νῦν ἀρχαία πρὸς ταύτην καθεστηκυῖα. ταῦτα δʼ ἦν ὥσπερ μελέται τῆσδε τῆς οἰκήσεως ἐν ἄλλοις φαυλοτέροις πλάσμασι. τρίτῳ δὲ, ὡς οἱ ποιηταὶ καλοῦσι, βήματι κινηθεῖσα ἡ πόλις εἰς ἓν τόδε κατέστη τὸ σχῆμα. ὁ δὲ λεὼς ὁ μὲν πρεσβύτατος αὐτόχθων αὐτῇ· ἐπεὶ δὲ καὶ ἐποίκους ἔδει δέξασθαι, ἐδέξατο καὶ τούτους ἀπὸ τῶν αὐτοχθόνων ἀπὸ τῆς ἑτέρας ἠπείρου, καὶ συνεκράθη δαιμονίως τοῖς ἀντιπέραν Ἕλλησιν, οἰκιστὰς δοῦσά τε καὶ δεξαμένη, Πελοποννησίοις μὲν τὸν ἐπώνυμον δοῦσα καὶ τὸ σεμνύνεσθαι τῇ προσηγορίᾳ, Ἀθήνηθεν δὲ τοὺς Ἐρεχθείδας, ὡς λόγος, ἐκ τοῦ πρὸς Ἀμαζόνας πολέμου δεξαμένη, καὶ ὕστερον δὴ τοὺς ὑστέρους. ἀπέλαυσαν δὲ τῆς μητροπόλεως ἀμφότερα, ἁβρότητας μὲν εἰς τὸ καθʼ ἡμέραν, τολμήματα δὲ εἰς τοὺς πολέμους κρεῖττον ἢ πολλοῖς ἐρίσαι λυσιτελεῖν· ὥστε καὶ τῶν ποιητῶν ἤδη τισὶ Σμυρναῖον τρόπον τὸ τοιοῦτον εἰρῆσθαι. δεῖγμα δὲ ἓν ἐξαρκέσει, οὗ καὶ τὸ ὑπόμνημα ὄψει. καλοῦσι γάρ σε ἦρος ὥρᾳ πρώτῃ Διονυσίοις, τριήρης ἱερὰ τῷ Διονύσῳ φέρεται κύκλῳ διʼ ἀγορᾶς. τὸ δʼ ἐστὶ σύμβολον ὡς ποτὲ Χῖοι πλεύσαντες ἐπὶ τὴν πόλιν, ὡς ἐρήμην αἱρήσοντες, τῶν ἀνδρῶν ἀπόντων ἐν τῷ ὄρει, κᾆτα τῶν νεῶν ὀφθέντες ὑπʼ αὐτῶν κατιόντων, οὐ μόνον τῆς πείρας ἀπέτυχον, ἀλλὰ καὶ τὰς ναῦς προσαπώλεσαν, ἐνόπλιον δὴ τότε ὀρχησαμένων τῷ Διονύσῳ καὶ τὰ Βακχεῖα ἐν τοῖς ἐκείνων σώμασι τελεσαμένων. καὶ τοῦτο μὲν ἥδυσμα ταῖς πράξεσι τῆς πόλεώς ἐστι καὶ ὡσπερεὶ σύμβολόν τι τῶν ἄλλων ὧν ἀνάγκη παραλιπεῖν· διὸ καὶ ὑπὸ τῶν πολλῶν ἄρα θρυλεῖται. πολλοὺς δʼ ἄν τις αὐτῆς ἔχοι λέγειν ἀγῶνας καὶ ἄλλους, καὶ δὴ τοὺς τελευταίους τοὺς ὑπὲρ ὑμῶν καὶ σὺν ὑμῖν ἐν παντὶ τῷ παραστάντι, πολλῆς τινος ἔργον σχολῆς διηγήσασθαι.