εἰς τοὺς συμπότας, ταῦτα μὲν κἂν οἱ παῖδες ἐξηγοῖντο καὶ ἰδεῖν πᾶσιν ἔξεστιν· αἱ δὲ δὴ καλλίους τοῦ ποταμοῦ γοναὶ καὶ ἐπὶ πάσας φέρουσαι πόλεις, Ὅμηρος ὁ κοινὸς τοῖς Ἕλλησι τροφεὺς καὶ φίλος, ἐκ πατέρων τε καὶ ἐκ παιδὸς ἑκάστῳ. διὸ καὶ δικαίως ἄν μοι δοκοῦσιν ἅπαντες εἰς τὰς πηγὰς ὥσπερ ἐκεῖνος ἔφη τοῦ Σπερχειοῦ, τοῦ Μέλητος ἀπάρχεσθαι τῶν λόγων, ὥσπερ βοστρύχων, ᾁδοντας Ὁμήρου χάριν τὸν ποταμόν. διαβάντι δὲ τὸν Μέλητα ἀπαντᾷ χῶρος, Ποσειδῶνος, ὡς ἐμοὶ δοκεῖν, δῶρον τῇ πόλει παραπλήσιόν τι καὶ οὐ παραπλήσιον τῷ περὶ Θετταλίαν λεγομένῳ. ἐκεῖ μὲν γὰρ τὰ ὄρη διαστήσας Θετταλίαν ἐποίησε γῆν ἄπεδον ἐκ λίμνης ἐξιεὶς κατὰ ῥεῦμα τὸν Πηνειὸν, ἐνταῦθα δὲ ἐπανήγαγε τὴν θάλατταν ἀπὸ τῶν ὀρῶν, ἀντίστροφον τὸν ἐκ τῆς ἠπείρου κόσμον τῷ παρὰ τῆς θαλάττης ἁρμόττων τῇ πόλει. οὐ μὴν ἰλύν γε ὑπελίπετο οὐδʼ ὅσον ἔπηξε τὸ